83
ῥιπτεῖν εἰς φάραγγας καὶ κρημνοὺς, τῆς ἐκείνου φάλαγγός ἐστιν. Οὕτω γοῦν ὁ παρ' αὐτοῖς πλάνος ποιεῖ πανταχοῦ. Ἀλλ' ὁ Χριστὸς, καὶ τούτων εἰρημένων, οὐδέπω ἑαυτὸν ἐκκαλύπτει, ἀλλ' ὡς ἄνθρωπος τέως αὐτῷ διαλέγεται. Τὸ γὰρ εἰπεῖν, Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, καὶ τὸ, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, οὐ σφόδρα ἑαυτὸν ἐκκαλύπτοντος ἦν, ἀλλ' ἕνα τῶν πολλῶν δεικνύντος. Μὴ θαυμάσῃς δὲ, εἰ τῷ Χριστῷ διαλεγόμενος περιτρέπεται πολλάκις. Καθάπερ γὰρ οἱ πυκτεύοντες, ὅταν καιρίας δέξωνται πληγὰς, αἵματι περιῤῥεόμενοι πολλῷ καὶ σκοτούμενοι περιφέρονται· οὕτω δὴ καὶ αὐτὸς ἀπὸ τῆς προτέρας καὶ δευτέρας πληγῆς σκοτωθεὶς, ἁπλῶς τὰ ἐπιόντα φθέγγεται· καὶ πρόεισιν ἐπὶ τὴν τρίτην προσβολήν. Καὶ ἀναγαγὼν αὐτὸν εἰς ὄρος ὑψηλὸν, δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας, καί φησι· Πάντα σοι ταῦτα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ἐπειδὴ γὰρ λοιπὸν εἰς τὸν Πατέρα ἡμάρτανε, τὰ ἐκείνου πάντα αὐτοῦ λέγων εἶναι, καὶ θεὸν ἐσπούδαζεν ἑαυτὸν ἀποφῆναι, ὡς δημιουργὸν τοῦ παντὸς, τότε ἐπετίμησε καὶ οὐδὲ τότε μετὰ σφοδρότητος, ἀλλ' ἁπλῶς· Ὕπαγε, Σατανᾶ· ὅπερ καὶ πρόσταγμα μᾶλλον ἦν, ἢ ἐπιτίμησις. Ὁμοῦ τε γὰρ εἶπεν αὐτῷ, Ὕπαγε, καὶ δραπετεῦσαι αὐτὸν ἐποίησεν· οὔτε γὰρ ἑτέρους πειρασμοὺς προσήγαγε. δʹ. Καὶ πῶς ὁ Λουκᾶς φησιν, ὅτι πάντα συνετέλεσε πειρασμόν; Ἐμοὶ δοκεῖ τὰ κεφάλαια τῶν πειρασμῶν εἰπὼν, πάντα εἰρηκέναι, ὡς καὶ τῶν ἄλλων ἐν τούτοις περιειλημμένων. Τὰ γὰρ μυρία συνέχοντα κακὰ, ταῦτά ἐστι· τὸ γαστρὶ δουλεύειν, τὸ πρὸς κενοδοξίαν τι ποιεῖν, τὸ μανίᾳ χρημάτων ὑπεύθυνον εἶναι. Ὅπερ οὖν καὶ ὁ μιαρὸς οὗτος συνιδὼν, τὸ πάντων ἰσχυρότερον ὕστερον τέθεικε, τὴν τοῦ πλείονος ἐπιθυμίαν· ἄνωθεν μὲν καὶ ἐξ ἀρχῆς ὠδίνων ἐλθεῖν ἐπὶ τοῦτο, ἔσχατον δὲ τοῦτο τηρῶν, ὡς τῶν ἄλλων δυνατώτερον ὄν. Καὶ γὰρ οὗτος αὐτοῦ τῆς πάλης ὁ νόμος, τὰ δοκοῦντα μᾶλλον ὑποσκελίζειν, ταῦτα ἔσχατα προσάγειν. Ὅπερ καὶ ἐπὶ τοῦ Ἰὼβ ἐποίησε. ∆ιὸ δὴ καὶ ἐνταῦθα ἀπὸ τῶν δοκούντων εἶναι εὐτελεστέρων καὶ ἀσθενεστέρων ἀρξάμενος, ἐπὶ τὸ ἰσχυρότερον πρόεισι. Πῶς οὖν τούτου περιγενέσθαι δεῖ; Οὕτως ὡς ὁ Χριστὸς ἐπαίδευσεν, ἐπὶ τὸν Θεὸν καταφεύγοντας, καὶ μήτε ἐν λιμῷ ταπεινοῦσθαι, πιστεύοντας τῷ δυναμένῳ καὶ διὰ λόγου τρέφειν, μήτε ἐν οἷς ἂν λαμβάνωμεν ἀγαθοῖς πειράζειν τὸν δεδωκότα, ἀλλ' ἀρκεῖσθαι τῇ ἄνωθεν δόξῃ, τῆς ἀνθρωπίνης οὐδένα ποιουμένους λόγον, καὶ πανταχοῦ τῆς χρείας τὸ περιττὸν ἀτιμάζειν. Οὐδὲν γὰρ οὕτως ὑποπίπτειν τῷ διαβόλῳ ποιεῖ, ὡς τὸ τοῦ πλείονος ἐφίεσθαι, καὶ πλεονεξίας ἐρᾷν. Καὶ τοῦτο καὶ ἀπὸ τῶν νῦν γινομένων ἔστιν ἰδεῖν. Καὶ γὰρ καὶ νῦν εἰσιν οἱ λέγοντες· Ταῦτά σοι πάντα δώσομεν, ἐὰν πεσὼν προσκυνήσῃς· ἄνθρωποι μὲν ὄντες τὴν φύσιν, ὄργανα δὲ ἐκείνου γενόμενοι. Ἐπεὶ καὶ τότε οὐ δι' ἑαυτοῦ μόνον, ἀλλὰ καὶ δι' ἑτέρων αὐτῷ προσῄει. Ὅπερ καὶ 57.213 ὁ Λουκᾶς δηλῶν ἔλεγεν, ὅτι Ἕως καιροῦ ἀπέστη ἀπ' αὐτοῦ· δηλῶν ὅτι μετὰ ταῦτα διὰ τῶν οἰκείων ὀργάνων αὐτῷ προσῄει. Καὶ ἰδοὺ ἄγγελοι προσῆλθον, καὶ διηκόνουν αὐτῷ. Ἡνίκα γὰρ τὰ τῆς προσβολῆς ἐγίνετο, οὐκ εἴασεν αὐτοὺς φαίνεσθαι, ὥστε μὴ ταύτῃ σοβῆσαι τὴν ἄγραν· ἐπειδὴ δὲ αὐτὸν ἐν ἅπασιν ἤλεγξε, καὶ δραπετεῦσαι παρεσκεύασε, τότε φαίνονται ἐκεῖνοι· ἵνα καὶ σὺ μάθῃς, ὅτι καὶ σὲ μετὰ τὰς κατ' ἐκεῖνον νίκας ἄγγελοι δέξονται, κροτοῦντες καὶ δορυφοροῦντες ἐν ἅπασιν. Οὕτω γοῦν καὶ τὸν Λάζαρον μετὰ τὴν κάμινον τῆς πτωχείας καὶ τοῦ λιμοῦ καὶ τῆς στενοχωρίας ἁπάσης, ἄγγελοι λαβόντες ἀπῆλθον. Ὅπερ γὰρ ἔφθην εἰπὼν πολλὰ ὁ Χριστὸς ἐπιδείκνυται νῦν, ὧν καὶ ἡμεῖς ἀπολαύειν μέλλομεν. Ἐπεὶ οὖν ταῦτα πάντα διὰ σὲ γέγονε, ζήλωσον καὶ μίμησαι τὴν νίκην. Κἂν προσέλθῃ σοί τις τῶν τοῦ δαίμονος ἐκείνου θεραπευτῶν, καὶ τὰ ἐκείνου φρονούντων, ὀνειδίζων καὶ λέγων· Εἰ θαυμαστὸς εἶ καὶ μέγας, μετάστησον τὸ ὄρος· μὴ ταραχθῇς, μηδὲ θορυβηθῇς· ἀλλὰ μετὰ ἐπιεικείας ἀπόκριναι, καὶ εἰπὲ ὅπερ τοῦ ∆εσπότου σου ἤκουσας λέγοντος· Οὐκ ἐκπειράσεις Κύριον τὸν