96
ψευδῆ ᾖ τὰ λεγόμενα. Ἐπεὶ ἐὰν μὴ ταῦτα προσῇ, οὐ μόνον οὐ μακάριος, ἀλλὰ καὶ ἄθλιος ὁ κακῶς ἀκούων. Εἶτα ὅρα τὸ ἔπαθλον πάλιν· Ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Σὺ δὲ, εἰ καὶ μὴ καθ' ἕκαστον τῶν μακαρισμῶν βασιλείαν ἀκούεις δωρουμένην, μὴ ἀθύμει. Εἰ γὰρ καὶ διαφόρως ὀνομάζει τὰς ἀμοιβὰς, ἀλλὰ πάντας εἰς τὴν βασιλείαν εἰσάγει. Καὶ γὰρ ὅταν εἴπῃ, Παρακληθήσονται οἱ πενθοῦντες, καὶ ἐλεηθήσονται οἱ ἐλεοῦντες, καὶ τὸν Θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ υἱοὶ Θεοῦ κληθήσονται οἱ εἰρηνοποιοὶ, οὐδὲν ἄλλο ἢ τὴν βασιλείαν διὰ τούτων ἁπάντων αἰνίττεται· οἱ γὰρ τούτων ἀπολαύοντες, ἐκείνης ἐπιτεύξονται πάντως. Μὴ τοίνυν τῶν τῷ πνεύματι πτωχῶν μόνων νόμιζε εἶναι τὸ ἔπαθλον, ἀλλὰ καὶ τῶν πεινώντων τὴν δικαιοσύνην, καὶ τῶν πράων, καὶ τῶν ἄλλων ἁπάντων ἁπαξαπλῶς. ∆ιὰ γὰρ τοῦτο ἐπὶ πάντων τὸν μακαρισμὸν ἔθηκεν, ἵνα μηδὲν αἰσθητὸν ἀναμένῃς. Οὐδὲ γὰρ ἂν εἴη μακάριος ὁ ἐν τούτοις στεφανούμενος, ἃ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ σκιᾶς ταχύτερον παρατρέχει. Εἰπὼν δὲ, Ὅτι ὁ μισθὸς 57.229 ὑμῶν πολὺς, ἐπήγαγε καὶ ἑτέραν παράκλησιν, λέγων· Οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. Ἐπειδὴ γὰρ ἐκεῖνο ἔμελλε, τὸ τῆς βασιλείας, καὶ ἐν ἐλπίσιν ἦν, ἐντεῦθεν αὐτοῖς παρέχεται τὴν παραμυθίαν, ἀπὸ τῆς κοινωνίας τῶν πρὸ αὐτῶν πεπονθότων κακῶς. Μὴ γὰρ νομίσητε, φησὶν, ὅτι ἐναντία τινὰ λέγοντες καὶ νομοθετοῦντες, ταῦτα πάσχετε· ἢ ὅτι πονηρῶν δογμάτων ὄντες διδάσκαλοι, μέλλετε ἐλαύνεσθαι παρ' αὐτῶν. Οὐ γὰρ τῆς πονηρίας τῶν λεγομένων, ἀλλὰ τῆς κακίας τῶν ἀκουόντων αἱ ἐπιβουλαὶ καὶ οἱ κίνδυνοι. Ὅθεν οὐδὲ ὑμᾶς τοὺς κακῶς πάσχοντας διαβάλλουσιν, ἀλλὰ τοὺς κακῶς ποιοῦντας ἐκείνους. Καὶ μαρτυρεῖ τούτοις ἅπας ὁ ἔμπροσθεν χρόνος. Οὐδὲ γὰρ τοῖς προφήταις παρανομίαν καὶ ἀντίθεον φρόνημα ἐγκαλοῦντες, τοὺς μὲν ἐλίθαζον, τοὺς δὲ ἤλαυνον, τοὺς δὲ μυρίοις ἑτέροις περιέβαλλον κακοῖς. Μὴ δὴ τοῦτο θορυβείτω ὑμᾶς· ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ τὰ νῦν ἅπαντα πράττουσιν. Εἶδες πῶς τὰ φρονήματα αὐτῶν ἀνέστησεν, ἐγγὺς τῶν περὶ Μωϋσέα καὶ Ἠλίαν στήσας αὐτούς; Οὕτω καὶ ὁ Παῦλος Θεσσαλονικεῦσι γράφων, φησίν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ γὰρ καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Ὃ δὴ καὶ ἐνταῦθα κατεσκεύασεν ὁ Χριστός. Καὶ ἐπὶ μὲν τῶν ἄλλων μακαρισμῶν ἔλεγε, Μακάριοι οἱ πτωχοὶ, καὶ οἱ ἐλεήμονες· ἐνταῦθα δὲ οὐκ ἀδιορίστως αὐτὸ τέθεικεν, ἀλλὰ πρὸς αὐτοὺς τρέπει τὸν λόγον, λέγων· Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα· δεικνὺς ὅτι αὐτῶν τοῦτο μάλιστα ἐξαίρετόν ἐστι, καὶ ὑπὲρ τοὺς ἄλλους ἅπαντας τῶν διδασκάλων ἴδιον τοῦτο. Ὁμοῦ δὲ καὶ τὸ αὐτοῦ ἀξίωμα ἐνταῦθα αἰνίττεται, καὶ τὴν πρὸς τὸν γεγεννηκότα ὁμοτιμίαν. Ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸν Πατέρα, φησὶν, οὕτω καὶ ὑμεῖς δι' ἐμὲ ταῦτα πείσεσθε. Ὅταν δὲ εἴπῃ, Τοὺς προφήτας τοὺς πρὸ ὑμῶν, δείκνυσι καὶ αὐτοὺς προφήτας ἤδη γεγενημένους. Εἶτα δηλῶν ὅτι τοῦτο μάλιστα αὐτοὺς ὠφελεῖ καὶ ποιεῖ λαμπροὺς, οὐκ εἶπεν, ὅτι Κακῶς μὲν ἐροῦσι καὶ διώξουσιν, ἐγὼ δὲ κωλύσω τοῦτο· οὐ γὰρ ἐν τῷ μὴ ἀκούειν κακῶς, ἀλλ' ἐν τῷ κακῶς ἀκούοντας φέρειν γενναίως, καὶ διὰ τῶν ἔργων αὐτοὺς ἐλέγχειν, τὴν ἀσφάλειαν αὐτοῖς βούλεται εἶναι· πολλῷ γὰρ τοῦτο ἐκείνου μεῖζον· ὥσπερ τοῦ μὴ πλήττεσθαι τὸ πληττόμενον μηδὲν πάσχειν δεινὸν πολλῷ μεῖζόν ἐστιν. Ἐνταῦθα μὲν οὖν φησιν, ὅτι Ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· ὁ δὲ Λουκᾶς καὶ ἐπιτεταμένως καὶ μετὰ πλείονος αὐτὸν παραμυθίας τοῦτο εἰρηκέναι φησίν. Οὐ γὰρ δὴ μόνον τοὺς κακῶς ἀκούοντας διὰ τὸν Θεὸν μακαρίζει, ἀλλὰ καὶ τοὺς παρὰ πάντων καλῶς ἀκούοντας ταλανίζει· Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Καίτοι καὶ τοὺς ἀποστόλους καλῶς ἔλεγον· ἀλλ' οὐ πάντες. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ὅταν καλῶς ὑμᾶς