93
κακῶν καὶ τὴν οἰκουμένην λυμηνάμενα ἅπασαν ἐξ ἀπονοίας εἰσῆλθεν· ὅ τε γὰρ διάβολος οὐκ ὢν πρὸ τούτου τοιοῦτος, οὕτω διάβολος γέγονεν· ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ὅ τε πρῶτος ἄνθρωπος ταύταις παρὰ τοῦ διαβόλου φυσηθεὶς ταῖς ἐλπίσιν ἐξετραχηλίσθη καὶ θνητὸς ἐγένετο· προσδοκήσας γὰρ ἔσεσθαι θεὸς, καὶ ὅπερ εἶχεν ἀπώλεσεν· ὅπερ οὖν καὶ ὁ Θεὸς ὀνειδίζων αὐτῷ, καὶ τὴν ἄνοιαν αὐτοῦ κωμῳδῶν, ἔλεγεν· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. Καὶ ἕκαστος δὲ τῶν μετὰ ταῦτα ἐντεῦθεν εἰς ἀσέβειαν ἐξώκειλεν, ἰσοθεΐαν φαντασθείς· ἐπεὶ οὖν αὕτη τῶν κακῶν ἡ ἀκρόπολις ἦν, καὶ ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς πονηρίας ἁπάσης, τῷ νοσήματι τὸ κατάλληλον κατασκευάζων φάρμακον, ὥσπερ θεμέλιον ἰσχυρόν τινα καὶ ἀσφαλῆ τοῦτον πρῶτον κατεβάλετο τὸν νόμον. Ταύτης γὰρ ὑποκειμένης, μετὰ ἀσφαλείας ἅπαντα τὰ ἄλλα ἐπιτίθησιν ὁ οἰκοδομῶν· ταύτης δὲ ἀνῃρημένης, κἂν μέχρι τῶν οὐρανῶν φθάσῃ πολιτευόμενος, ἅπαντα ὑποσύρεται ῥᾳδίως, καὶ εἰς χαλεπὸν καταστρέφει τέλος. Κἂν νηστείαν, κἂν εὐχὴν, κἂν ἐλεημοσύνην, κἂν σωφροσύ 57.225 νην, κἂν ἄλλ' ὁτιοῦν συναγάγῃς ἀγαθὸν, ταπεινοφροσύνης χωρὶς, διαῤῥεῖ καὶ ἀπόλλυται ἅπαντα. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Φαρισαίου γέγονε. Καὶ γὰρ μετὰ τὸ φθάσαι εἰς αὐτὴν τὴν κορυφὴν, πάντα ἀπολέσας κατέβη, ἐπειδὴ τὴν μητέρα τῶν ἀγαθῶν οὐκ εἶχεν. Ὥσπερ γὰρ ἡ ἀπόνοια πηγὴ κακίας ἁπάσης ἐστὶν, οὕτως ἡ ταπεινοφροσύνη φιλοσοφίας ἁπάσης ἀρχή. ∆ιὸ καὶ ἐντεῦθεν ἄρχεται, πρόῤῥιζον ἀνασπῶν τὴν ἀλαζονείαν ἐκ τῆς τῶν ἀκουόντων ψυχῆς. Καὶ τί τοῦτο πρὸς τοὺς μαθητὰς, φησὶ, τοὺς πάντοθεν ὄντας ταπεινούς; Οὐδὲ γὰρ εἶχον ἀφορμὴν ἀπονοίας τινὰ, ἁλιεῖς καὶ πένητες ὄντες, καὶ ἄσημοι καὶ ἰδιῶται. Εἰ καὶ μὴ πρὸς τοὺς μαθητὰς ταῦτα, ἀλλὰ πρός γε τοὺς παρόντας τότε, καὶ τοὺς μετὰ ταῦτα μέλλοντας αὐτοὺς ὑποδέχεσθαι, ἵνα μὴ διὰ ταῦτα αὐτῶν καταφρονῶσι· μᾶλλον δὲ καὶ πρὸς τοὺς μαθητάς. Εἰ γὰρ καὶ μὴ τότε, ἀλλ' ὕστερον ἔμελλον δεῖσθαι τῆς ὠφελείας ταύτης, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα, καὶ τὴν τῆς οἰκουμένης τιμὴν, καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν. Οὔτε γὰρ πλοῦτος, οὔτε δυναστεία, οὐκ αὐτὴ ἡ βασιλεία οὕτως ἐπᾶραι ἦν ἱκανὴ, ὡς τὰ ἐκείνοις ὑπάρξαντα. Ἄλλως δὲ καὶ πρὸ τῶν σημείων εἰκὸς ἦν αὐτοὺς καὶ τότε ἐπαρθῆναι, τὸ πλῆθος ὁρῶντας καὶ τὸ θέατρον ἐκεῖνο τὸ περιεστηκὸς τὸν διδάσκαλον, καὶ παθεῖν τι ἀνθρώπινον. ∆ιόπερ αὐτῶν εὐθέως καταστέλλει τὸ φρόνημα. Καὶ οὐκ εἰσάγει ἐν τάξει παραινέσεων τὰ λεγόμενα καὶ ἐπιταγμάτων, ἀλλ' ἐν τάξει μακαρισμοῦ, ἀνεπαχθέστερον τὸν λόγον ποιῶν, καὶ πᾶσιν ἀνοίγων τὸ τῆς διδασκαλίας στάδιον. Οὐ γὰρ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ', Οἱ ταῦτα ποιοῦντες μακάριοι πάντες. Ὥστε κἂν δοῦλος ᾖς, κἂν πτωχὸς, κἂν πένης, κἂν ξένος, κἂν ἰδιώτης, οὐδέν ἐστι τὸ κωλύον σε ἔσεσθαι μακάριον, ἂν τὴν ἀρετὴν ταύτην ζηλώσῃς. Ἀρξάμενος τοίνυν ἐντεῦθεν, ὅθεν μάλιστα ἐχρῆν, πρόεισιν ἐφ' ἑτέραν ἐντολὴν, ἀπεναντίας δοκοῦσαν εἶναι τῇ τῆς οἰκουμένης ψήφῳ. Ἁπάντων γὰρ τοὺς χαίροντας ζηλωτοὺς εἶναι νομιζόντων, τοὺς δὲ ἐν ἀθυμίᾳ καὶ πενίᾳ καὶ πένθει ἀθλίους, αὐτὸς τούτους ἀντ' ἐκείνων μακαρίζει, λέγων οὕτω· Μακάριοι οἱ πενθοῦντες. Καίτοιγε ἅπαντες αὐτοὺς ταλανίζουσι. ∆ιὰ γὰρ τοῦτο προλαβὼν τὰ σημεῖα εἰργάσατο, ἵνα τοιαῦτα νομοθετῶν ἀξιόπιστος ᾖ. Καὶ ἐνταῦθα δὲ πάλιν οὐχ ἁπλῶς τοὺς πενθοῦντας τέθεικεν, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων τοῦτο ποιοῦντας· ὡς τό γε ἕτερον καὶ σφόδρα ἐστὶ κεκωλυμένον, τὸ ἐπί τινι τῶν βιωτικῶν θρηνεῖν. Ὅπερ οὖν καὶ ὁ Παῦλος ἐδήλου λέγων, ὅτι Ἡ μὲν τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται· ἡ δὲ κατὰ Θεὸν, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. γʹ. Τούτους τοίνυν καὶ αὐτὸς ἐνταῦθα μακαρίζει τοὺς οὕτω λυπουμένους· καὶ οὐδὲ ἁπλῶς τοὺς λυπουμένους τέθεικεν, ἀλλὰ τοὺς μετ' ἐπιτάσεως. ∆ιόπερ οὐδὲ εἶπεν, Οἱ λυπούμενοι, ἀλλὰ, Οἱ πενθοῦντες. Καὶ γὰρ αὕτη πάλιν ἡ ἐντολὴ πάσης ἐστὶ φιλοσοφίας διδάσκαλος. Εἰ γὰρ οἱ παῖδας, ἢ γυναῖκα, ἢ ἄλλον τινὰ τῶν προσηκόντων ἀπελθόντα πενθοῦντες, οὐ χρη 57.226 μάτων, οὐ σωμάτων ἐρῶσι κατ'