94
ἐκεῖνον τῆς ὀδύνης τὸν καιρὸν, οὐ δόξης ἐφίενται, οὐχ ὕβρεσι παροξύνονται, οὐχ ὑπὸ βασκανίας ἁλίσκονται, οὐχ ὑπὸ ἄλλου πολιορκοῦνταί τινος πάθους, τοῦ πένθους γινόμενοι μόνου· πολλῷ μᾶλλον οἱ τὰ ἁμαρτήματα πενθοῦντες τὰ ἑαυτῶν, ὡς πενθεῖν ἄξιον, μείζονα ταύτης ἐπιδείξονται φιλοσοφίαν. Εἶτα, τί τὸ ἔπαθλον αὐτοῖς; Ὅτι αὐτοὶ παρακληθήσονται, φησίν. Ποῦ παρακληθήσονται; εἰπέ μοι. Καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ἐπειδὴ γὰρ τὸ ἐπίταγμα σφόδρα ἦν φορτικὸν καὶ ἐπαχθὲς, ὃ μάλιστα αὐτὸ κοῦφον ἐποίει, τοῦτο ὑπέσχετο δώσειν. Ὥστε εἰ θέλεις παρακαλεῖσθαι, πένθει. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον. Ὅταν γὰρ ὁ Θεὸς παρακαλῇ, κἂν μυρίαι νιφάδες ἐπέλθωσι λυπηρῶν, πάντων ἀνώτερος ἔσῃ. Καὶ γὰρ πολλῷ μείζους ἀεὶ τῶν πόνων δίδωσι τὰς ἀμοιβὰς ὁ Θεός· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε, μακαρίους ἀποφαίνων τοὺς πενθοῦντας, οὐ κατὰ τὴν τοῦ πράγματος ἀξίαν, ἀλλὰ κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν. Οἱ γὰρ πενθοῦντες, πλημμελήματα πενθοῦσι· τοῖς δὲ τοιούτοις ἀρκεῖ τὸ συγγνώμης ἀπολαῦσαι καὶ ἀπολογίας τυχεῖν. Ἀλλ' ἐπειδὴ αὐτὸς σφόδρα ἐστὶ φιλάνθρωπος, οὐδὲ ἐν τῇ τῶν κολάσεων ἀναιρέσει, οὐδὲ ἐν τῇ τῶν ἁμαρτημάτων ἀπαλλαγῇ τὴν ἀντίδοσιν ἵστησιν, ἀλλὰ καὶ μακαρίους ποιεῖ, καὶ πολλῆς μεταδίδωσι παρακλήσεως. Πενθεῖν δὲ ἡμᾶς οὐχ ὑπὲρ τῶν οἰκείων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων κελεύει πλημμελημάτων· οἷαι τῶν ἁγίων ἦσαν αἱ ψυχαί· οἵα ἦν ἡ τοῦ Μωϋσέως· οἵα ἡ τοῦ Παύλου, ἡ τοῦ ∆αυΐδ· καὶ γὰρ καὶ οὗτοι πάντες ἀλλότρια πολλάκις ἐπένθησαν κακά. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ποίαν γῆν; εἰπέ μοι. Τινὲς νοητήν φασιν. Ἀλλ' οὐκ ἔστι τοῦτο· οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ Γραφῇ γῆν νοητήν. Ἀλλὰ τί ποτέ ἐστι τὸ εἰρημένον; Αἰσθητὸν τίθησιν ἔπαθλον, ὥσπερ καὶ ὁ Παῦλος. Εἰπὼν γὰρ, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἐπήγαγεν, Οὕτω γὰρ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ αὐτὸς τῷ λῃστῇ πάλιν· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὔτε γὰρ ἀπὸ τῶν μελλόντων ἀγαθῶν προτρέπει μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, διὰ τοὺς παχυτέρους τῶν ἀκροωμένων καὶ πρὸ τῶν μελλόντων ἐκεῖνα ζητοῦντας. ∆ιὰ τοῦτο γοῦν καὶ προϊὼν ἔλεγεν· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου. Εἶτα τῆς τοιαύτης φιλοσοφίας τὸ ἔπαθλον τίθησι, καί φησι· Μή ποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ. Ὁρᾷς πόθεν ἐφόβησεν; Ἀπὸ τῶν αἰσθητῶν, ἀπὸ τῶν παρὰ πόδας συμβαινόντων. Καὶ πάλιν· Ὃς ἐὰν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ. Καὶ ὁ Παῦλος δὲ αἰσθητὰ τιθεὶς ἔπαθλα πολύς ἐστι, καὶ ἀπὸ τῶν παρόντων προτρέπων· οἷον ὡς ὅταν περὶ παρθενίας διαλέγηται· οὐδὲν γὰρ περὶ τῶν οὐρανῶν εἰπὼν ἐκεῖ, τέως ἀπὸ τῶν παρόντων ἐνάγει, λέγων· ∆ιὰ τὴν ἐνεστῶσαν ἀνάγκην· καὶ, Ἐγὼ δὲ ὑμῶν φείδομαι· καὶ, Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Οὕτω δὴ καὶ ὁ Χριστὸς τοῖς πνευματικοῖς τὰ αἰσθητὰ ἀνέμιξεν. Ἐπειδὴ γὰρ νομίζεται ὁ πρᾶος ἅπαντα 57.227 ἀπολλύναι τὰ ἑαυτοῦ, τὸ ἐναντίον ὑπισχνεῖται λέγων, ὅτι οὗτος μὲν οὖν ἐστιν ὁ μετὰ ἀσφαλείας τὰ ὄντα κεκτημένος, ὁ μὴ θρασὺς, μηδὲ ἀλαζών· ὁ δὲ τοιοῦτος καὶ τῶν πατρῴων ἐκστήσεται πολλάκις, καὶ αὐτῆς τῆς ψυχῆς. Ἄλλως δὲ καὶ ἐπειδὴ ἐν τῇ Παλαιᾷ συνεχῶς ὁ Προφήτης, Οἱ γὰρ πραεῖς κληρονομήσουσι γῆν, ἔλεγεν, ἀπὸ τῶν συντρόφων αὐτοῖς ῥημάτων ἐνυφαίνει τὸν λόγον, ὥστε μὴ πανταχοῦ ξενοφωνεῖσθαι. Ταῦτα δὲ λέγει, οὐ μέχρι τῶν παρόντων ἱστὰς τὰς ἀμοιβὰς, ἀλλὰ μετὰ τούτων κἀκεῖνα παρέχων. Ἄν τε γὰρ πνευματικὸν εἴπῃ τι, οὐκ ἀφαιρεῖται τὰ ἐν τῷ παρόντι βίῳ· ἄν τε τῶν ἐν τῷ βίῳ τι πάλιν ὑπόσχηται, οὐ μέχρι τούτου τὴν ὑπόσχεσιν ἵστησι. Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· καὶ πάλιν· Ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει. -Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Ποίαν δικαιοσύνην; Ἢ τὴν καθόλου φησὶν ἀρετὴν, ἢ τὴν μερικὴν ταύτην τὴν ἀπεναντίας τῇ πλεονεξίᾳ κειμένην. Ἐπειδὴ γὰρ μέλλει περὶ ἐλεημοσύνης ἐπιτάττειν, δεικνὺς