85
πάντων ὕστερον ἔδωκε δίκην· πόσα ὁ Ναβουχοδονόσορ πλημμελήσας, πρὸς τῷ τέλει τὸ πᾶν ἐξέτισε· καὶ ὁ πλούσιος, ἐπεὶ μηδὲν ἔπαθεν ἐνταῦθα δεινὸν, δι' αὐτὸ τοῦτο μάλιστα γέγονεν ἄθλιος, ὅτι τρυφήσας ἐν τῷ παρόντι βίῳ, ἀπῆλθεν ἐκεῖ πάντων τούτων δώσων δίκην, ἔνθα οὐδὲ παραμυθίαν ἦν εὑρεῖν τοῦ κακοῦ. Ἀλλ' ὅμως εἰσί τινες οὕτω ψυχροὶ καὶ ἀνόητοι, ὡς τὰ ἐνταῦθα ἐπιζητεῖν ἀεὶ μόνον, καὶ τὰ καταγέλαστα ἐκεῖνα λέγειν ῥήματα· Ἀπολαύσω τῶν παρόντων τέως πάντων, καὶ τότε σκέψομαι περὶ τῶν ἀδήλων· χαρίσομαι τῇ γαστρὶ, δουλεύσω ταῖς ἡδοναῖς, παραχρήσομαι τῷ παρόντι βίῳ· δίδου μοι τὴν σήμερον, καὶ λάμβανε τὴν αὔριον. Ὢ ὑπερβολὴ ἀνοίας! Καὶ τί τράγων καὶ χοίρων οἱ ταῦτα λέγοντες διαφέρουσιν; Εἰ γὰρ τοὺς ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζοντας οὐκ ἀφίησιν ὁ προφήτης ἀνθρώπους νομίζεσθαι, τίς ἡμῖν ἐγκαλέσει τούτους τράγους καὶ χοίρους καὶ ὄνων ἀνοητοτέρους εἶναι νομίζουσιν, οἳ τὰ τῶν ὁρωμένων φανερώτερα ταῦτα ἄδηλα εἶναι νομίζουσιν· Εἰ γὰρ μηδενὶ τῶν ἄλλων πιστεύεις, παράστηθι δαίμοσι μαστιζομένοις, τοῖς ἐπὶ τῇ βλάβῃ τῇ ἡμετέρᾳ ἅπαντα καὶ λέγειν καὶ πράττειν μεμελετηκόσιν. Οὐ 57.215 γὰρ δὴ πρὸς τοῦτο ἀντερεῖς, ὅτι οὐ πάντα ὥστε αὐξῆσαι τὴν ῥᾳθυμίαν ἡμῶν πράττουσι, καὶ τὸν τῆς γεέννης ἐκλῦσαι φόβον, καὶ ἀπιστηθῆναι τὰ ἐκεῖ δικαστήρια. Ἀλλ' ὅμως οἱ ταῦτα βουλόμενοι, βοῶντες καὶ ὀλολύζοντες πολλάκις τὰς ἐκεῖ βασάνους ἀνακηρύττουσι. Πόθεν οὖν ταῦτα λέγουσι, καὶ ἐναντία ὧν βούλονται φθέγγονται; Οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἐκ τοῦ πλείονα ὑπομένειν ἀνάγκην. Οὐ γὰρ ἂν ἠβουλήθησαν ἑκόντες ὁμολογεῖν, οὐδ' ὅτι ὑπὸ νεκρῶν ἀνθρώπων βασανίζονται, οὐδ' ὅτι ὅλως πάσχουσί τι δεινόν. Πρὸς τί οὖν μοι ταῦτα εἴρηται; Ὅτι δαίμονες ὁμολογοῦσι γέενναν, οἱ βουλόμενοι ἀπιστεῖσθαι γέενναν· σὺ δὲ, ὁ τοσαύτης ἀπολαύων τιμῆς, καὶ ἀποῤῥήτων κοινωνήσας μυστηρίων, οὐδὲ ἐκείνους μιμῇ, ἀλλὰ καὶ τούτων ἀγνωμονέστερος γέγονας. Καὶ τίς ἦλθεν ἐκ τῶν ἐν ᾅδου, φησὶ, καὶ ταῦτα ἀπήγγειλεν; Ἀπὸ γὰρ τῶν οὐρανῶν τίς παρεγένετο, καὶ εἶπεν ὅτι Θεός ἐστιν ὁ τὰ πάντα δημιουργήσας; Ὅτι δὲ ψυχὴν ἔχομεν, πόθεν δῆλον; Εἰ γὰρ δὴ τοῖς ὁρωμένοις μέλλεις πιστεύειν, καὶ περὶ Θεοῦ, καὶ περὶ ἀγγέλων, καὶ περὶ νοῦ, καὶ περὶ ψυχῆς ἀμφιβαλεῖς, καὶ οὕτω σοι πάντα οἰχήσεται τὰ τῆς ἀληθείας δόγματα. Καίτοιγε εἰ τοῖς φανεροῖς πιστεύειν βούλει, τοῖς ἀοράτοις μᾶλλον ἢ τοῖς ὁρωμένοις πιστεύειν δεῖ. Εἰ καὶ παράδοξον τὸ εἰρημένον, ἀλλ' ὅμως ἀληθὲς, καὶ παρὰ τοῖς νοῦν ἔχουσι σφόδρα ὡμολογημένον. Οἱ μὲν γὰρ ὀφθαλμοὶ πολλὰ σφάλλονται, οὐκ ἐν τοῖς ἀοράτοις μόνον (ἐκεῖνα γὰρ οὐδὲ ἴσασιν), ἀλλὰ καὶ ἐν αὐτοῖς οἷς δοκοῦσιν ὁρᾷν, καὶ διαστήματος, καὶ ἀέρος, καὶ διανοίας ἀλλαχοῦ τετραμμένης, καὶ θυμοῦ, καὶ φροντίδος, καὶ μυρίων ἑτέρων ἐμποδιζόντων αὐτῶν τὴν ἀκρίβειαν· ὁ δὲ τῆς ψυχῆς λογισμὸς, ἂν τὸ φῶς δέξηται τῶν θείων Γραφῶν, ἀκριβέστερον καὶ ἀνεξαπάτητον τῶν ὄντων ἔσται κριτήριον. Μὴ δὴ μάτην ἑαυτοὺς ἀπατῶμεν, μηδὲ πρὸς τῇ ῥᾳθυμίᾳ τοῦ βίου, τῇ διὰ τῶν τοιούτων τικτομένῃ δογμάτων, καὶ ὑπὲρ αὐτῶν τῶν δογμάτων χαλεπώτερον ἑαυτοῖς ἐπισωρεύωμεν πῦρ. Εἰ γὰρ μὴ ἔστι κρίσις, μηδὲ εὐθύνας δώσομεν τῶν πεπραγμένων, οὐδὲ τιμὰς τῶν πεπονημένων ληψόμεθα. Ἐννόησον οἷ τείνει τὰ τῆς βλασφημίας ὑμῶν, ὅταν λέγητε τὸν δίκαιον Θεὸν καὶ φιλάνθρωπον καὶ ἥμερον τοσούτους πόνους καὶ ἱδρῶτας ὑπερορᾷν. Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Εἰ γὰρ μηδαμόθεν ἄλλοθεν, ἀπὸ γοῦν τῶν κατὰ τὴν οἰκίαν τὴν σὴν ταῦτα συλλογίζου, καὶ τότε ὄψει τὸ ἄτοπον. Κἂν γὰρ μυριάκις ᾖς αὐτὸς ὠμὸς καὶ ἀπάνθρωπος, καὶ θηρίων αὐτῶν ἀγριώτερος, οὐκ ἂν ἕλοιο τὸν οἰκέτην τὸν εὔνουν γενόμενον τελευτῶν ἀφεῖναι ἄτιμον, ἀλλὰ καὶ ἐλευθερίᾳ ἀμείβῃ, καὶ χρημάτων δωρεᾷ· καὶ ἐπειδὴ αὐτὸς λοιπὸν ἀπιὼν οὐδὲν δύνασαι εἰς αὐτὸν ἐργάσασθαι ἀγαθὸν, τοῖς μέλλουσί σου κληρονομεῖν τῆς οὐσίας ἐπισκήπτεις ὑπὲρ αὐτοῦ, δεόμενος, παρακαλῶν, πάντα ποιῶν, ὥστε μὴ μεῖναι αὐτὸν ἀγέραστον. Εἶτα σὺ μὲν, ὁ πονηρὸς, οὕτω χρηστὸς καὶ φιλάνθρωπος γίνῃ πρὸς τὸν οἰκέτην· ἡ δὲ ἄπειρος ἀγαθότης, ὁ