91
οἰκουμένης παρούσης ἡμῶν ἀκούσεται, καὶ οὐδεμία ἡμῖν ἔσται λοιπὸν συγγνώμης ἐλπίς. Οὐδεὶς γὰρ τῶν ἐνταῦθα μὴ διαλυσαμένων τὰ ἁμαρτήματα, ἀπελθὼν ἐκεῖ δυνήσεται τὰς ἐπὶ τούτοις εὐθύνας διαφυγεῖν· ἀλλ' ὥσπερ οἱ ἀπὸ τῶν δεσμωτηρίων τούτων μετὰ τῶν ἁλύσεων προσάγονται εἰς τὸ δικαστήριον, οὕτως αἱ ψυχαὶ πᾶσαι, ὅταν ἐντεῦθεν ἀπέλθωσι, τὰς ποικίλας περικείμενοι σειρὰς τῶν ἁμαρτημάτων, ἐπὶ τὸ βῆμα ἄγονται τὸ φοβερόν. Καὶ γὰρ δεσμωτηρίου οὐδὲν ἄμεινον ὁ παρὼν βίος διάκειται· ἀλλ' ὥσπερ εἰς τὸ οἴκημα εἰσελθόντες ἐκεῖνο, πάντας ὁρῶμεν ἁλύσεις περικειμένους· οὕτω καὶ νῦν, ἂν τῆς φαντασίας τῆς ἔξωθεν ἑαυτοὺς ἀποστήσαντες, εἰς τὸ ἑκάστου βίον εἰσέλθωμεν, εἰς τὴν ἑκάστου ψυχὴν, ὀψόμεθα σιδήρου χαλεπώτερα δεσμὰ περικειμένην· καὶ μάλιστα ἂν εἰς τὰς τῶν πλουτούντων εἰσέλθῃς ψυχάς· ὅσῳ γὰρ ἂν πλείονα ὦσι περιβεβλημένοι, τοσούτῳ μᾶλλόν εἰσι δεδεμένοι. Ὥσπερ οὖν τὸν δεσμώτην ἐπειδὰν ἴδῃς καὶ ἐπὶ τοῦ νώτου, καὶ ἐπὶ τῶν χειρῶν, πολλάκις δὲ καὶ ἐπὶ τῶν ποδῶν σεσιδηρωμένον, διὰ τοῦτο μάλιστα ταλανίζεις· οὕτω καὶ τὸν πλούσιον, ὅταν θεάσῃ μυρία περιβεβλημένον πράγματα, μὴ διὰ ταῦτα πλούσιον, ἀλλὰ δι' αὐτὰ μὲν οὖν ταῦτα ἄθλιον εἶναι νόμιζε· μετὰ γὰρ τῶν δεσμῶν τούτων καὶ δεσμοφύλακα ἔχει χαλεπὸν, τὸν πονηρὸν ἔρωτα τῶν χρημάτων· ὃς οὐκ ἀφίησιν ὑπερβῆναι τοῦτο τὸ δεσμωτήριον, ἀλλὰ μυρίας αὐτῷ κατασκευάζει πέδας καὶ φύλακας καὶ θύρας καὶ μοχλοὺς, καὶ εἰς τὴν ἐνδοτέραν αὐτὸν ἐμβαλὼν φυλακὴν, πείθει καὶ ἥδεσθαι τοῖς δεσμοῖς τούτοις, ἵνα μηδὲ ἐλπίδα τινὰ ἀπαλλαγῆς εὕρῃ τῶν ἐπικειμένων κακῶν. Κἂν ἀποκαλύψῃς τῷ λογισμῷ τὴν ψυχὴν ἐκείνου, οὐ δεδεμένην μόνον, ἀλλὰ καὶ αὐχμῶσαν καὶ ῥυπῶσαν καὶ φθειρῶν γέμουσαν ὄψει. Οὐδὲν γὰρ ἐκείνων ἀμείνους αἱ τῆς τρυφῆς ἡδοναὶ, ἀλλὰ καὶ βδελυρώτεραι, καὶ μᾶλλον τὸ σῶμα αὐτῶν λυμαίνονται μετὰ καὶ τῆς ψυχῆς, καὶ τούτῳ κἀκείνῃ μυρίας ἐπιφέρουσι νοσημάτων πληγάς. ∆ιὰ δὴ ταῦτα πάντα τὸν Λυτρωτὴν τῶν ψυχῶν τῶν ἡμετέρων παρακαλέσωμεν, ἵνα καὶ τὰ δεσμὰ διαῤῥήξῃ, καὶ τὸν χαλεπὸν ἡμῶν τοῦτον ἀποστήσῃ φύλακα, καὶ τοῦ φορτίου τῶν σιδηρῶν ἐκείνων ἁλύσεων ἀπαλλάξας, πτεροῦ κουφότερον ἡμῖν ποιήσῃ τὸ φρόνημα. Παρακαλοῦντες δὲ αὐτὸν, καὶ τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν, σπουδὴν καὶ γνώμην καὶ προθυμίαν ἀγαθήν. Οὕτω γὰρ δυνησόμεθα καὶ ἐν βραχεῖ καιρῷ τῶν κατεχόντων ἡμᾶς ἀπαλλαγῆναι κακῶν, καὶ μαθεῖν ἐν οἷς ἧμεν τὸ πρότερον, καὶ τῆς προσηκούσης ἀντιλαβέσθαι ἐλευθερίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.223 ΟΜΙΛΙΑ ΙΕʹ. Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μα θηταὶ αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδί δασκεν αὐτοὺς, λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ
πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» αʹ. Ὅρα τὸ ἀφιλότιμον καὶ ἀκόμπαστον. Οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ' ἑαυτοῦ,
ἀλλ' ὅτε μὲν θεραπεῦσαι ἔδει, αὐτὸς περιῄει πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος· ὅτε δὲ πολὺς ὄχλος γέγονεν, ἐν ἑνὶ καθέζεται χωρίῳ· καὶ οὐκ ἐν πόλει καὶ ἀγορᾷ μέσῃ, ἀλλ' ἐν ὄρει καὶ ἐρημίᾳ, παιδεύων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπαλλάττεσθαι, καὶ μάλιστα ὅταν φιλοσοφεῖν δέῃ, καὶ περὶ ἀναγκαίων διαλέγεσθαι πραγμάτων. Ἀναβάντος δὲ αὐτοῦ καὶ καθίσαντος, προσῆλθον οἱ μαθηταί. Εἶδες αὐτῶν τὴν ἐπίδοσιν τῆς ἀρετῆς, καὶ πῶς ἀθρόον βελτίους ἐγένοντο; Οἱ μὲν γὰρ πολλοὶ, τῶν θαυμάτων ἦσαν θεαταί· οὗτοι δὲ καὶ ἀκοῦσαί τι λοιπὸν ἐπεθύμουν μέγα καὶ ὑψηλόν· ὅπερ οὖν αὐτὸν καὶ εἰς τὴν διδασκαλίαν ἐνέβαλε, καὶ τῶν λόγων ἄρξασθαι τούτων ἐποίησεν. Οὐδὲ γὰρ σώματα