105
Ἀλλ', ὅπερ ἔφην, ἵνα ἐκείνων ἐπιστομίσῃ τὴν ἀναισχυντίαν, τοῦτο ποιεῖ. Τὸ αὐτὸ τοίνυν καὶ ἐν τοῖς ῥήμασιν, ὅταν ἀκούσῃς αὐτοῦ ταπεινὰ φθεγγομένου, λογίζου. Καὶ γὰρ πολλαὶ καὶ τῶν ῥημάτων καὶ τῶν πραγμάτων τῶν τοιούτων εἰσὶν αἰτίαι· οἷον, τὸ μὴ νομίζεσθαι ἀλλότριον εἶναι τοῦ Θεοῦ, τὸ πάντας παιδεύειν αὐτὸν καὶ θεραπεύειν, τὸ ταπεινοφροσύνην διδάσκειν, τὸ σάρκα περικεῖσθαι, τὸ μὴ δύνασθαι Ἰουδαίους πάντα ἀθρόως ἀκούειν, τὸ διδάσκειν μηδὲν μέγα περὶ ἑαυτῶν φθέγγεσθαι. ∆ιὰ τοῦτο πολλὰ ταπεινὰ αὐτὸς περὶ ἑαυτοῦ πολλάκις εἰπὼν, τὰ μεγάλα ἑτέροις ἀφίησι λέγειν. βʹ. Αὐτὸς μὲν γὰρ Ἰουδαίοις διαλεγόμενος ἔλεγε· Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι· ὁ μαθητὴς δὲ αὐτοῦ οὐχ οὕτως, ἀλλ', Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάλιν, ὅτι οὐρανὸν καὶ γῆν καὶ θάλατταν αὐτὸς ἐποίησε, καὶ τὰ ὁρώμενα καὶ τὰ ἀόρατα πάντα, αὐτὸς μὲν οὐδαμοῦ σαφῶς εἴρηκεν· ὁ δὲ μαθητὴς μετὰ πολλῆς τῆς παῤῥησίας, οὐδὲν ὑποστειλάμενος, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις τοῦτό φησι, Πάντα δι' αὐτοῦ ἐγένετο, γράφων· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν· καὶ, Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο. Καὶ τί θαυμάζεις, εἰ ἕτεροι μείζονα περὶ αὐτοῦ εἰρήκασιν, ὧν αὐτὸς εἴρηκεν, ὅπου γε πολλὰ διὰ τῶν πραγμάτων ἐπιδεικνύμενος, διὰ τῶν ῥημάτων σαφῶς οὐκ ἔλεγεν; Ὅτι γὰρ τὸν ἄνθρωπον αὐτὸς ἐποίησεν, ἔδειξε σαφῶς καὶ διὰ τοῦ τυφλοῦ· ἡνίκα δὲ περὶ τῆς ἐν ἀρχῇ πλάσεως ὁ λόγος ἦν αὐτῷ, οὐκ εἶπεν, ὅτι Ἐγὼ ἐποίησα, ἀλλ', Ὁ ποιήσας, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Πάλιν, ὅτι τὸν κόσμον ἐδημιούργησε καὶ τὰ ἐν αὐτῷ, διὰ τῶν ἰχθύων, διὰ τοῦ οἴνου, διὰ τῶν ἄρτων, διὰ τῆς γαλήνης τῆς ἐν τῇ θαλάσσῃ, διὰ τῆς ἀκτῖνος, ἣν ἀπέστρεψεν ἐν τῷ σταυρῷ, διὰ πλειόνων ἑτέρων ἀπέδειξε· ῥήμασι δὲ οὐδαμοῦ τοῦτο σαφῶς εἶπεν, ἀλλ' οἱ μαθηταὶ συνεχῶς τοῦτο φθέγγονται, καὶ Ἰωάννης, καὶ Παῦλος καὶ Πέτρος. Εἰ γὰρ ἐκεῖνοι, οἱ νύκτωρ καὶ μεθ' ἡμέραν ἀκούοντες αὐτοῦ διαλεγομένου, καὶ θαυματουργοῦντα βλέποντες, καὶ οἷς κατ' ἰδίαν πολλὰ ἐπέλυσε, καὶ τοσαύτην ἔδωκε δύναμιν, ὡς καὶ νεκροὺς ἐγείρειν, καὶ οὕτως ἀπηρτισμένους εἰργάσατο, ὡς πάντα ἀφεῖναι δι' αὐτὸν, μετὰ τὴν τοσαύτην ἀρετὴν καὶ φιλοσοφίαν οὐκ ἴσχυον τὰ πάντα βαστάσαι πρὸ τῆς τοῦ Πνεύματος χορηγίας· πῶς δῆμος Ἰουδαϊκὸς, καὶ συνέσεως ἄμοιρος, καὶ τῆς τοσαύτης ἀρετῆς ἀπολιμπανόμενος, καὶ ἐκ τοῦ παρατυγχάνοντος παραγινόμενος τοῖς γινομένοις ἢ τοῖς λεγομένοις ποτὲ, μὴ ἀλλότριον αὐτὸν εἶναι τοῦ τῶν ὅλων Θεοῦ ἐπείσθη, εἰ μὴ τοσαύτῃ συγκαταβάσει διὰ πάντων ἐχρήσατο; ∆ιὰ γάρ τοι τοῦτο, καὶ ὅτε τὸ Σάββατον ἔλυεν, οὐ προηγουμένως τὴν τοιαύτην εἰσῆγε νομοθεσίαν, ἀλλὰ ποικίλας καὶ πολλὰς συντίθησιν ἀπολογίας. Εἰ δὲ μίαν ἐντολὴν μέλλων ἀναπαύειν, τοσαύτῃ κέχρηται λόγων οἰκονομίᾳ, ἵνα μὴ πλήξῃ τοὺς ἀκούοντας· πολλῷ μᾶλλον προσθεὶς ὁλοκλήρῳ τῷ νόμῳ ὁλόκληρον ἑτέραν νομοθεσίαν, πολλῆς ἐδεῖτο τῆς κατασκευῆς καὶ τῆς θεραπείας, ὥστε μὴ θορυβῆσαι τοὺς ἀκροωμένους τότε. ∆ιὰ δὴ τοῦτο οὐδὲ περὶ τῆς θεότητος τῆς αὐτοῦ 57.241 πανταχοῦ φαίνεται σαφῶς παιδεύων. Εἰ γὰρ ἡ τοῦ νόμου προσθήκη τοσοῦτον αὐτοὺς ἐθορύβει, πολλῷ μᾶλλον τὸ Θεὸν ἑαυτὸν ἀποφαίνειν. ∆ιὰ τοῦτο πολλὰ καταδεέστερα τῆς οἰκείας φθέγγεται ἀξίας· καὶ ἐνταῦθα μέλλων ἐκβαίνειν εἰς τὴν τοῦ νόμου προσθήκην, πολλῇ τῇ προδιορθώσει κέχρηται. Οὐδὲ γὰρ ἅπαξ εἶπεν, ὅτι Οὐ λύω τὸν νόμον, ἀλλὰ καὶ δεύτερον αὐτὸ πάλιν ἀνέλαβε, καὶ ἕτερον προσέθηκε μεῖζον. Εἰπὼν γὰρ, Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι, ἐπήγαγεν, Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Τοῦτο δὲ οὐκ Ἰουδαίων ἐμφράττει τὴν ἀναισχυντίαν μόνον, ἀλλὰ καὶ τῶν αἱρετικῶν ἀποῤῥάπτει τὰ στόματα, τῶν ἐκ τοῦ διαβόλου λεγόντων εἶναι τὴν Παλαιάν. Εἰ γὰρ καταλῦσαι τὴν ἐκείνου τυραννίδα παρεγένετο ὁ Χριστὸς, πῶς ταύτην οὐ μόνον οὐ καταλύει, ἀλλὰ καὶ πληροῖ; Οὐ γὰρ μόνον εἴρηκεν, ὅτι Οὐ καταλύω· καίτοι ἤρκει τοῦτο· ἀλλ' ὅτι καὶ Πληρῶ· ὅπερ οὐ μόνον οὐκ ἐναντιουμένου ἦν, ἀλλὰ καὶ συγκροτοῦντος αὐτήν. Καὶ πῶς οὐ κατέλυσε; φησί· πῶς δὲ καὶ ἐπλήρωσεν, ἢ τὸν