80
καὶ λαμπάδων ἀφῆκεν ἡμᾶς εἶναι ἐν τῷ κόσμῳ τούτῳ, ἵνα καὶ τοὺς διαῤῥέοντας ὑπὸ τρυφῆς ἐπισφίγγωμεν, καὶ τοὺς τῇ μερίμνῃ τῶν χρημάτων ἐσκοτωμένους φωτίζωμεν; Ὅταν οὖν καὶ εἰς σκότος αὐτοὺς ἐμβάλλωμεν πλεῖον, καὶ χαυνοτέρους ποιῶμεν, τίς ἔσται σωτηρίας ἡμῖν ἐλπίς; Οὐκ ἔστιν οὐδεμία· ἀλλ' οἰμώζοντες, καὶ τοὺς ὀδόντας βρύχοντες, καὶ δεδεμένοι πόδας καὶ χεῖρας εἰς τὸ τῆς γεέννης ἀπελευσόμεθα πῦρ, μετὰ τὸ κατεργασθῆναι καλῶς ταῖς τοῦ πλούτου φροντίσι. Ταῦτ' οὖν ἐννοήσαντες ἅπαντα, τὰ δεσμὰ λύσωμεν τῆς τοιαύτης ἀπάτης, ἵνα μηδὲ εἰς ἐκεῖνα ἐμπέσωμεν τὰ τῷ πυρὶ παραδιδόντα ἡμᾶς τῷ ἀσβέστῳ. Ὁ μὲν γὰρ χρήμασι δουλεύων, καὶ ταῖς ἐνταῦθα ἁλύσεσι καὶ ταῖς ἐκεῖ διηνεκῶς ἔσται ὑπεύθυνος· ὁ δὲ ταύτης ἀπηλλαγμένος τῆς ἐπιθυμίας, ἑκατέρας τεύξεται τῆς ἐλευθερίας· ἧς ἵνα καὶ ἡμεῖς ἐπιτύχωμεν, τὸν χαλεπὸν τῆς φιλοχρηματίας συντρίψαντες ζυγὸν, πτερώσωμεν ἑαυτοὺς πρὸς τὸν οὐρανὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 57.207 ΟΜΙΛΙΑ ΙΓʹ. Τότε ἀνήχθη ὁ Ἰησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. αʹ. Τότε· πότε; Μετὰ τὴν τοῦ Πνεύματος κάθοδον, μετὰ τὴν φωνὴν ἄνωθεν ἐνεχθεῖσαν καὶ λέγουσαν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδό 57.208 κησα. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου· τοῦτο γὰρ αὐτὸν ἀνάγειν ἐνταῦθά φησιν. Ἐπειδὴ γὰρ πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττε καὶ ὑπέμενεν, ἀνέχεται καὶ τῆς ἐκεῖσε ἀναγωγῆς, καὶ τῆς πρὸς τὸν διάβολον πάλης· ἵνα ἕκαστος 57.209 τῶν βαπτιζομένων, εἰ μετὰ τὸ βάπτισμα μείζονας ὑπομείνειε πειρασμοὺς, μὴ ταράττηται, ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γινομένου, ἀλλὰ μένῃ γενναίως πάντα φέρων, ὡς κατὰ ἀκολουθίαν τούτου συμβαίνοντος. Καὶ γὰρ διὰ τοῦτο ἔλαβες ὅπλα, οὐχ ἵνα ἀργῇς, ἀλλ' ἵνα πολεμῇς. ∆ιὰ τοῦτο οὐδὲ ἐπιόντας κωλύει τοὺς πειρασμοὺς ὁ Θεός· πρῶτον μὲν ἵνα μάθῃς ὅτι πολλῷ γέγονας ἰσχυρότερος· ἔπειτα ἵνα μένῃς μετριάζων, μηδὲ τῷ μεγέθει τῶν δωρεῶν ἐπαρθῇς, τῶν πειρασμῶν συστέλλειν σε δυναμένων· πρὸς τούτοις, ἵνα ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὁ τέως ἀμφιβάλλων περὶ τῆς σῆς ἀποστάσεως, ἀπὸ τῆς βασάνου τῶν πειρασμῶν πληροφορηθῇ, ὅτι τέλεον αὐτὸν ἐγκαταλιπὼν ἀπέστης· τέταρτον, ἵνα ἰσχυρότερος καὶ σιδήρου παντὸς εὐτονώτερος ταύτῃ κατασκευασθῇς· πέμπτον, ἵνα ἀπόδειξιν λάβῃς σαφῆ τῶν πιστευθέντων σοι θησαυρῶν. Οὐδὲ γὰρ ἂν ἐπῆλθεν ὁ διάβολος, εἰ μή σε ἐν μείζονι γενόμενον εἶδε τιμῇ. Ἐντεῦθεν γοῦν καὶ ἐξ ἀρχῆς ἐπανέστη τῷ Ἀδὰμ, ἐπειδὴ πολλῆς αὐτὸν εἶδεν ἀπολαύσαντα τῆς ἀξίας. ∆ιὰ τοῦτο παρετάξατο πρὸς τὸν Ἰὼβ, ἐπειδὴ στεφανούμενον αὐτὸν καὶ ἀνακηρυττόμενον ἐθεάσατο παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Καὶ πῶς οὖν φησιν· Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν; ∆ιὰ τοῦτο οὐκ ἀνιόντα αὐτὸν ἁπλῶς δείκνυσί σοι τὸν Ἰησοῦν, ἀλλὰ ἀναγόμενον κατὰ τὸν τῆς οἰκονομίας λόγον, αἰνιττόμενος διὰ τούτων, ὅτι οὐκ αὐτοὺς ἐπιπηδᾷν χρὴ, ἀλλ' ἑλκομένους ἑστάναι γενναίως. Καὶ ὅρα ποῦ λαβὼν αὐτὸν τὸ Πνεῦμα ἀνήγαγεν· οὐκ εἰς πόλιν καὶ ἀγορὰν, ἀλλ' εἰς ἔρημον. Ἐπειδὴ γὰρ τὸν διάβολον ἐπισπάσασθαι ἐβούλετο, οὐ διὰ τῆς πείνης μόνον, ἀλλὰ καὶ διὰ τοῦ τόπου δίδωσιν αὐτῷ λαβήν. Τότε γὰρ μάλιστα ἐπιτίθεται ὁ διάβολος, ὅταν ἴδῃ μεμονωμένους καὶ καθ' ἑαυτοὺς ὄντας. Οὕτω καὶ τῇ γυναικὶ παρὰ τὴν ἀρχὴν ἐπέθετο, μόνην αὐτὴν ἀπολαβὼν, καὶ τοῦ ἀνδρὸς χωρὶς οὖσαν εὑρών. Ὅταν μὲν γὰρ μεθ' ἑτέρων ὄντας ἴδῃ καὶ συγκεκροτημένους, οὐχ ὁμοίως θαῤῥεῖ, οὐδὲ ἔπεισι. ∆ιὸ χρὴ μάλιστα καὶ διὰ τοῦτο μετ' ἀλλήλων ἀγελάζεσθαι συνεχῶς, ὥστε μὴ εὐχειρώτους εἶναι τῷ διαβόλῳ. Εὑρὼν τοίνυν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἐρήμῳ ἀβάτῳ (ὅτι γὰρ τοιαύτη ἡ ἔρημος ἦν, ὁ Μάρκος ἐδήλωσεν εἰπὼν, ὅτι Μετὰ τῶν θηρίων ἦν)· ὅρα μεθ' ὅσης προσέρχεται κακουργίας καὶ πονηρίας, καὶ ποῖον παρατηρεῖ καιρόν. Οὐδὲ γὰρ νηστεύοντι, ἀλλὰ πεινῶντι προσέρχεται· ἵνα σὺ μάθῃς, ἡλίκον ἡ νηστεία καλὸν, καὶ πῶς ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου μέγιστον, καὶ ὅτι μετὰ τὸ λουτρὸν οὐ