79
Οὐκέτι γὰρ ὡς ἄνθρωπος ἁπλῶς, ἀλλ' ὡς υἱὸς Θεοῦ ἁμαρτὼν κολάζῃ, καὶ γίνεταί σοι τὸ τῆς τιμῆς μέγεθος ἐφόδιον τιμωρίας μείζονος. Καὶ γὰρ καὶ ἡμεῖς οὐχ ὁμοίως δούλους ἁμαρτάνοντας, καὶ υἱοὺς τὸ αὐτὸ πλημμελοῦντας κολάζομεν· καὶ μάλιστα ὅταν μεγάλα παρ' ἡμῶν εὐεργετημένοι τύχωσιν. Εἰ γὰρ ὁ παράδεισον λαχὼν, διὰ μίαν παρακοὴν τοσαῦτα μετὰ τὴν τιμὴν ὑπέστη δεινά· οἱ τὸν οὐρανὸν ἀπολαβόντες ἡμεῖς, καὶ τῷ Μονογενεῖ γενόμενοι συγκληρονόμοι, τίνα ἕξομεν συγγνώμην, τῷ ὄφει μετὰ τὴν περιστερὰν προστρέχοντες; Οὐκέτι γὰρ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ, Ἐργᾷ τὴν γῆν, καὶ τὰ πρότερα ἀκουσόμεθα ἐκεῖνα, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, τὸ σκότος τὸ ἐξώτερον, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸν βρυγμὸν τῶν ὀδόντων· καὶ μάλα εἰκότως. Ὁ γὰρ μηδὲ εὐεργεσίᾳ τοσαύτῃ γενόμενος βελτίων, δικαίως ἂν τὴν ἐσχάτην καὶ χαλεπωτέραν δῴη δίκην. Ἤνοιξέ ποτε καὶ ἔκλεισε τὸν οὐρανὸν Ἠλίας, ἀλλ' ὥστε ὑετὸν κατενεγκεῖν καὶ ἀναστεῖλαι· σοὶ δὲ οὐχ οὕτως ἀνοίγεται ὁ οὐρανὸς, ἀλλ' ὥστε ἀναβῆναί σε ἐκεῖ· καὶ τὸ δὴ μεῖζον, οὐχ ὥστε ἀναβῆναι, ἀλλ' ὥστε καὶ ἑτέρους ἀναγαγεῖν, εἰ βουληθείης· τοσαύτην σοι παῤῥησίαν καὶ ἐξουσίαν ἐν τοῖς ἑαυτοῦ ἔδωκεν ἅπασιν. Ἐπεὶ οὖν ἐκεῖ ἡμῶν ἡ οἰκία, ἐκεῖ πάντα ἀποθώμεθα, καὶ μηδὲν ἐνταῦθα καταλίπωμεν, ἵνα μὴ αὐτὰ ἀπολέσωμεν. Ἐνταῦθα μὲν γὰρ κἂν κλεῖν ἐπιθῇς, κἂν θύρας καὶ μοχλοὺς, κἂν μυρίους ἐπιστήσης οἰκέτας, καὶ πάντων περιγένῃ τῶν κακούργων, κἂν τοὺς τῶν βασκάνων διαφύγῃς ὀφθαλμοὺς, κἂν τοὺς σῆτας, κἂν τὴν ἀπὸ τοῦ χρόνου γινομένην ἀπώλειαν, ὅπερ ἀδύνατον, τὸν γοῦν θάνατον οὐ διαφεύξῃ ποτὲ, ἀλλ' ἀφαιρεθήσῃ ἅπαντα ἐκεῖνα ἐν μιᾷ καιροῦ ῥοπῇ· καὶ οὐκ ἀφαιρεθήσῃ μόνον, ἀλλὰ καὶ εἰς τὰς τῶν ἐχθρῶν πολλάκις παραπέμψεις χεῖρας. Ἂν δὲ εἰς ἐκείνην παραπέμψῃς τὴν οἰκίαν, πάντων ἀνώτερος ἔσῃ. Οὔτε γὰρ κλεῖν, οὔτε θύρας καὶ μοχλοὺς ἐπιθεῖναι δεῖ· τοιαύτη τῆς πόλεως ἐκείνης ἡ δύναμις· οὕτως ἄσυλον τὸ χωρίον ἐστὶ, καὶ φθορᾷ καὶ πονηρίᾳ πάσῃ ἄβατον τοῦτο ὑφέστηκε. εʹ. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, ἔνθα μὲν ἀπόλλυται καὶ διαφθείρεται τὰ ἀποτιθέμενα, σωρεύειν ἅπαντα, ἔνθα δὲ ἀνέπαφα μένει, καὶ πλείω γίνεται, ἐνταῦθα μηδὲ τὸ πολλοστὸν ἀποτίθεσθαι μέρος, καὶ ταῦτα τὸν ἅπαντα μέλλοντας ἐκεῖ βιώσεσθαι χρόνον; ∆ιὰ τοῦτο καὶ Ἕλληνες ἀπιστοῦσι τοῖς παρ' ἡμῶν λεγομένοις· ἀφ' ὧν γὰρ πράττομεν, οὐκ ἀφ' ὧν λέγομεν, τὴν 57.208 παρ' ἡμῶν ἀπόδειξιν λαμβάνειν ἐθέλουσι· καὶ ἐπειδὰν ἴδωσιν οἰκίας οἰκοδομουμένους λαμπρὰς, καὶ παραδείσους κατασκευάζοντας καὶ λουτρὰ, καὶ ἀγροὺς ὠνουμένους, οὐκ ἐθέλουσι πιστεῦσαι, ὅτι πρὸς ἑτέραν παρασκευαζόμεθα πόλεως ἀποδημίαν. Εἰ γὰρ τοῦτο ἦν, φησὶν, ἅπαντα τὰ ἐνταῦθα ἂν ἐξαργυρίσαντες, ἐκεῖ προαπέθεντο· καὶ τοῦτο ἀπὸ τῶν ἐνταῦθα γινομένων στοχάζονται. Καὶ γὰρ ὁρῶμεν τοὺς σφόδρα εὐπόρους ἐν ἐκείναις μάλιστα ταῖς πόλεσιν οἰκίας καὶ ἀγροὺς καὶ τὰ ἄλλα πάντα κεκτημένους, ἐν αἷς διατρίβειν μέλλουσιν. Ἀλλ' ἡμεῖς τοὐναντίον ποιοῦμεν· καὶ τὴν μὲν γῆν, ἢν μικρὸν ὕστερον ἀφιέναι μέλλομεν, μετὰ πολλῆς κτώμεθα τῆς σπουδῆς, οὐχὶ χρήματα μόνον, ἀλλὰ καὶ τὸ αἷμα αὐτὸ προϊέμενοι ὑπὲρ πλέθρων καὶ οἰκημάτων ὀλίγων· ὑπὲρ δὲ τοῦ τὸν οὐρανὸν πρίασθαι οὐδὲ τὰ περιττὰ τῆς χρείας ἀνεχόμεθα δοῦναι, καὶ ταῦτα ὀλίγης αὐτὸν μέλλοντες ὠνεῖσθαι τιμῆς, καὶ διαπαντὸς ἔχειν, εἴγε αὐτὸν ὠνησαίμεθα. ∆ιά τοι τοῦτο τὴν ἐσχάτην δώσομεν δίκην, γυμνοὶ καὶ πένητες ἀπιόντες ἐκεῖ· μᾶλλον δὲ οὐχ ὑπὲρ τῆς ἡμετέρας πτωχείας, ἀλλὰ καὶ ὑπὲρ ὧν ἄλλους τοιούτους ποιοῦμεν, τὰς ἀνηκέστους ὑποστησόμεθα συμφοράς. Ὅταν γὰρ ἴδωσιν Ἕλληνες περὶ ταῦτα σπουδάζοντας τοὺς τοσούτων ἀπολαύσαντας μυστηρίων, πολλῷ μᾶλλον αὐτοὶ τῶν παρόντων ἀνθέξονται. Ὅθεν πολὺ καὶ ἐντεῦθεν ἐπὶ τὴν ἡμετέραν κεφαλὴν σωρεύομεν πῦρ. Ὅταν γὰρ οἱ διδάσκειν αὐτοὺς ὀφείλοντες ὑπερορᾷν τῶν φαινομένων ἁπάντων, αὐτοὶ μάλιστα πάντων αὐτοὺς εἰς τὴν τούτων ἐμβάλλωμεν ἐπιθυμίαν, πότε δυνησόμεθα σωθῆναι, τῆς ἑτέρων ἀπωλείας τὰς εὐθύνας ὑπέχοντες; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος, ὅτι ἀντὶ ἁλῶν