86
Θεὸς, ἡ ἄφατος φιλανθρωπία, ἡ τοσαύτη χρηστότης, τοὺς οἰκέτας τοὺς ἑαυτοῦ τοὺς περὶ Πέτρον καὶ Παῦλον καὶ Ἰάκωβον καὶ Ἰωάννην, τοὺς καθ' ἑκάστην ἡμέραν δι' αὐτὸν λιμώξαντας, δεσμευθέντας, μαστιχθέντας, καταποντισθέντας, θηρίοις παραδοθέντας, ἀποθνήσκον 57.216 τας, τοσαῦτα παθόντας ἃ μηδὲ ἀριθμῆσαι ἔνι, ἀστεφανώτους περιόψεται; Καὶ ὁ μὲν ἀγωνοθέτης τὸν Ὀλυμπιονίκην ἀνακηρύττει καὶ στεφανοῖ, καὶ ὁ δεσπότης τὸν οἰκέτην, καὶ ὁ βασιλεὺς τὸν στρατιώτην, καὶ ἕκαστος ἁπλῶς τὸν θεραπεύσαντα αὐτὸν, οἷς δύναται ἀμείβεται καλοῖς· ὁ δὲ Θεὸς μόνος, μετὰ τοὺς τοσούτους ἱδρῶτας καὶ πόνους, οὐ μικρὸν, οὐ μέγα αὐτοῖς ἀγαθὸν ἀποδίδωσιν, ἀλλ' οἱ δίκαιοι καὶ εὐσεβεῖς ἐκεῖνοι, καὶ πᾶσαν ἀρετὴν ἐπελθόντες, ἐν τοῖς αὐτοῖς κείσονται τοῖς μοιχοῖς, καὶ πατραλοίαις, καὶ ἀνδροφόνοις, καὶ τυμβωρύχοις; Καὶ ποῦ ταῦτα ἂν ἔχοι λόγον; Εἰ γὰρ μηδὲν μετὰ τὴν ἐντεῦθέν ἐστιν ἀποδημίαν, ἀλλὰ μέχρι τῶν παρόντων τὰ ἡμέτερα, ἐν τοῖς αὐτοῖς ἐκεῖνοι τούτοις· μᾶλλον δὲ οὐδὲ ἐν τοῖς αὐτοῖς. Εἰ γὰρ καὶ μετὰ ταῦτα ἐν τοῖς αὐτοῖς, κατὰ τὸν σὸν λόγον, ἀλλ' ἐνταῦθα ἐν ἀνέσει μὲν οὗτοι, ἐν κολάσει δὲ ἐκεῖνοι τὸν πάντα γεγόνασι χρόνον. Καὶ ποῖος τοῦτο τύραννος, τίς ὠμὸς ἄνθρωπος καὶ ἀπηνὴς οὕτω περὶ τῶν αὐτοῦ ποτε ἐβουλεύσατο θεραπόντων καὶ ὑπηκόων; Εἶδες τῆς ἀτοπίας τὴν ὑπερβολὴν, καὶ ποῦ τελευτᾷ ὁ λόγος οὗτος; Οὐκοῦν εἰ καὶ μηδαμόθεν ἄλλοθεν βούλει, ἀπὸ τούτων τῶν λογισμῶν παιδευθεὶς, ἀπαλλάγηθι τῆς πονηρᾶς ταύτης ὑπονοίας, καὶ φεῦγε κακίαν, καὶ τῶν ὑπὲρ ἀρετῆς ἀντέχου πόνων· καὶ τότε εἴσῃ σαφῶς, ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα ἕστηκε. Κἄν τις ἔρηταί σε, Τίς ἐλθὼν ἐκεῖθεν ἀπήγγειλε τὰ ἐκεῖ; εἰπὲ πρὸς αὐτόν· Ἀνθρώπων μὲν οὐδὲ εἷς· ἦ γὰρ ἂν καὶ ἠπιστήθη πολλάκις, ἅτε κομπάζων καὶ ἐπαίρων τὸ πρᾶγμα· ὁ δὲ τῶν ἀγγέλων ∆εσπότης πάντα μετὰ ἀκριβείας ἐκεῖνα ἀπήγγειλε. Τί τοίνυν ἡμῖν δεῖ ἀνθρώπου, τοῦ μέλλοντος ἡμᾶς εὐθύνας ἀπαιτεῖν καθ' ἑκάστην ἡμέραν βοῶντος, ὅτι καὶ γέενναν ἡτοίμασε, καὶ βασιλείαν παρεσκεύασε, καὶ τούτων ἡμῖν ἀποδείξεις παρασχομένου σαφεῖς; Εἰ γὰρ μὴ ἔμελλε κρίνειν, οὐδ' ἂν ἐνταῦθα δίκην ἀπῄτησε. Καὶ γὰρ καὶ αὐτὸ τοῦτο πῶς ἂν ἔχοι λόγον, τὸ τῶν πονηρῶν τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ μὴ προσωπολήπτης ἐστὶν ὁ Θεὸς, ὥσπερ οὖν οὐδέ ἐστι, τί δήποτε τὸν μὲν ἀπῄτησε δίκην, τὸν δὲ ἀφῆκεν ἀτιμώρητον ἀπελθεῖν; Τοῦτο γὰρ τοῦ προτέρου πάλιν ἐστὶν ἀπορώτερον. Ἀλλ' εἰ βούλεσθε μετ' εὐγνωμοσύνης ἀκούειν τῶν λεγομένων, καὶ ταύτην διαλύσομεν τὴν ἀπορίαν. Τίς οὖν ἐστιν ἡ λύσις; Οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην, ἵνα μὴ ἀπογνῷς τὴν ἀνάστασιν, καὶ ἀπελπίσῃς τὴν κρίσιν, ὡς πάντων ἐνταῦθα διδόντων λόγον· οὔτε πάντας ἀφίησιν ἀτιμωρητὶ ἀπελθεῖν, ἵνα μὴ πάλιν ἀπρονόητα εἶναι τὰ πάντα νομίσῃς· ἀλλὰ καὶ κολάζει, καὶ οὐ κολάζει· δι' ὧν μὲν κολάζει, δεικνὺς ὅτι καὶ ἐκεῖ τοὺς οὐ κολασθέντας ἐνταῦθα ἀπαιτήσει λόγον· δι' ὧν δὲ οὐ κολάζει, παρασκευάζων σε πιστεύειν, ὅτι ἔστι τι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν κριτήριον φοβερόν. Εἰ δὲ καθόλου τῶν προτέρων ἠμέλει, οὐδ' ἂν ἐκόλασέ τινας ἐνταῦθα, οὐδ' ἂν εὐηργέτησε. Νῦν δὲ ὁρᾷς αὐτὸν διὰ σὲ καὶ οὐρανὸν τείνοντα, καὶ ἥλιον ἀνάπτοντα, καὶ γῆν θεμελιοῦντα, καὶ θάλατταν χέοντα, καὶ ἀέρα ἁπλοῦντα, καὶ σελήνῃ τάττοντα δρόμους, καὶ ταῖς ὥραις τοῦ ἔτους ἀκινήτους τιθέντα νόμους, καὶ τὰ ἄλλα δὲ ἅπαντα τῷ νεύματι τῷ ἐκείνου τὸν ἑαυτῶν μετὰ ἀκριβείας 57.217 ἀνύοντα δρόμον. Καὶ γὰρ ἡ φύσις ἡ ἡμετέρα, καὶ ἡ τῶν ἀλόγων, τῶν ἑρπόντων, τῶν βαδιζόντων, τῶν πετομένων, τῶν νηχομένων, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν ὄρεσι, τῶν ἐν νάπαις, τῶν ἐν οἰκίαις, τῶν ἐν ἀέρι, τῶν ἐν πεδίοις, καὶ φυτὰ, καὶ σπέρματα, καὶ δένδρα, τά τε ἄγρια, τά τε ἥμερα, τά τε ἔγκαρπα καὶ ἄκαρπα, καὶ πάντα ἁπλῶς ὑπὸ τῆς ἀκαμάτου κινούμενα χειρὸς ἐκείνης, τὴν ἡμετέραν οἰκονομεῖ ζωὴν, οὐ πρὸς χρείαν μόνον, ἀλλὰ καὶ πρὸς φιλοτιμίαν τὴν διακονίαν ἡμῖν ἐξ αὐτῶν παρεχόμενα. Τοσαύτην τοίνυν ὁρῶν εὐταξίαν, καίτοιγε οὐδὲ τὸ πολλοστὸν εἴπομεν μέρος, τολμᾷς εἰπεῖν,