108
μάλιστά τις διδάξαι δυνήσεται, ἑτέρως δὲ οὐδαμῶς. Ἀκούσεται γάρ· Ἰατρὲ, θεράπευσον σεαυτόν. Ὁ γὰρ ἑαυτὸν διδάξαι μὴ δυνηθεὶς καὶ ἑτέρους ἐπιχειρῶν διορθοῦν, πολλοὺς ἕξει τοὺς κωμῳδοῦντας 57.244 αὐτόν· μᾶλλον δὲ οὐδὲ διδάξαι ὁ τοιοῦτος δυνήσεται, τῶν πραγμάτων ἀντιφθεγγομένων αὐτῷ. Ἂν δὲ ἑκατέρωθεν ἀπηρτισμένος ᾖ, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Λέγω γὰρ ὑμῖν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐνταῦθα δικαιοσύνην τὴν πᾶσαν ἀρετὴν λέγει, ὥσπερ καὶ περὶ τοῦ Ἰὼβ διαλεγόμενος ἔλεγε· Καὶ ἦν ἄνθρωπος ἄμεμπτος, δίκαιος. Κατὰ τοῦτο καὶ ὁ Παῦλος τὸ σημαινόμενον δίκαιον ἐκεῖνον ἐκάλεσεν, ᾧ μηδὲ νόμον κεῖσθαι ἔλεγε· ∆ικαίῳ γὰρ νόμος οὐ κεῖται, φησί. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ τοῦτο τὸ ὄνομα ἐπὶ τῆς ἀρετῆς τῆς καθόλου κείμενον εὕροι τις ἄν. Σὺ δέ μοι σκόπει τῆς χάριτος τὴν ἐπίδοσιν, ὅπου τοὺς μαθητὰς τοὺς νεήλυδας τῶν ἐν τῇ Παλαιᾷ διδασκάλων κρείττους εἶναι βούλεται. Γραμματέων γὰρ ἐνταῦθα καὶ Φαρισαίων οὐχ ἁπλῶς εἶπε τῶν παρανόμων, ἀλλὰ τῶν κατορθούντων· οὐ γὰρ ἂν, εἰ μὴ κατώρθουν, ἔφησεν ἔχειν δικαιοσύνην, οὐδὲ ἂν τὴν οὐκ οὖσαν παρέβαλε τῇ οὔσῃ. Ὅρα δὲ καὶ ἐνταῦθα πῶς συνίστησι τὴν Παλαιὰν, σύγκρισιν ποιούμενος ταύτης πρὸς ἐκείνην· ὅπερ δείκνυσιν ὁμόφυλον αὐτὴν οὖσαν καὶ συγγενῆ· τὸ γὰρ πλέον καὶ ἔλαττον τοῦ αὐτοῦ γένους ἐστίν. Οὐ τοίνυν διαβάλλει τὴν Παλαιὰν, ἀλλ' ἐπιταθῆναι αὐτὴν βούλεται. Εἰ δὲ ἦν πονηρὰ, οὐκ ἂν τὸ πλέον ἐζήτησεν, οὐδ' ἂν αὐτὴν διώρθωσεν, ἀλλ' ἐξέβαλεν ἄν. Καὶ πῶς. φησὶν, εἰ τοιαύτη ἐστὶν, εἰς τὴν βασιλείαν οὐκ εἰσάγει; Νῦν οὐκ εἰσάγει τοὺς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πολιτευομένους, ἅτε δὴ πλείονος ἀπολελαυκότας δυνάμεως, καὶ μείζονα ὀφείλοντας ἀγωνίζεσθαι· ἐπεὶ τούς γε αὐτῆς τροφίμους εἰσάγει ἅπαντας. Καὶ γὰρ Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, φησὶ, καὶ ἀνακλιθήσονται εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ὁ Λάζαρος δὲ τῶν μεγάλων ἀπολαύων ἐπάθλων, ἐν τοῖς ἐκείνου κόλποις φαίνεται ἐνδιαιτώμενος. Καὶ πάντες ὅσοι μεθ' ὑπερβολῆς ἔλαμψαν ἐν τῇ Παλαιᾷ, διὰ ταύτης ἔλαμψαν ἅπαντες. Καὶ ὁ Χριστὸς δὲ, εἰ πονηρά τις ἦν καὶ ἀλλοτρία, οὐκ ἂν αὐτὴν ἐπλήρωσεν ἐλθὼν ἅπασαν. Εἰ γὰρ ὑπὲρ τοῦ τοὺς Ἰουδαίους ἐπισπάσασθαι τοῦτο ἐποίει μόνον, καὶ οὐχ ὥστε δεῖξαι συγγενῆ ταύτην οὖσαν τῇ Καινῇ καὶ συμβαίνουσαν· τίνος ἕνεκεν οὐχὶ καὶ τὰ τῶν Ἑλλήνων ἐπλήρου νόμιμά τε καὶ ἔθη, ἵνα Ἕλληνας ἐπισπάσηται; εʹ. Ὥστε πανταχόθεν δῆλον, ὅτι οὐ διὰ τὸ πονηρὰ εἶναι οὐκ εἰσάγει, ἀλλὰ διὰ τὸ μειζόνων ἐντολῶν εἶναι καιρόν. Εἰ δὲ ἀτελεστέρα ἐστὶ τῆς Καινῆς, οὐδὲ τοῦτο δείκνυσιν αὐτὴν πονηράν· ἐπεὶ κατὰ τοῦτο καὶ ἡ Καινὴ τὸ αὐτὸ τοῦτο πείσεται. Καὶ γὰρ ἡ ταύτης γνῶσις πρὸς τὴν μέλλουσαν συγκρινομένη, μερική τίς ἐστι καὶ ἀτελὴς, καὶ καταργεῖται ἐκείνης ἐλθούσης· Ὅταν γὰρ ἔλθῃ, φησὶ, τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται· ὅπερ ἔπαθεν ἡ Παλαιὰ παρὰ τῆς Καινῆς. Ἀλλ' οὐ διὰ τοῦτο αὐτὴν διαβαλοῦμεν, καίτοι καὶ αὕτη ὑπεξίσταται, ὅταν τῆς βασιλείας ἐπιτύχωμεν· Τότε γὰρ τὸ ἐκ μέρους καταργηθήσεται, φησίν· ἀλλ' ὅμως μεγάλην αὐτὴν εἶναί φαμεν. Ἐπεὶ οὖν καὶ μείζονα τὰ ἔπαθλα, καὶ πλείων ἡ παρὰ τοῦ Πνεύματος δύναμις, εἰκότως καὶ 57.245 μείζονα ἀπαιτεῖ τὰ χαρίσματα. Οὐκέτι γὰρ γῆ ῥέουσα γάλα καὶ μέλι, οὐδὲ γῆρας λιπαρὸν, οὐδὲ πολυπαιδία, οὐδὲ σῖτος καὶ οἶνος, καὶ ποίμνια καὶ βουκόλια· ἀλλ' οὐρανὸς, καὶ τὰ ἐν οὐρανοῖς ἀγαθὰ, καὶ υἱοθεσία, καὶ ἀδελφότης ἡ πρὸς τὸν Μονογενῆ, καὶ κοινωνία κληρονομίας, καὶ τὸ συνδοξασθῆναι καὶ συμβασιλεῦσαι, καὶ τὰ μυρία ἔπαθλα ἐκεῖνα. Ὅτι δὲ καὶ πλείονος βοηθείας ἀπελαύσαμεν, ἄκουσον τοῦ Παύλου λέγοντος· Οὐδὲν ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Ἀπειλήσας τοίνυν τοῖς παραβαίνουσι, καὶ μεγάλα ἔπαθλα θεὶς τοῖς κατορθοῦσι, καὶ δείξας ὅτι δικαίως