104
πλημμελήματα τοῖς ὑπευθύνοις ἡμῖν, ἵνα ἡμέρους αὐτοῖς ἡμῖν τὰς εὐθύνας κατασκευάσωμεν· καὶ ὅπερ οὐκ ἰσχύσαμεν διὰ τῆς ἄλλης ἀρετῆς ἀνύσαι, τούτου διὰ τοῦ μὴ μνησικακεῖν τοῖς πλησίον ἐπιτυχόντες, τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 57.237 ΟΜΙΛΙΑ Ιʹ. Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας. αʹ. Τίς γὰρ τοῦτο ὑπώπτευσεν ἢ τίς ἐνεκάλεσεν ἵνα 57.238 πρὸς τοῦτο ποιήσηται τὴν ἀπάντησιν; Οὐδὲ γὰρ ἐκ 57.239 τῶν εἰρημένων τοιαύτη τις ὑποψία ἐτίκτετο· τὸ γὰρ κελεύειν πράους εἶναι, καὶ ἐπιεικεῖς, καὶ ἐλεήμονας, καὶ καθαροὺς τῇ καρδίᾳ, καὶ ὑπὲρ δικαιοσύνης ἀγωνίζεσθαι, οὐδὲν τοιοῦτον ἐνεδείκνυτο, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Τί δήποτε οὖν τοῦτο εἴρηκεν; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ· ἀλλ' ἐπειδὴ μείζονα τῶν παλαιῶν ἔμελλε νομοθετεῖν παραγγελμάτων, λέγων· Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν· Μηδὲ ὀργίζεσθε· καὶ θείας τινὸς καὶ οὐρανίου πολιτείας τέμνειν ὁδόν· ἵνα μὴ τὸ ξένον ταράξῃ τῶν ἀκουόντων τὰς ψυχὰς, καὶ διαστασιάζειν παρασκευάσῃ πρὸς τὰ λεγόμενα, ταύτῃ κέχρηται τῇ προδιορθώσει. Εἰ γὰρ καὶ μὴ ἐπλήρουν τὸν νόμον, ἀλλ' ὅμως πολλῇ κατείχοντο πρὸς αὐτὸν συνειδήσει, καὶ τοῖς πράγμασιν αὐτὸν καθ' ἑκάστην παραλύοντες τὴν ἡμέραν, τὰ γράμματα ἤθελον μένειν ἀκίνητα, καὶ μηδένα προσθεῖναι πλέον αὐτοῖς· μᾶλλον δὲ προστιθέντων μὲν ἠνείχοντο τῶν ἀρχόντων, οὐκ ἐπὶ τὸ κρεῖττον δὲ, ἀλλ' ἐπὶ τὸ χεῖρον. Καὶ γὰρ τὴν εἰς τοὺς γονέας τιμὴν οὕτω παρέλυον ταῖς ἑαυτῶν προσθήκαις· καὶ ἕτερα δὲ πλείονα τῶν ἐγκειμένων ἐξέλυον τοῖς ἀκαίροις τούτοις πλεονασμοῖς. Ἐπεὶ οὖν ὁ Χριστὸς οὔτε ἐξ ἱερατικῆς φυλῆς ἐτύγχανεν ὢν, καὶ ἅπερ ἔμελλεν εἰσηγεῖσθαι, προσθήκη τις ἦν, οὐ μὴν ἐλαττοῦσα, ἀλλ' ἐπιτείνουσα τὴν ἀρετήν· προειδὼς ἀμφότερα ταῦτα μέλλοντα αὐτοὺς ταράττειν, πρὶν ἢ τοὺς θαυμαστοὺς ἐκείνους ἐγγράψαι νόμους, ἐκβάλλει τὸ μέλλον αὐτῶν ὑφορμεῖν τῇ διανοίᾳ. Τί δὲ ἦν τὸ ὑφορμοῦν καὶ ἀντικροῦον; Ἐνόμιζον αὐτὸν ταῦτα λέγοντα ἐπ' ἀναιρέσει τῶν παλαιῶν νομίμων ποιεῖν. Ταύτην τοίνυν ἰᾶται τὴν ὑπόνοιαν. Καὶ οὐκ ἐνταῦθα τοῦτο ποιεῖ μόνον, ἀλλὰ καὶ ἑτέρωθι πάλιν. Ἐπειδὴ γὰρ ἀντίθεον ἐντεῦθεν αὐτὸν ἐνόμιζον εἶναι, ἀπὸ τοῦ τὸ Σάββατον μὴ τηρεῖν, θεραπεύων αὐτῶν τὴν τοιαύτην ὑποψίαν, κἀκεῖ πάλιν τίθησιν ἀπολογίας, τὰς μὲν ἑαυτῷ πρεπούσας, ὥσπερ ὅταν λέγῃ, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· τὰς δὲ πολὺ τὸ συγκαταβατικὸν ἐχούσας, οἷον ὡς ὅταν εἰς μέσον παράγῃ πρόβατον ἀπολλύμενον ἐν Σαββάτῳ, καὶ δεικνύῃ διὰ τὴν ἐκείνου σωτηρίαν τὸν νόμον κινούμενον, καὶ περιτομῆς μνημονεύῃ τὸ αὐτὸ τοῦτο ποιούσης πάλιν. ∆ιὸ δὴ καὶ ταπεινότερα φθέγγεται πολλάκις ῥήματα, ἵνα τὸ δοκεῖν εἶναι ἀντίθεος ἀνέλῃ. ∆ιὰ τοῦτο ὁ μυρίους νεκροὺς ἐγείρας λόγῳ μόνῳ, ἡνίκα τὸν Λάζαρον ἐκάλει, καὶ εὐχὴν προσέθηκεν· εἶτα, ἵνα μὴ τοῦτο ἐλάττονα αὐτὸν δείξῃ τοῦ γεγεννηκότος, διορθούμενος τὴν ὑπόνοιαν, ἐπήγαγεν, ὅτι Ταῦτα εἶπον διὰ τὸν ὄχλον τὸν περιεστῶτα, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Καὶ οὔτε πάντα ὡς αὐθεντῶν ἐργάζεται, ἵνα τὴν ἐκείνων ἀσθένειαν διορθώσηται· οὔτε πάντα εὐχόμενος ποιεῖ, ἵνα μὴ τοῖς μετὰ ταῦτα καταλίπῃ πονηρᾶς ὑποψίας ὑπόθεσιν, ὡς ἀσθενῶν καὶ ἀδυνάτως ἔχων· ἀλλὰ μίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις. Καὶ οὐδὲ τοῦτο ἁπλῶς ποιεῖ, ἀλλὰ μετὰ τῆς αὐτῷ προσηκούσης συνέσεως. Τὰ γὰρ μείζονα ἐξουσιαστικῶς ποιῶν, ἐν τοῖς ἐλάττοσιν εἰς τὸν οὐρανὸν ἀναβλέπει. Ἁμαρτήματα μὲν γὰρ λύων, καὶ τὰ ἀπόῤῥητα ἀποκαλύπτων, καὶ παράδεισον ἀνοιγνὺς, καὶ δαίμονας ἀπελαύνων, καὶ λεπροὺς καθαρίζων, καὶ θάνατον χαλινῶν, καὶ νεκροὺς ἐγείρων μυρίους, ἐξ ἐπιτάγματος πάντα ἐποίει. Ἡνίκα δὲ, ὃ πολλῷ 57.240 τούτων ἔλαττον ἦν, ἄρτους ἐξ ὀλίγων πολλοὺς παρεσκεύαζε πηγάζειν, τότε εἰς οὐρανὸν ἀνέβλεπε, δεικνὺς ὅτι οὐ δι' ἀσθένειαν τοῦτο ἐργάζεται. Ὁ γὰρ τὰ μείζονα δυνηθεὶς μετ' ἐξουσίας ποιῆσαι, πῶς ἂν ἐν τοῖς ἐλάττοσιν εὐχῆς ἐδεήθη;