98
πρὸς τὴν τῶν πολλῶν ἐπιμέλειάν εἰσιν ἀναγκαῖαι καὶ χρήσιμοι. Ὅ τε γὰρ πρᾶος καὶ ἐπιεικὴς καὶ ἐλεήμων καὶ δίκαιος, οὐκ εἰς αὐτὸν συγκλείει τὰ κατορθώματα μόνον, ἀλλὰ καὶ εἰς τὴν ἑτέρων ὠφέλειαν τὰς καλὰς ταύτας ὑπερχεῖσθαι παρασκευάζει πηγάς. Ὁ δ' αὖ καθαρὸς τὴν καρδίαν καὶ εἰρηνοποιὸς, καὶ ἐλαυνόμενος ὑπὲρ τῆς ἀληθείας, πάλιν πρὸς τὸ κοινῇ συμφέρον τὸν βίον καθίσταται. Μὴ τοίνυν νομίσητε, φησὶν, ἐπὶ τοὺς τυχόντας ἀγῶνας ἕλκεσθαι, μηδὲ ὑπὲρ μικρῶν τινων εἶναι τὸν λόγον ὑμῖν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Τί οὖν; τὰ σεσηπότα αὐτοὶ διώρθωσαν; Οὐδαμῶς. Οὔτε γὰρ δυνατὸν τὰ διεφθορότα ἤδη ἐπιπάσσοντας ἅλας ὠφελεῖν. Οὐ δὴ τοῦτο ἐποίουν· ἀλλὰ ἀνανεωθέντα πρότερον καὶ παραδοθέντα αὐτοῖς, καὶ τῆς δυσωδίας ἀπαλλαγέντα ἐκείνης, τότε ἥλιζον, κατέχοντες καὶ διατηροῦντες ἐν τῇ νεαρότητι ταύτῃ, ἣν παρὰ τοῦ ∆εσπότου παρέλαβον. Τὸ μὲν γὰρ ἀπαλλαγῆναι τῆς σηπεδόνος τῶν ἁμαρτημάτων, τοῦ Χριστοῦ κατόρθωμα γέγονε· τὸ δ' αὖ πάλιν μηκέτι ἐπ' ἐκείνην ἐπανελθεῖν, τῆς τούτων σπουδῆς καὶ ταλαιπωρίας ἔργον ἦν. Ὁρᾷς πῶς κατὰ μικρὸν δείκνυσι καὶ τῶν προφητῶν ὄντας βελτίους; Οὐ γὰρ τῆς Παλαιστίνης διδασκάλους εἶναί φησιν, ἀλλὰ τῆς γῆς ἁπάσης· καὶ οὐχ ἁπλῶς διδασκάλους, ἀλλὰ καὶ φοβερούς. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ κολακεύοντες, οὐδὲ θεραπεύοντες, ἀλλ' ἐπιστύφοντες ὥσπερ τὸ ἅλας, οὕτω ποθεινοὶ πᾶσι γεγόνασι. Μὴ τοίνυν θαυμάσητε, φησὶν, εἰ τοὺς ἄλλους ἀφεὶς ὑμῖν διαλέγομαι, καὶ πρὸς τοσούτους ἕλκω κινδύνους. Ἐννοήσατε γὰρ ὅσαις πόλεσι καὶ δήμοις καὶ ἔθνεσι μέλλω πέμπειν ὑμᾶς ἐπιστάτας. ∆ιὰ τοῦτο οὐχ ὑμᾶς εἶναι βούλομαι φρονίμους μόνον, ἀλλὰ καὶ ἑτέρους τοιούτους ποιεῖν. Τοὺς δὲ τοιούτους πολὺ δεῖ συνετοὺς εἶναι, ἐν οἷς ἡ τῶν ἄλλων κινδυνεύεται σωτηρία, καὶ τοσαύτην αὐτοῖς τὴν περιουσίαν εἶναι τῆς ἀρετῆς, ὡς καὶ ἄλλοις μεταδιδόναι τῆς ὠφελείας. Εἰ γὰρ τοιοῦτοι μὴ γένοισθε, οὐδὲ ὑμῖν αὐτοῖς ἀρκέσετε. ζʹ. Μὴ τοίνυν δυσχεράνητε, ὡς ἐπαχθῶν ὄντων τῶν λεγομένων. Τοῖς μὲν γὰρ ἄλλοις μωρανθεῖσι δυνατὸν ἐπανελθεῖν δι' ὑμῶν· ὑμεῖς δὲ, εἰ τοῦτο πάθοιτε, μεθ' ἑαυτῶν καὶ ἑτέρους προσαπολεῖτε. Ὥστε ὅσῳ μεγάλα ἐγχειρίζεσθε πράγματα, τοσούτῳ καὶ μείζονος δεῖσθε σπουδῆς. ∆ιό φησιν· Ἂν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω, καὶ καταπατεῖσθαι 57.232 ὑπὸ τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἄλλοι μυριάκις πίπτοντες, δύνανται τυχεῖν συγγνώμης· ὁ δὲ διδάσκαλος, ἐὰν τοῦτο πάθῃ, πάσης ἀπεστέρηται ἀπολογίας, καὶ τὴν ἐσχάτην δώσει τιμωρίαν. Ἵνα γὰρ μὴ ἀκούοντες, Ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, δειλιάσωσιν εἰς μέσον προελθεῖν, λέγει, ὅτι Ἂν μὴ πρὸς ταῦτα ἦτε παρατεταγμένοι, εἰκῆ ἐξελέγητε. Οὐ γὰρ τὸ κακῶς ἀκούειν χρὴ δεδοικέναι, ἀλλὰ τὸ συνυποκρινομένους φαίνεσθαι· τότε γὰρ μωρανθήσεσθε καὶ καταπατηθήσεσθε. Ἐὰν δὲ μένητε αὐτοὺς ἐπιστύφοντες, εἶτα κακῶς ἀκούητε, χαίρετε. Τοῦτο γὰρ ἁλὸς ἔργον ἐστὶ, τὸ δάκνειν καὶ λυπεῖν τοὺς χαύνους. Ὥστε ἀναγκαίως ἡ κακηγορία ἕπεται, οὐδὲν ὑμᾶς βλάπτουσα, ἀλλὰ καὶ μαρτυροῦσα ὑμῶν τῇ στεῤῥότητι. Ἂν δὲ φοβηθέντες αὐτὴν, προδῶτε τὴν προσήκουσαν ὑμῖν σφοδρότητα, πολλῷ χαλεπώτερα πείσεσθε, καὶ κακῶς ἀκούοντες καὶ καταφρονούμενοι παρὰ πάντων. Τοῦτο γάρ ἐστι, καταπατεῖσθαι. Εἶτα ἐφ' ἕτερον ὑψηλότερον ἄγει παράδειγμα· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Πάλιν τοῦ κόσμου, οὐκ ἔθνους ἑνὸς, οὐδὲ εἴκοσι πόλεων, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης· καὶ φῶς, νοητὸν, καὶ τῆς ἀκτῖνος ταύτης πολὺ βέλτιον, ὥσπερ οὖν καὶ ἅλας πνευματικόν. Καὶ πρότερον ἅλας, καὶ τότε φῶς· ἵνα μάθῃς ἡλίκον τῶν κατεστυμμένων ῥημάτων τὸ κέρδος, καὶ τῆς σεμνῆς διδασκαλίας τὸ ὄφελος. Καὶ γὰρ σφίγγει, καὶ οὐκ ἀφίησι διαῤῥεῦσαι, καὶ διαβλέψαι ποιεῖ πρὸς ἀρετὴν χειραγωγοῦσα. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον. Πάλιν αὐτοὺς διὰ τούτων εἰς ἀκρίβειαν ἄγει βίου, παιδεύων ἐναγωνίους εἶναι, ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κειμένους,