103
πανδοχεῖον κατήγαγε, καὶ ἰατρὸν ἐμισθώσατο, καὶ τὸ μὲν ἔδωκεν ἀργύριον, τὸ δὲ ὑπέσχετο. Σὺ δὲ οὐ λῃσταῖς περιπεσόντα βλέπων, ἀλλὰ δαιμόνων φάλαγγι καὶ θυμοῦ πολιορκίᾳ, οὐκ ἐν ἐρημίᾳ, ἀλλ' ἐν ἀγορᾷ μέσῃ, οὐ χρήματα ἀναλίσκειν μέλλων, οὐδὲ ὑποζύγιον μισθοῦσθαι, οὐδὲ μακρὰν προπέμπειν ὁδὸν, ἀλλὰ ῥήματα φθέγγεσθαι μόνον, ὀκνεῖς καὶ ἀναδύῃ, καὶ παρατρέχεις ὠμῶς καὶ ἀνηλεῶς; Καὶ πῶς προσδοκᾷς τὸν Θεὸν καλῶν ἵλεών ποτε ἕξειν; Εἴπω δὲ καὶ πρὸς ὑμᾶς τοὺς ἀσχημονοῦντας δημοσίᾳ, πρὸς τὸν ἐπηρεάζοντα καὶ ἀδικοῦντα. Πληγὰς ἐντείνεις, εἰπέ μοι, καὶ λακτίζεις, καὶ δάκνεις; Ὗς ἄγριος ἐγένου, καὶ ὄνος ἄγριος; Καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς, ἐκθηριούμενος, καὶ τὴν οἰκείαν εὐγένειαν προδιδούς; Εἰ γὰρ πένης εἶ, ἀλλ' ἐλεύθερος· εἰ γὰρ χειροτέχνης εἶ, ἀλλὰ Χριστιανός. ∆ι' αὐτὸ μὲν οὖν τοῦτο ὅτι πένης εἶ, ἀναγκαῖον ἡσυχάζειν. Τῶν γὰρ πλουτούντων ἐστὶ τὸ μάχεσθαι, οὐ τῶν πενήτων· τῶν πλουτούντων, τῶν πολλὰς ἐχόντων ἀνάγκας πολέμων. Σὺ δὲ τὴν ἡδονὴν οὐκ ἔχων τοῦ πλούτου, τὰ κακὰ τοῦ πλούτου περιέρχῃ συνάγων σεαυτῷ, ἔχθρας καὶ φιλονεικίας καὶ μάχας· καὶ ἀποπνίγεις τὸν ἀδελφὸν, καὶ ἄγχεις, καὶ καταβάλλεις δημοσίᾳ ἁπάντων ὁρώντων· καὶ οὐχ ἡγῇ μᾶλλον αὐτὸς ἀσχημονεῖν, τῶν ἀλόγων μιμούμενος τὰς ὁρμὰς, μᾶλλον δὲ καὶ ἐκείνων χείρων γινόμενος; Πάντα γὰρ ἐκείνοις κοινὰ, καὶ συναγελάζονται ἀλλήλοις, καὶ συμ 57.238 βαδίζουσιν· ἡμῖν δὲ οὐδὲν κοινὸν, ἀλλὰ πάντα ἄνω καὶ κάτω, μάχαι, φιλονεικίαι, λοιδορίαι, καὶ ἀπέχθειαι, καὶ ὕβρεις. Καὶ οὔτε τὸν οὐρανὸν αἰδούμεθα, εἰς ὃν ἐκλήθημεν κοινῇ ἅπαντες, οὐδὲ τὴν γῆν ἢν κοινὴν πᾶσιν ἀνῆκεν, οὐκ αὐτὴν τὴν φύσιν· ἀλλὰ πάντα ὁ θυμὸς καὶ ὁ τῶν χρημάτων ἔρως παρασύρας οἴχεται. Οὐκ εἶδες ἐκεῖνον τὸν τὰ μυρία τάλαντα ὀφείλοντα, εἶτα μετὰ τὴν ἐκείνων ἄφεσιν ἀποπνίγοντα τὸν ἑαυτοῦ σύνδουλον ὑπὲρ ἑκατὸν δηναρίων. ὅσα ὑπέστη κακὰ, καὶ πῶς ἀθανάτῳ παρεδόθη κολάσει; Οὐ δέδοικας τὸ ὑπόδειγμα; οὐ φοβῇ μὴ καὶ αὐτὸς τὰ αὐτὰ πάθῃς; Καὶ γὰρ καὶ ἡμεῖς ὀφείλομεν τῷ ∆εσπότῃ πολλὰ καὶ μεγάλα ὀφλήματα· ἀλλ' ὅμως ἀνέχεται καὶ μακροθυμεῖ, καὶ οὔτε ἐπίκειται, καθάπερ ἡμεῖς τοῖς συνδούλοις, οὔτε ἄγχει καὶ ἀποπνίγει· καίτοιγε εἰ καὶ τὸ πολλοστὸν μέρος αὐτῶν ἡμᾶς ἐβουλήθη ἀπαιτῆσαι, πάλαι ἂν ἀπολώλειμεν. Ταῦτ' οὖν ἐννοοῦντες, ἀγαπητοὶ, ταπεινωθῶμεν, καὶ χάριν ἔχωμεν τοῖς ὀφείλουσιν ἡμῖν· γίνονται γὰρ ἡμῖν, ἂν φιλοσοφῶμεν, ἀφορμὴ συγχωρήσεως μεγίστης, καὶ ὀλίγα διδόντες, πολλὰ ληψόμεθα. Τί τοίνυν ἀπαιτεῖς μετὰ βίας, δέον, εἰ καὶ ἐκεῖνος ἐβούλετο δοῦναι, αὐτὸν συγχωρῆσαι, ἵνα παρὰ τοῦ Θεοῦ τὸ πᾶν λάβῃς; Νυνὶ δὲ πάντα ποιεῖς καὶ βιάζῃ καὶ φιλονεικεῖς, ὥστε σοι μηδὲν ἀφεθῆναι τῶν σῶν· καὶ δοκεῖς μὲν ἐπηρεάζειν τῷ πλησίον, κατὰ δὲ σαυτοῦ τὸ ξίφος ὠθεῖς, αὔξων τὴν ἐν τῇ γεέννῃ κόλασιν· εἰ δὲ μικρὸν ἐνταῦθα φιλοσοφήσεις, ἡμέρους σαυτῷ τὰς εὐθύνας ποιεῖς. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο ἡμᾶς βούλεται ἄρχεσθαι τῆς τοιαύτης φιλοτιμίας, ἵνα ἀφορμὴν λάβῃ τοῦ πλείονα ἡμῖν ἀντιδοῦναι. Ὅσους τοίνυν ὀφειλέτας ἔχεις καὶ χρημάτων καὶ ἁμαρτημάτων, πάντας ἀφεὶς ἐλευθέρους, τὸν Θεὸν ἀπαίτει τῆς τοιαύτης μεγαλοψυχίας τὴν ἀμοιβήν. Ἕως μὲν γὰρ ἂν ἐκεῖνοί σοι ὦσιν ὀφείλοντες, οὐχ ἕξεις τὸν Θεὸν ὀφειλέτην· ἐὰν δὲ ἐκείνους ἀφῇς, δυνήσῃ τὸν Θεὸν κατασχεῖν, καὶ ἀπαιτῆσαι μετὰ πολλῆς τῆς φιλοτιμίας τῆς τοσαύτης φιλοσοφίας τὴν ἀμοιβήν. Εἰ γὰρ ἄνθρωπος παρελθὼν καὶ ἰδών σε τὸν ὑπεύθυνον κατέχοντα, καὶ κελεύσας ἐκεῖνον μὲν ἀφεῖναι, πρὸς δὲ αὐτὸν ἔχειν τὸν ὑπὲρ ἐκείνου λόγον, οὐκ ἂν ἕλοιτο ἀγνωμονῆσαι μετὰ τὴν ἄφεσιν, ἅτε ἐφ' ἑαυτὸν τὸ πᾶν μεταθείς· πῶς ὁ Θεὸς οὐ πολλαπλασίονα καὶ μυριοπλασίονα ἀποδώσει, ὅταν διὰ τὸ αὐτοῦ πρόσταγμα τοὺς ὑπευθύνους ἡμῖν ὄντας, μὴ μικρὸν, μὴ μέγα ἐγκαλέσαντες, ἀφῶμεν ἀπελθεῖν ἀνευθύνους γενομένους; Μὴ δὴ τὴν πρόσκαιρον ἐννοῶμεν ἡδονὴν τὴν ἐγγινομένην ἡμῖν ἐκ τοῦ τοὺς ὑπευθύνους ἀπαιτεῖν, ἀλλὰ τὴν ζημίαν, ὅσην εἰς τὸ μέλλον ἐντεῦθεν ὑπομενοῦμεν, ἐν τοῖς ἀθανάτοις ἑαυτοὺς καταβλάπτοντες. Πάντων οὖν ἀνώτεροι γενόμενοι, χαρισώμεθα καὶ χρήματα καὶ