95
πῶς ἐλεεῖν χρὴ, οἷον ὅτι οὐκ ἐξ ἁρπαγῆς, οὐδὲ ἐκ πλεονεξίας, μακαρίζει τοὺς δικαιοσύνης ἀντιποιουμένους. δʹ. Καὶ ὅρα μεθ' ὅσης αὐτὸ τίθησιν ὑπερβολῆς. Οὐ γὰρ εἶπε, Μακάριοι οἱ δικαιοσύνης ἀντεχόμενοι, ἀλλὰ, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην· ἵνα μὴ ἁπλῶς, ἀλλὰ μετὰ ἐπιθυμίας ἁπάσης αὐτὴν μετίωμεν. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἴδιον τῆς πλεονεξίας ἐστὶ, καὶ οὐχ οὕτως ἐρῶμεν σιτίων καὶ ποτῶν, ὡς τοῦ πλείονα κτᾶσθαι καὶ περιβάλλεσθαι· τὴν ἐπιθυμίαν ταύτην περὶ τὸ μὴ πλεονεκτεῖν μεταθεῖναι ἐκέλευσεν. Εἶτα πάλιν αἰσθητὸν τὸ ἔπαθλον ὁρίζει, λέγων· Ὅτι αὐτοὶ χορτασθήσονται. ∆ιὰ γὰρ τὸ νομίζεσθαι τὴν πλεονεξίαν εὐπόρους ποιεῖν τοὺς πολλοὺς, λέγει ὅτι τοὐναντίον μὲν οὖν ἐστιν· ἡ γὰρ δικαιοσύνη τοῦτο ἐργάζεται. Μὴ τοίνυν δίκαια πράττων φοβοῦ πενίαν, μηδὲ τρέμε λιμόν. Οἱ γὰρ ἁρπάζοντες, οὗτοι μάλιστά εἰσιν οἱ πάντων ἐκπίπτοντες· ὡς ὁ γοῦν δικαιοσύνης ἐρῶν, τὰ πάντων αὐτὸς ἔχει μετὰ ἀσφαλείας. Εἰ δὲ οἱ τῶν ἀλλοτρίων μὴ ἐφιέμενοι τοσαύτης ἀπολαύουσιν εὐπορίας, πολλῷ μᾶλλον οἱ τὰ ἑαυτῶν προϊέμενοι. Μακάριοι οἱ ἐλεήμονες. Ἐνταῦθα οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον ἐμοὶ δοκεῖ λέγειν, ἀλλὰ καὶ τοὺς διὰ πραγμάτων. Ποικίλος γὰρ ὁ τῆς ἐλεημοσύνης τρόπος, καὶ πλατεῖα αὕτη ἡ ἐντολή. Τί οὖν αὐτῆς τὸ ἔπαθλον; Ὅτι αὐτοὶ ἐλεηθήσονται. Καὶ δοκεῖ μὲν ἀντίδοσις εἶναί τις ἴση· ἔστι δὲ πολὺ μεῖζον τοῦ κατορθώματος. Αὐτοὶ μὲν γὰρ ἐλεοῦσιν ὡς ἄνθρωποι, ἐλεοῦνται δὲ παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Οὐκ ἔστι δὲ ἴσος ἀνθρώπινος ἔλεος καὶ θεῖος, ἀλλ' ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον οὗτος ἐκείνου διέστηκε. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ἰδοὺ πάλιν πνευματικὸν τὸ ἔπαθλον. Καθαροὺς δὲ ἐνταῦθά φησιν, ἤτοι τοὺς καθολικὴν ἀρετὴν κεκτημένους, καὶ μηδὲν ἑαυτοῖς συνειδότας πονηρὸν, ἢ τοὺς ἐν σωφροσύνῃ διάγοντας· οὐδενὸς γὰρ ἡμῖν οὕτω δεῖ πρὸς τὸ τὸν Θεὸν ἰδεῖν, ὡς τῆς ἀρετῆς ταύτης. ∆ιὸ καὶ ὁ Παῦλος 57.228 ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὄψιν δὲ ἐνταῦθά φησιν, ἣν ἀνθρώπῳ δυνατὸν ἰδεῖν. Ἐπειδὴ γὰρ πολλοὶ ἐλεοῦσι μὲν, καὶ οὐχ ἁρπάζουσιν, οὐδὲ πλεονεκτοῦσι, πορνεύουσι δὲ καὶ ἀσελγαίνουσι· δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ πρότερον, καὶ τοῦτο προσέθηκεν. Ὅπερ δὴ καὶ ὁ Παῦλος Μακεδόσιν ἐμαρτύρησε, Κορινθίοις ἐπιστέλλων, ὅτι οὐ μόνον ἐν ἐλεημοσύνῃ ἐπλούτουν, ἀλλὰ καὶ ἐν τῇ ἄλλῃ ἀρετῇ· εἰπὼν γὰρ περὶ τῆς φιλοτιμίας αὐτῶν τῆς ἐν τοῖς χρήμασι, φησὶν, ὅτι καὶ Ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ καὶ ἡμῖν. - Μακάριοι οἱ εἰρηνοποιοί. Ἐνταῦθα οὐ τὸ μὴ στασιάζειν αὐτοὺς μόνον καὶ ἀπεχθάνεσθαι πρὸς ἀλλήλους ἀναιρεῖ, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιζητεῖ, ἵνα καὶ ἑτέρους στασιάζοντας συνάγωμεν· καὶ πάλιν πνευματικὸν ἐπάγει τὸ ἔπαθλον. Ποῖον δὴ τοῦτο; Ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Καὶ γὰρ τοῦ Μονογενοῦς ἔργον ἐγένετο τοῦτο, συναγαγεῖν τὰ διεστῶτα, καὶ καταλλάξαι τὰ ἐκπεπολεμωμένα. Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι πανταχοῦ ἡ εἰρήνη καλὸν, ἐπήγαγε· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· τουτέστι, τῆς ἀρετῆς ἕνεκεν, τῆς ὑπὲρ ἑτέρων προστασίας, τῆς εὐσεβείας. ∆ικαιοσύνην γὰρ εἴωθεν ἀεὶ τὴν ἅπασαν λέγειν τῆς ψυχῆς φιλοσοφίαν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε. Οἷον, Κἂν γόητας, κἂν πλάνους, κἂν λυμεῶνας, κἂν ὁτιοῦν ἕτερον καλέσωσι, μακάριοί ἐστε, φησί. Τί τούτων καινότερον γένοιτ' ἂν τῶν ἐπιταγμάτων, ὅταν τὰ τοῖς ἄλλοις φευκτὰ, ταῦτα ποθεινὰ εἶναι λέγῃ· τὸ πτωχεύειν λέγω, καὶ πενθεῖν, καὶ διώκεσθαι, καὶ κακῶς ἀκούειν; Ἀλλ' ὅμως καὶ εἶπε, καὶ ἔπεισεν, οὐχὶ δύο καὶ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν καὶ χιλίους ἀνθρώπους, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν. Καὶ ἀκούοντες τὰ φορτικὰ καὶ ἐπαχθῆ καὶ ἀπεναντίας τῇ τῶν πολλῶν συνηθείᾳ, ἐξεπλήττοντο οἱ ὄχλοι. Τοσαύτη ἡ τοῦ λέγοντος δύναμις ἦν. εʹ. Πλὴν ἀλλ' ἵνα μὴ νομίσῃς, ὅτι τὸ κακῶς ἀκούειν ἁπλῶς μακαρίους ποιεῖ, δύο τέθεικε διορισμοὺς, ὅταν καὶ δι' αὐτὸν, καὶ