102
ἔκλαυσα ἐπὶ παντὶ ἀδυνάτῳ, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. Εἰ δὲ δακρύων καὶ στεναγμῶν ἔστι μισθὸς, ὅταν καὶ λόγοι καὶ σπουδὴ, καὶ πολλὰ ἕτερα προσῇ, ἐννόησον ἡλίκη ἡ ἀντίδοσις γίνεται. Καὶ γὰρ καὶ ἡμεῖς ἐχθροὶ ἦμεν τῷ Θεῷ· καὶ ὁ Μονογενὴς ἡμᾶς κατήλλαξε, μέσον ἑαυτὸν ἐμβαλὼν, καὶ πληγὰς ὑπὲρ ἡμῶν δεξάμενος, καὶ θάνατον ὑπὲρ ἡμῶν ὑπομείνας. Σπουδάσωμεν τοίνυν καὶ ἡμεῖς τοὺς ἐμπίπτοντας μυρίων ἀπαλλάττειν κακῶν, ἀλλὰ μὴ, ὡς νῦν ποιοῦμεν, ἐπειδὰν ἴδωμέν τινας συγκρουομένους καὶ συῤῥηγνυμένους ἀλλήλοις, ἑστήκαμεν εὐφραινόμενοι ταῖς ἑτέρων ἀσχημοσύναις, καὶ θέατρον περιιστῶντες διαβολικόν· οὗ τί γένοιτ' ἂν ὠμότερον; Ὁρᾷς κακῶς ἀκούοντας, διαῤῥηγνυμένους, κατατέμνοντας τὴν ἐσθῆτα, συγκοπτομένους τὸ πρόσωπον, καὶ ὑπομένεις ἡσυχῆ παρεστάναι; Μὴ γὰρ ἄρκτος ἐστὶν ὁ μαχόμενος; μὴ γὰρ θηρίον; μὴ γὰρ ὄφις; Ἄνθρωπός ἐστιν ὁ πανταχοῦ σοι κοινωνῶν, ἀδελφός ἐστι, μέλος ἐστί. Μὴ θεώρει, ἀλλὰ διάλυε· μὴ τέρπου, ἀλλὰ διόρθου· μὴ ἑτέρους παρακίνει ἐπὶ τὴν ἀσχημοσύνην, ἀλλὰ καὶ τοὺς συνειλεγμένους ἀποσόβει καὶ διάλυε. Ἀναισχύντων γὰρ καὶ οἰκοτρίβων τὸ χαίρειν ταῖς τοιαύταις συμφοραῖς, καὶ καθαρμάτων καὶ ὄνων ἀλόγων. Ὁρᾷς ἄνθρωπον ἀσχημονοῦντα, καὶ οὐχ ἡγῇ αὐτὸς ἀσχημονεῖν; οὐδὲ εἰσέρχῃ μέσος, καὶ διασκεδάζεις τοῦ διαβόλου τὴν φάλαγγα, καὶ τὰ ἀνθρώπινα διαλύεις κακά; Ἵνα καὶ αὐτὸς πληγὰς λάβω, φησί· καὶ σὺ τοῦτο κελεύεις; Μάλιστα μὲν οὐδὲ τοῦτο πείσῃ· ἂν δὲ καὶ τοῦτο πάθῃς, μαρτύριόν σοι τὸ πρᾶγμά ἐστι· διὰ γὰρ τὸν Θεὸν ἔπαθες. Εἰ δὲ πληγὰς ὀκνεῖς λαβεῖν, ἐννόησον ὅτι ὁ ∆εσπότης σου σταυρὸν οὐκ ὤκνησεν ὑπομεῖναι διὰ σέ. Ἐκεῖνοι μὲν γὰρ μεθύουσι καὶ ἐσκότωνται, τοῦ θυμοῦ τυραννοῦντος καὶ στρατηγοῦντος αὐτοῖς, δέονται δέ τινος ὑγιαίνοντος τοῦ βοηθήσοντος αὐτοῖς, ὅ τε ἀδικῶν, ὅ τε ἀδικούμενος· ὁ μὲν, ἵνα ἀπαλλαγῇ πάσχων κακῶς, ὁ δὲ, ἵνα παύσηται ποιῶν κακῶς. Πάρελθε τοίνυν καὶ χεῖρα ὄρεξον, ὁ νήφων τῷ μεθύοντι. Ἔστι γὰρ καὶ ὀργῆς μέθη, καὶ τῆς ἐκ τοῦ οἴνου χαλεπωτέρα. Οὐχ ὁρᾷς τοὺς ναύτας, οἳ ὅταν ναυαγίῳ τινὰς περιπεσόντας ἴδωσι, τὰ ἱστία πετάσαντες μετὰ πολλῆς ἀπέρχονται σπουδῆς, ὥστε τοὺς ὁμοτέχνους ἐξαρπάσαι τοῦ κλύδωνος; Εἰ δὲ τέχνης κοινωνοὶ τοσαύτην ἐπιδείκνυνται προστασίαν, πόσῳ μᾶλλον τοὺς τῆς φύσεως κοινωνοὺς ταῦτα πάντα ποιεῖν δίκαιον; Καὶ 57.237 γὰρ καὶ ἐνταῦθα ναυάγιόν ἐστιν ἐκείνου χαλεπώτερον. Ἢ γὰρ ἐβλασφήμησεν ἐπηρεασθεὶς, καὶ πάντα ἐκένωσεν· ἢ ἐπιώρκησεν ὑπὸ τοῦ θυμοῦ τυραννούμενος, καὶ πάλιν εἰς γέενναν ἐνέπεσεν· ἢ πληγὴν δίδωσι καὶ φόνον ἐργάζεται, καὶ τὸ αὐτὸ τοῦτο πάλιν ὑπομένει ναυάγιον. Ἄπελθε τοίνυν, καὶ στῆσον τὸ κακὸν, καὶ καταποντιζομένους ἀνάσπασον, εἰς αὐτὸ τῆς ζάλης τὸ πέλαγος καταβάς· καὶ διαλύσας τοῦ διαβόλου τὸ θέατρον, καὶ κατ' ἰδίαν λαβὼν ἕκαστον, παραίνεσον καταστεῖλαι τὴν φλόγα, καὶ τὰ κύματα κοιμίσαι. Εἰ δὲ μείζων ἡ πυρὰ, καὶ χαλεπωτέρα γίνεται ἡ κάμινος, μὴ φοβηθῇς· πολλοὺς γὰρ ἔχεις τοὺς συνεφαπτομένους καὶ χεῖρα ὀρέγοντας, ἂν ἀρχὴν παράσχῃς μόνον, καὶ πρό γε πάντων τὸν τῆς εἰρήνης Θεόν. Κἂν πρῶτος διατινάξῃς τὴν φλόγα, πολλοὶ καὶ ἕτεροι ἀκολουθήσουσι, καὶ τῶν ὑπ' ἐκείνων κατορθουμένων αὐτὸς λήψῃ τὸν μισθόν. Ἄκουσον τί παρῄνεσεν ὁ Χριστὸς τοῖς Ἰουδαίοις τοῖς χαμαὶ ἕρπουσιν· Ἂν τὸ ὑποζύγιον ἴδῃς τοῦ ἐχθροῦ σου, φησὶ, καταπῖπτον, μὴ παραδράμῃς, ἀλλ' ἀνάστησον. Καίτοι τοῦ κείμενον ὑποζύγιον ἀναστῆσαι πολὺ κουφότερον τὸ μαχομένους ἀνθρώπους διαλῦσαι καὶ διαλλάξαι. Εἰ δὲ ἐχθρῶν ὄνον, πολλῷ μᾶλλον φίλων ψυχὰς συνδιανιστάναι χρή· καὶ μάλιστα ὅταν χαλεπώτερον ᾖ τὸ πτῶμα· οὐ γὰρ εἰς βόρβορον αὗται πίπτουσιν, ἀλλ' εἰς τὸ τῆς γεέννης πῦρ, τὸ φορτίον οὐ φέρουσαι τοῦ θυμοῦ. Σὺ δὲ ὁρῶν τὸν ἀδελφὸν ὑπὸ τὸν γόμον κείμενον, καὶ τὸν διάβολον ἐφεστῶτα καὶ τὴν πυρὰν ἀνάπτοντα, παρατρέχεις ὠμῶς καὶ ἀνηλεῶς· ὅπερ οὐδὲ ἐπ' ἀλόγῳ ποιῆσαι ἀκίνδυνον. ιαʹ. Καὶ ὁ μὲν Σαμαρείτης τραυματίαν ἰδὼν ἀγνῶτα καὶ οὐδὲν αὐτῷ προσήκοντα, καὶ ἐπέστη, καὶ ἐπὶ ὑποζύγιον ἀνεβίβασε, καὶ εἰς τὸ