81
τρυφῇ καὶ μέθῃ καὶ τραπέζῃ πληθούσῃ, ἀλλὰ νηστείᾳ προσέχειν δεῖ. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς ἐνήστευσεν, οὐκ αὐτὸς ταύτης δεόμενος, ἀλλ' ἡμᾶς παιδεύων. Ἐπειδὴ γὰρ τὰ ἁμαρτήματα τὰ πρὸ τοῦ λουτροῦ τὸ γαστρὶ δουλεύειν εἰσήγαγεν· ὥσπερ ἂν εἴ τις νοσοῦντα ὑγιῆ ποιήσας, κελεύοι μὴ ποιεῖν ἐκεῖνα, ἐξ ὧν ἡ νόσος γέγονεν· οὕτω δὴ καὶ ἐνταῦθα καὶ αὐτὸς μετὰ τὸ λουτρὸν νηστείαν εἰσήγαγε. Καὶ γὰρ καὶ τὸν Ἀδὰμ ἡ ἀκρασία τῆς γαστρὸς ἐξέβαλε τοῦ παραδείσου, καὶ τὸν κατακλυσμὸν τὸν ἐπὶ τοῦ Νῶε αὕτη πεποίηκε, καὶ τοὺς Σοδόμων κεραυνοὺς αὕτη κατήγαγεν. Εἰ γὰρ καὶ πορνείας ἔγκλημα ἦν, ἀλλ' ὅμως ἑκατέρας τῆς κολάσεως ἡ ῥίζα ἐντεῦθεν ἐφύη· ὅπερ καὶ ὁ Ἰεζεκιὴλ αἰνιττόμενος ἔλεγε· Πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν ὑπερηφανίᾳ 57.210 καὶ ἐν πλησμονῇ ἄρτων, καὶ ἐν εὐθηνίαις ἐσπατάλων. Οὕτω καὶ Ἰουδαῖοι τὰ μέγιστα εἰργάσαντο κακὰ, ἀπὸ τῆς μέθης καὶ τῆς τρυφῆς ἐπὶ τὴν ἀνομίαν ἐξοκείλαντες. βʹ. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς νηστεύει τεσσαράκοντα ἡμέρας, ἡμῖν τὰ φάρμακα τῆς σωτηρίας δεικνὺς, καὶ οὐ προέρχεται περαιτέρω, ὥστε μὴ πάλιν τῇ ὑπερβολῇ τοῦ θαύματος ἀπιστηθῆναι τῆς οἰκονομίας τὴν ἀλήθειαν. Νῦν μὲν γὰρ οὐκ ἂν τοῦτο ἐγένετο, ἐπειδὴ καὶ Μωϋσῆς καὶ Ἠλίας προλαβόντες εἰς τοσοῦτον ἴσχυσαν ἐξελθεῖν μῆκος, τῇ τοῦ Θεοῦ κραταιούμενοι δυνάμει. Εἰ δὲ περαιτέρω προέβη, πολλοῖς ἂν καὶ ἐντεῦθεν ἄπιστος ἔδοξεν εἶναι ἡ τῆς σαρκὸς ἀνάληψις. Νηστεύσας τοίνυν τεσσαράκοντα ἡμέρας καὶ νύκτας τοσαύτας, Ὕστερον ἐπείνασε· λαβὴν αὐτῷ παρέχων εἰς τὸ προσελθεῖν, ἵνα συμπλακεὶς δείξῃ πῶς δεῖ περιγίνεσθαι καὶ νικᾷν. Οὕτω δὴ καὶ ἀθληταὶ ποιοῦσι· τοὺς γὰρ μαθητὰς τοὺς ἑαυτῶν διδάσκοντες περιγίνεσθαι καὶ νικᾷν, ἑκόντες ἐν ταῖς παλαίστραις συμπλέκονται ἑτέροις, ἐν τοῖς τῶν ἀντιπάλων σώμασι παρέχοντες τούτοις θεωρεῖν καὶ παιδεύεσθαι τῆς νίκης τὸν τρόπον. Ὃ δὴ καὶ τότε ἐγένετο. Ἐπειδὴ γὰρ ἐβούλετο αὐτὸν ἐπισπάσασθαι εἰς τοῦτο, καὶ τὸ πεινῇν αὐτῷ κατάδηλον ἐποίησε, καὶ προσελθόντα ἐδέξατο, καὶ δεξάμενος, ἅπαξ καὶ δὶς καὶ τρὶς αὐτὸν κατέῤῥαξε μετ' εὐκολίας τῆς αὐτῷ προσηκούσης. Ἀλλ' ἵνα μὴ παρατρέχοντες τὰς νίκας ταύτας, λυμαινώμεθα ὑμῶν τὴν ὠφέλειαν, ἀπὸ τῆς πρώτης ἀρξάμενοι προσβολῆς ἑκάστην μετὰ ἀκριβείας ἐξετάσωμεν. Ἐπειδὴ γὰρ ἐπείνασε, φησὶ, Προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ἐπειδὴ γὰρ ἤκουσε φωνῆς ἄνωθεν φερομένης καὶ λεγούσης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· ἤκουσε δὲ καὶ Ἰωάννου τοσαῦτα περὶ αὐτοῦ μαρτυροῦντος, εἶτα εἶδε πεινῶντα· ἐν ἀμηχανίᾳ λοιπὸν ἦν, καὶ οὔτε ὅτι ἄνθρωπος ἦν ψιλὸς πιστεῦσαι ἡδύνατο, διὰ τὰ περὶ αὐτοῦ λεχθέντα· οὐδ' αὖ πάλιν παραδέξασθαι, ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ, διὰ τὸ βλέπειν αὐτὸν πεινῶντα. Ὅθεν ἐν ἀμηχανίᾳ γενόμενος, ἀμφιβόλους ἀφίησι φωνάς. Καὶ ὥσπερ τῷ Ἀδὰμ προσελθὼν παρὰ τὴν ἀρχὴν, πλάττει τὰ μὴ ὄντα, ἵνα μάθῃ τὰ ὄντα· οὕτω δὴ καὶ ἐνταῦθα, οὐκ εἰδὼς σαφῶς τὸ ἀπόῤῥητον τῆς οἰκονομίας μυστήριον, καὶ τίς ποτέ ἐστιν ὁ παρὼν, ἕτερα ἐπιχειρεῖ πλέκειν δίκτυα, δι' ὧν ᾤετο εἴσεσθαι τὸ κεκρυμμένον καὶ ἀσαφές. Καὶ τί φησιν; Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Οὐκ εἶπεν, Ἐπειδὴ πεινᾷς, ἀλλ', Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ· νομίζων ὑποκλέπτειν αὐτὸν τοῖς ἐγκωμίοις. ∆ιὸ καὶ τὴν πεῖναν ἐσίγησεν, ἵνα μὴ δόξῃ προφέρειν αὐτῷ τοῦτο καὶ ὀνειδίζειν. Οὐ γὰρ εἰδὼς τῶν οἰκονομουμένων τὸ μέγεθος, αἰσχρὸν αὐτῷ τοῦτο ἐνόμιζεν εἶναι. ∆ιὸ κολακεύων αὐτὸν ὑπούλως, τῆς ἀξίας μέμνηται μόνης. Τί οὖν ὁ Χριστός; Τὸν τῦφον αὐτοῦ καθαιρῶν, καὶ δεικνὺς οὐκ αἰσχύνης ἄξιον ὂν τὸ συμβὰν, οὐδὲ ἀνάξιον τῆς αὐτοῦ σοφίας, ὅπερ κολακεύων αὐτὸν ἐκεῖνος ἀπεσίγησε, τοῦτο εἰς μέσον αὐτὸς προφέρει καὶ τίθησι, λέγων· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος. Ὅθεν ἄρχεται ἀπὸ τῆς κατὰ τὴν γαστέρα ἀνάγκης. Σὺ δέ μοι σκόπει τοῦ πονηροῦ δαίμονος ἐκείνου τὴν κακουργίαν, καὶ πόθεν ἄρχεται τῶν παλαισμάτων, 57.211 καὶ πῶς τῆς οἰκείας οὐκ ἐπιλανθάνεται τέχνης. Ἀφ' ὧν γὰρ καὶ τὸν πρῶτον ἐξέβαλεν ἄνθρωπον, καὶ ἑτέροις περιέβαλε κακοῖς, ἀπὸ τούτων καὶ ἐνταῦθα πλέκει τὸν δόλον,