88
καὶ αὐτὸς τέθεικε λέγων· Ἦλθεν Ἰωάννης μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· ∆αιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς. Ἄλλως δὲ καὶ ἀναγκαῖον ἦν παρ' ἑτέρου πρότερον λεχθῆναι τὰ περὶ αὐτοῦ, καὶ μὴ παρ' αὐτοῦ. Εἰ γὰρ καὶ μετὰ τοσαύτας καὶ τηλικαύτας μαρτυρίας τε καὶ ἀποδείξεις ἔλεγον· Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής· εἰ μηδὲν εἰρηκότος Ἰωάννου παρελθὼν εἰς μέσους πρῶτος αὐτὸς ἐμαρτύρησε, τί οὐκ ἂν ἐφθέγξαντο; ∆ιὰ τοῦτο οὔτε ἐκήρυξε πρὸ ἐκείνου, οὔτε ἐθαυματούργησεν, ἕως ἐνέπεσεν εἰς τὸ δεσμωτήριον ἐκεῖνος, ἵνα μὴ ταύτῃ τὸ πλῆθος σχίζηται. ∆ιὰ τοῦτο οὐδὲ σημεῖον οὐδὲν ἐποίησεν Ἰωάννης, ἵνα καὶ ἐντεῦθεν τὸ πλῆθος τῷ Ἰησοῦ παραδῷ, τῶν θαυμάτων πρὸς ἐκεῖνον ἑλκόντων αὐτούς. Εἰ γὰρ καὶ τοσούτων οἰκονομηθέντων, καὶ πρὸ τοῦ δεσμωτηρίου, καὶ μετὰ τὸ δεσμωτήριον, ζηλοτύπως πρὸς αὐτὸν εἶχον οἱ μαθηταὶ Ἰωάννου· καὶ οἱ πολλοὶ δὲ οὐχὶ αὐτὸν, ἀλλὰ τὸν Ἰωάννην ὑπώπτευον εἶναι τὸν Χριστόν· εἰ μηδὲν τούτων ἐγένετο, τί οὐκ ἂν συνέβη; ∆ιὰ τοῦτο καὶ ὁ Ματθαῖος ἐπισημαίνεται, ὅτι ἀπὸ τότε ἤρξατο κηρύσσειν· καὶ ἀρξάμενος τὸ κήρυγμα, ὃ ἐκεῖνος ἐκήρυττε, τοῦτο καὶ αὐτὸς ἐδίδασκε, καὶ οὐδὲν οὐδέπω περὶ ἑαυτοῦ τὸ κήρυγμα ὃ ἐκήρυττε λέγει. Καὶ γὰρ καὶ τοῦτο τέως ἀγαπητὸν ἦν παραδεχθῆναι, ἐπεὶ μηδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον. βʹ. ∆ιὰ τοῦτο καὶ ἀρχόμενος οὐδὲν φορτικὸν τίθησι 57.219 καὶ ἐπαχθὲς, οἷον ἐκεῖνος, ἀξίνην, καὶ δένδρον κοπτόμενον, καὶ πτύου καὶ ἅλωνος καὶ πυρὸς ἀσβέστου μνημονεύων· ἀλλὰ χρηστὰ προοιμιάζεται, τοὺς οὐρανοὺς καὶ τὴν βασιλείαν τὴν ἐκεῖ τοῖς ἀκούουσιν εὐαγγελιζόμενος. Καὶ περιπατῶν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφοὺς, Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν (ἦσαν γὰρ ἁλιεῖς), καὶ λέγει αὐτοῖς· ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ. Καίτοι Ἰωάννης φησὶν ἑτέρως αὐτοὺς κεκλῆσθαι. Ὅθεν δῆλον, ὅτι δευτέρα αὕτη ἡ κλῆσις ἦν· καὶ πολλαχόθεν τοῦτο ἄν τις συνίδοι. Ἐκεῖ μὲν γάρ φησιν, ὅτι οὔπω βληθέντος Ἰωάννου εἰς τὴν φυλακὴν προσῆλθον· ἐνταῦθα δὲ, μετὰ τὸ ἐμπεσεῖν αὐτόν. Κἀκεῖ μὲν ὁ Ἀνδρέας καλεῖ τὸν Πέτρον· ἐνταῦθα δὲ ἀμφοτέρους ὁ Ἰησοῦς. Καὶ Ἰωάννης μέν φησιν, ὅτι Ἰδὼν ὁ Ἰησοῦς τὸν Σίμωνα ἐρχόμενον, λέγει· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ὁ δὲ Ματθαῖός φησιν, ὅτι ἤδη τοῦτο κεκλημένος ἦν τὸ ὄνομα· Ἰδὼν γὰρ, φησὶ, Σίμωνα τὸν λεγόμενον Πέτρον. Καὶ ἀπὸ τοῦ τόπου δὲ, ὅθεν ἐκλήθησαν, καὶ πολλαχόθεν ἄλλοθεν ἄν τις τοῦτο συνίδοι, καὶ ἐκ τοῦ ῥᾳδίως ὑπακοῦσαι, καὶ ἐκ τοῦ πάντα ἀφεῖναι. Ἤδη γὰρ ἦσαν προπεπαιδευμένοι καλῶς. Ἐκεῖ μὲν γὰρ εἰς τὴν οἰκίαν φαίνεται ὁ Ἀνδρέας ἐρχόμενος, καὶ πολλὰ ἀκούων· ἐνταῦθα δὲ ψιλὸν ῥῆμα ἀκούσαντες, εὐθέως ἠκολούθησαν. Καὶ γὰρ εἰκὸς ἀκολουθήσαντας ἐξ ἀρχῆς ἀφεῖναι πάλιν, τόν τε Ἰωάννην ἰδόντας εἰς δεσμωτήριον ἐμπεσόντα καὶ αὐτὸν ἀναχωροῦντα, καὶ ἐπὶ τὴν οἰκείαν πάλιν τέχνην ἐπανελθεῖν. Οὕτω γοῦν αὐτοὺς καὶ εὑρίσκει ἁλιεύοντας. Αὐτὸς δὲ οὔτε βουλομένους ἀναχωρῆσαι τὴν ἀρχὴν ἐκώλυσεν, οὔτε ἀναχωρήσαντας εἰς τέλος ἀφῆκεν· ἀλλ' ἐνδοὺς ὅτε ἀπεπήδησαν, ἔρχεται πάλιν αὐτοὺς ἀνακτησόμενος· ὅπερ μέγιστος τρόπος ἁλείας ἐστί. Σκόπει δὲ αὐτῶν καὶ τὴν πίστιν καὶ τὴν ὑπακοήν. Καὶ γὰρ ἐν μέσοις τοῖς ἔργοις ὄντες (ἴστε δὲ πῶς λίχνον ἡ ἁλεία), ἀκούσαντες αὐτοῦ κελεύοντος, οὐκ ἀνεβάλοντο, οὐχ ὑπερέθεντο, οὐκ εἶπον· Ὑποστρέψαντες οἴκαδε διαλεχθῶμεν τοῖς προσήκουσιν· ἀλλὰ πάντα ἀφέντες εἴποντο, καθάπερ καὶ Ἐλισσαῖος ἐπὶ Ἠλίου ἐποίησε. Τοιαύτην γὰρ ὁ Χριστὸς ὑπακοὴν ζητεῖ παρ' ἡμῶν, ὥστε μηδὲ ἀκαριαῖον ἀναβάλλεσθαι χρόνον, κἂν σφόδρα τι τῶν ἀναγκαιοτάτων ἡμᾶς κατεπείγῃ. ∆ιὸ καὶ ἕτερόν τινα προσελθόντα καὶ ἀξιοῦντα θάψαι τὸν ἑαυτοῦ πατέρα, οὐδὲ τοῦτο ποιῆσαι ἀφῆκε, δεικνὺς ὅτι πάντων