84
Θεόν σου. Κἂν ἐκεῖνος δόξαν καὶ δυναστείαν προβαλλόμενος, καὶ χρημάτων πλῆθος ἄπειρον, κελεύῃ προσκυνεῖν, στῆθι πάλιν γενναίως. Οὐδὲ γὰρ ἐπὶ τοῦ κοινοῦ ∆εσπότου πάντων ἡμῶν τοῦτο πεποίηκεν ὁ διάβολος μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν ἐφ' ἑκάστου τῶν ἐκείνου δούλων ταύτας προσάγει τὰς μηχανάς· οὐκ ἐν ὄρεσι μόνον καὶ ἐν ἐρημίαις, οὐδὲ δι' ἑαυτοῦ, ἀλλὰ καὶ ἐν πόλεσι, καὶ ἐν ἀγοραῖς, καὶ ἐν δικαστηρίοις, καὶ διὰ τῶν συγγενῶν ἡμῖν ἀνθρώπων. Τί οὖν δεῖ ποιεῖν; Ἀπιστεῖν αὐτῷ καθόλου, καὶ τὰς ἀκοὰς ἀποφράττειν, καὶ κολακεύοντα μισεῖν, καὶ ὅταν μείζονα ἐπαγγέλληται, τότε μειζόνως ἀποστρέφεσθαι. Ἐπεὶ καὶ τὴν Εὔαν, ὅτε μάλιστα ἐπῆρε ταῖς ἐλπίσι, τότε κατέβαλε, καὶ τὰ μέγιστα εἰργάσατο κακά. Καὶ γὰρ ἐχθρός ἐστιν ἄσπονδος, καὶ πόλεμον ἀκήρυκτον ἀνεδέξατο πρὸς ἡμᾶς. Καὶ οὐχ οὕτως ἡμεῖς σπουδάζομεν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ὡς ἐκεῖνος ὑπὲρ τῆς ἀπωλείας τῆς ἡμετέρας. Ἀποστραφῶμεν τοίνυν αὐτὸν, μὴ ῥήμασι μόνον, ἀλλὰ καὶ ἔργοις· μὴ διανοίᾳ, ἀλλὰ καὶ πράξεσι· καὶ μηδὲν ποιῶμεν τῶν ἐκείνῳ δοκούντων· οὕτω γὰρ πάντα ποιήσομεν τὰ τῷ Θεῷ δοκοῦντα. Καὶ γὰρ καὶ ἐπαγγέλλεται πολλὰ, οὐχ ἵνα δῷ, ἀλλ' ἵνα λάβῃ. Ἐπαγγέλλεται ἐξ ἁρπαγῆς, ἵνα ἀφέληται βασιλείαν καὶ δικαιοσύνην· καὶ τίθησιν ὥσπερ τινὰς παγίδας καὶ θήρατρα θησαυροὺς ἐν τῇ γῇ, ἵνα καὶ τούτων καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀποστερήσῃ θησαυρῶν· καὶ βούλεται ἐνταῦθα πλουτεῖν, ἵνα μὴ πλουτήσωμεν ἐκεῖ. Κἂν μὴ δυνηθῇ διὰ πλούτου τῆς ἐκεῖ λήξεως ἡμᾶς ἐκβαλεῖν, ἑτέραν ἔρχεται τὴν διὰ τῆς πενίας ὁδόν· ὅπερ ἐπὶ τοῦ Ἰὼβ πεποίηκεν. Ἐπειδὴ γὰρ εἶδεν, ὅτι οὐδὲν αὐτὸν ὁ πλοῦτος ἠδίκησε, διὰ τῆς πενίας πλέκει τὰ δίκτυα, ἐκεῖθεν αὐτοῦ περιέσεσθαι προσδοκῶν· οὗ τί γένοιτ' ἂν ἀνοητότερον; Ὁ γὰρ πλοῦτον δυνηθεὶς ἐνεγκεῖν σωφρόνως, πολλῷ μᾶλλον πενίαν οἴσει γενναίως· καὶ ὁ παρόντων οὐκ ἐπιθυμῶν χρημάτων, οὐδὲ ἀπόντα ζητήσει· ὥσπερ οὖν οὐδὲ ὁ μακάριος τότε ἐκεῖνος, ἀλλ' ἀπὸ τῆς πενίας λαμπρότερος ἐγίνετο πάλιν. Τὰ μὲν γὰρ χρήματα ἴσχυσεν ἀφελέσθαι ὁ 57.214 πονηρὸς δαίμων ἐκεῖνος· τὴν δὲ ἀγάπην τὴν πρὸς τὸν Θεὸν οὐ μόνον ἀφελεῖν οὐκ ἠδυνήθη, ἀλλὰ καὶ δυνατωτέραν ἐποίησε, καὶ πάντων αὐτὸν γυμνώσας, πλείοσιν ἐποίησε κομᾷν ἀγαθοῖς· διὸ καὶ ἐν ἀμηχανίᾳ ἦν. Ὅσῳ γὰρ πλείους ἐπήγαγε πληγὰς, τοσούτῳ τότε δυνατώτερον ἑώρα γινόμενον. ∆ιὸ δὴ πάντα ἐπελθὼν καὶ διακωδωνίσας, ἐπειδὴ πλέον οὐδὲν ἤνυσεν, ἐπὶ τὸ παλαιὸν ὅπλον ἔδραμε, τὴν γυναῖκα, καὶ προσωπεῖον ὑποδύεται κηδεμονίας, καὶ τὰς συμφορὰς ἐκτραγῳδεῖ τὰς ἐκείνου σφόδρα ἐλεεινῶς, καὶ προσποιεῖται ὑπὲρ ἀπαλλαγῆς τῶν ἐκείνου κακῶν τὴν ὀλεθρίαν ἐκείνην εἰσάγειν συμβουλήν. Ἀλλ' οὐδὲ οὕτως ἐκράτησε· καὶ γὰρ συνεῖδεν αὐτοῦ τὸ δέλεαρ ὁ θαυμαστὸς ἐκεῖνος ἀνὴρ, καὶ μετὰ πολλῆς τῆς συνέσεως τὴν ἐξ ἐκείνου φθεγγομένην γυναῖκα ἐπεστόμισεν. εʹ. Ὃ δὴ καὶ ἡμᾶς χρὴ ποιεῖν· κἂν ἀδελφὸν, κἂν φίλον γνήσιον, κἂν γυναῖκα, κἂν ὁντιναοῦν τῶν ἀναγκαιοτάτων ἡμῖν ὑποδὺς, φθέγγηταί τι τῶν οὐ προσηκόντων, μὴ ἀπὸ τοῦ προσώπου τοῦ ταῦτα λέγοντος δέχεσθαι τὴν συμβουλὴν, ἀλλ' ἀπὸ τῆς συμβουλῆς τῆς ὀλεθρίας τὸν ταῦτα λέγοντα ἀποστρέφεσθαι. Καὶ γὰρ καὶ νῦν πολλὰ τοιαῦτα ποιεῖ, καὶ συμπαθείας προβάλλεται προσωπεῖον· καὶ δοκεῖ μὲν εἶναι εὔνους, τὰ δὲ ὀλέθρια καὶ δηλητηρίων χαλεπώτερα ἐνίησι ῥήματα. Τὸ μὲν γὰρ ἐπὶ βλάβῃ κολακεύειν, ἐκείνου· τὸ δὲ ἐπὶ τῷ συμφέροντι παιδεύειν, Θεοῦ. Μὴ δὴ παραλογιζώμεθα, μηδὲ ἐκ παντὸς τρόπου τὸν ἄνετον ἐπιζητῶμεν βίον. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, φησίν. Ὥστε ὅταν εὐημερίας ἀπολαύωμεν ἐν πονηρίᾳ ζῶντες, τότε μάλιστα ἀλγῶμεν. Ἀεὶ μὲν γὰρ ἁμαρτάνοντας δεδοικέναι χρή· μάλιστα δὲ, ὅταν μηδὲν πάσχωμεν δεινόν. Ὅταν μὲν γὰρ κατὰ μέρος ἀπαιτῇ τὰς τιμωρίας ὁ Θεὸς, κούφην ἡμῖν ποιεῖ τὴν ὑπὲρ τούτων ἔκτισιν· ὅταν δὲ ἐφ' ἑκάστου τῶν πλημμελουμένων μακροθυμῇ, εἰς μεγάλην ἡμᾶς τοῖς τοιούτοις ἐπιμένοντας ταμιεύεται δίκην. Εἰ γὰρ τοῖς κατορθοῦσιν ἀναγκαῖον ἡ θλῖψις, πολλῷ μᾶλλον τοῖς ἁμαρτάνουσιν. Ὅρα γοῦν πόσης μακροθυμίας ἀπολαύσας ὁ Φαραὼ, ἐσχάτην ὑπὲρ