107
εἰρημένων προστιθέναι πάλιν (οὐκέτι γὰρ ἐλεήμονα ζητεῖ μόνον, ἀλλὰ καὶ τοῦ χιτωνίσκου ἐξίστασθαι κελεύει· οὐδὲ πρᾶον ἁπλῶς, ἀλλὰ καὶ τὴν ἑτέραν σιαγόνα στρέφειν τῷ βουλομένῳ ῥαπίζειν), τὴν δοκοῦσαν ἀντίθεσιν εἶναι πρότερον ἀναιρεῖ. ∆ιὰ δὴ τοῦτο, ὅπερ ἔφθην εἰπὼν, οὐδὲ ἅπαξ τοῦτο εἴρηκεν, ἀλλὰ καὶ δεύτερον. Εἰπὼν γὰρ, Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι, ἐπήγαγεν· Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν· Ἐὰν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀμήχανον ἀτέλεστον μεῖναι, ἀλλὰ καὶ τὸ βραχύτατον αὐτοῦ πληρωθῆναι δεῖ. Ὅπερ αὐτὸς ἐποίησε, μετὰ ἀκριβείας αὐτὸν ἁπάσης ἀπαρτίσας. Ἐνταῦθα δὲ ἡμῖν αἰνίττεται, ὅτι καὶ ὁ κόσμος ἅπας μετασχηματίζεται. Καὶ οὐχ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλ' ἵνα ἐπάρῃ τὸν ἀκροατὴν, καὶ δείξῃ δικαίως ἑτέραν εἰσαγαγὼν πολιτείαν· εἴγε μέλλοι καὶ τὰ τῆς κτίσεως ἅπαντα μετασχηματίζεσθαι, καὶ τὸ τῶν ἀνθρώπων γένος πρὸς ἑτέραν καλεῖσθαι πατρίδα, καὶ βίου παρασκευὴν ὑψηλοτέραν. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ 57.243 βασιλείᾳ τῶν οὐρανῶν. Ἐπειδὴ γὰρ ἀπήλλαξεν ἑαυτὸν τῆς πονηρᾶς ὑποψίας, καὶ τοὺς βουλομένους ἀντιλέγειν ἐπεστόμισε, τότε λοιπὸν καὶ φοβεῖ, καὶ ἀπειλὴν τίθησι μεγίστην ὑπὲρ τῆς μελλούσης νομοθεσίας. Ὅτι γὰρ οὐχ ὑπὲρ τῶν παλαιῶν νόμων εἴρηκεν, ἀλλ' ὑπὲρ ὧν αὐτὸς ἔμελλε νομοθετεῖν, ἄκουσον τῶν ἑξῆς. Λέγω γὰρ ὑμῖν, φησίν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ περὶ τῶν παλαιῶν ἠπείλει νόμων, πῶς ἔλεγεν, Ἐὰν μὴ περισσεύσῃ; Τοὺς γὰρ τὰ αὐτὰ ποιοῦντας, ἅπερ ἐποίουν ἐκεῖνοι, οὐκ ἦν περισσεῦσαι κατὰ τὸν τῆς δικαιοσύνης λόγον. Ἀλλὰ ποῖον ἦν τὸ περισσόν; Τὸ μὴ ὀργισθῆναι, τὸ μηδὲ ἐμβλέψαι εἰς γυναῖκα ἀκολάστως. δʹ. Τίνος οὖν ἕνεκεν ἐλαχίστας αὐτὰς ἐκάλεσε, καίτοι οὕτω μεγάλας καὶ ὑψηλὰς οὔσας; Ἐπειδὴ αὐτὸς τὴν νομοθεσίαν εἰσάγειν ἔμελλεν. Ὥσπερ γὰρ ἑαυτὸν ἐταπείνωσε, καὶ μέτρια πολλαχοῦ περὶ ἑαυτοῦ φθέγγεται· οὕτω καὶ περὶ τῆς ἑαυτοῦ νομοθεσίας, παιδεύων ἡμᾶς κἀν τούτῳ πανταχοῦ μετριάζειν. Ἄλλως δὲ καὶ ἐπειδὴ καινοτομίας ἐδόκει τις ὑποψία εἶναι, ὑπεσταλμένως τέως κέχρηται τῷ λόγῳ. Ὅταν δὲ ἀκούσῃς ἐλάχιστον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μηδὲν ἄλλο ὑπόπτευε ἢ γέενναν καὶ κόλασιν. Βασιλείαν γὰρ οἶδεν οὐχὶ τὴν ἀπόλαυσιν μόνον λέγειν, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καὶ τὴν παρουσίαν ἐκείνην τὴν φοβεράν. Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, τὸν μὲν εἰπόντα τὸν ἀδελφὸν μωρὸν, καὶ μίαν παραβάντα ἐντολὴν, εἰς τὴν γέενναν ἐμπεσεῖν· τὸν δὲ ὅλας λύοντα, καὶ ἑτέρους εἰς τοῦτο ἐνάγοντα, ἐν τῇ βασιλείᾳ εἶναι; Οὐ τοίνυν τοῦτό φησιν, ἀλλ' ὅτι ἐν ἐκείνῳ τῷ καιρῷ ἐλάχιστος ἔσται, ἀπεῤῥιμμένος, ἔσχατος· ὁ δὲ ἔσχατος πάντως εἰς τὴν γέενναν ἐμπεσεῖται τότε. Καὶ γὰρ Θεὸς ὢν προῄδει τὴν τῶν πολλῶν ῥᾳθυμίαν, καὶ ὅτι μέλλουσί τινες ὑπερβολῆς νομίζειν εἶναι τὰ εἰρημένα μόνης, καὶ συλλογίζεσθαι τοὺς νόμους, καὶ λέγειν· Ἐὰν οὖν τις μωρὸν καλέσῃ, κολάζεται; ἐὰν οὖν ἴδῃ τις ἁπλῶς, μοιχὸς γίνεται; ∆ιὸ δὴ ταύτην προαναιρῶν τὴν ὀλιγωρίαν, ἀπειλὴν τέθεικε μεγίστην ἑκατέροις, καὶ τοῖς παραβαίνουσι, καὶ τοῖς ἑτέρους εἰς τοῦτο ἐνάγουσιν. Εἰδότες τοίνυν τὴν ἀπειλὴν, μήτε αὐτοὶ παραβαίνωμεν, μήτε τοὺς βουλομένους ταῦτα φυλάττειν ἐκλύωμεν. Ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, φησὶ, μέγας κληθήσεται. Οὐ γὰρ ἑαυτοῖς δεῖ χρησίμους εἶναι μόνον, ἀλλὰ καὶ ἑτέροις. Καὶ γὰρ οὐκ ἴσος ὁ μισθὸς τῷ ἑαυτὸν κατορθοῦντι, καὶ τῷ μεθ' ἑαυτοῦ καὶ ἕτερον προστιθέντι. Ὥσπερ γὰρ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν, κρίνει τὸν διδάσκοντα (Ὁ γὰρ διδάσκων, φησὶν, ἕτερον, σεαυτὸν οὐ διδάσκεις;)· οὕτω τὸ ποιεῖν μὲν, ἑτέροις δὲ μὴ ὑφηγεῖσθαι, ἐλαττοῖ τὸν μισθόν. ∆εῖ τοίνυν ἐν ἑκατέροις ἄκρον εἶναι, καὶ πρότερον ἑαυτὸν κατορθώσαντα, οὕτω καὶ ἐπὶ τὴν τῶν ἄλλων ἐκβῆναι ἐπιμέλειαν. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς τὴν ποίησιν πρὸ τῆς διδασκαλίας ἔθηκε, δεικνὺς ὅτι οὕτω