109
πλέον ἡμᾶς ἀπαιτεῖ τῶν προτέρων μέτρων, ἄρχεται τῆς νομοθεσίας λοιπὸν, οὐχ ἁπλῶς, ἀλλὰ κατὰ σύγκρισιν τῶν παλαιῶν νομίμων· δύο ταῦτα δεῖξαι βουλόμενος, ὅτι τε οὐ μαχόμενος τοῖς προτέροις, ἀλλὰ καὶ σφόδρα συμφωνῶν ταῦτα νομοθετεῖ, καὶ ὅτι εἰκότως καὶ σφόδρα εὐκαίρως τὰ δεύτερα ἐκείνοις προστίθησιν. Ὅπερ ἵνα καὶ σαφέστερον γένηται, αὐτῶν ἐπακούσωμεν τῶν τοῦ νομοθέτου ῥημάτων. Τί οὖν αὐτός φησιν; Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις. Καίτοι ὁ καὶ ἐκεῖνα δοὺς, αὐτός ἐστιν· ἀλλὰ τέως ἀπροσώπως αὐτὰ τίθησιν. Εἴτε γὰρ εἶπεν, ὅτι Ἠκούσατε ὅτι εἶπον τοῖς ἀρχαίοις, δυσπαράδεκτος ὁ λόγος ἐγίνετο, καὶ πᾶσιν ἂν προσέστη τοῖς ἀκούουσιν· εἴτε αὖ πάλιν εἰπὼν, ὅτι Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις παρὰ τοῦ Πατρός μου, ἐπήγαγεν, Ἐγὼ δὲ λέγω, μείζων ἂν ἔδοξεν εἶναι ὁ αὐθαδιασμός. ∆ιὸ δὴ ἁπλῶς αὐτὸ τέθεικεν, ἓν μόνον ἀπ' αὐτοῦ κατασκευάζων, τὸ δεῖξαι ὅτι εἰς καιρὸν ἦλθε τὸν προσήκοντα ταῦτα λέγων. Τῷ γὰρ εἰπεῖν, Ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, ἐνέφηνε πολὺν τὸν χρόνον, ἐξ οὗ τὴν ἐντολὴν ταύτην ἔλαβον. Τοῦτο δὲ ἐποίησεν, ἵνα ἐντρέψῃ τὸν ἀκροατὴν τὸν ἀναδυόμενον πρὸς τὰ ὑψηλότερα ἐκβῆναι τῶν ἐπιταγμάτων· ὡσανεὶ διδάσκαλος παιδίῳ ῥᾳθυμοῦντι λέγοι· Οὐκ οἶσθα πόσον ἀνήλωσας χρόνον συλλαβὰς μελετῶν; Τοῦτο δὲ καὶ αὐτὸς αἰνιττόμενος τῷ τῶν ἀρχαίων ὀνόματι, ἐκκαλεῖται λοιπὸν αὐτοὺς πρὸς τὰ μείζονα τῶν διδαγμάτων, ὡσανεὶ ἔλεγεν· Ἀρκοῦντα ἔχετε χρόνον ταῦτα μελετῶντες, καὶ δεῖ λοιπὸν πρὸς τὰ ὑψηλότερα τούτων ἐπείγεσθαι. Εὖ δὲ καὶ τὸ μὴ συγχεῖν τὴν τάξιν τῶν ἐντολῶν, ἀλλ' ἀπὸ τῆς προτέρας ἄρξασθαι πρώτης, ἀφ' ἧς καὶ ὁ νόμος ἤρξατο· καὶ γὰρ καὶ τοῦτο δεικνύντος ἐστὶ τὴν συμφωνίαν. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Εἶδες ἐξουσίαν ἀπηρτισμένην; εἶδες σχῆμα νομοθέτῃ πρέπον; Τίς γὰρ προφητῶν οὕτω ποτὲ ἐφθέγξατο; τίς δικαίων; τίς πατριαρχῶν; Οὐδείς· ἀλλὰ, Τάδε λέγει Κύριος. Ἀλλ' οὐχ ὁ Υἱὸς οὕτως. Ἐκεῖνοι γὰρ τὰ τοῦ ∆εσπότου διήγγελλον, οὗτος δὲ τὰ τοῦ Πατρός. Ὅταν δὲ εἴπω τὰ τοῦ Πατρὸς, τὰ αὐτοῦ λέγω· Τὰ γὰρ ἐμὰ, φησὶ, σά ἐστι, καὶ τὰ σὰ, ἐμά. Καὶ οἱ μὲν τοῖς ὁμοδούλοις, ὁ δὲ τοῖς αὐτοῦ δούλοις ἐνομοθέτει. Ἐρωτήσωμεν τοίνυν τοὺς τὸν νόμον ἐκβάλλοντας· Τὸ μὴ ὀργίζεσθαι τοῦ μὴ φονεύειν ἐναντίον, ἢ μᾶλλον ἐκείνου τελείωσις τοῦτο καὶ κατασκευή; Εὔδηλον ὅτι τοῦτο ἐκείνου πλήρωσις, καὶ μεῖζον τούτου ἕνεκεν. 57.246 Ὁ γὰρ πρὸς ὀργὴν οὐκ ἐκφερόμενος, πολλῷ μᾶλλον φόνου ἀφέξεται· καὶ ὁ θυμὸν χαλινῶν, πολλῷ μᾶλλον τὰς χεῖρας καθέξει παρ' ἑαυτῷ. Ῥίζα γὰρ τοῦ φόνου, θυμός. Ὁ τοίνυν τὴν ῥίζαν ἐκκόπτων, πολλῷ μᾶλλον ἀναιρήσει τοὺς κλάδους· μᾶλλον δὲ οὐδὲ φῦναι τὴν ἀρχὴν ἐάσει. ʹ. Οὐκοῦν οὐκ ἐπ' ἀναιρέσει τοῦ νόμου, ἀλλ' ἐπὶ πλείονι ταῦτα ἐνομοθέτει φυλακῇ. Τί γὰρ βουλόμενος ὁ νόμος ταῦτα ἐπέταξεν; Οὐχ ἵνα μηδεὶς φονεύῃ τὸν πλησίον; Οὐκοῦν τοῦ μαχομένου τῷ νόμῳ, τὸ κελεύειν φονεύειν ἦν· τὸ γὰρ φονεύειν τοῦ μὴ φονεύειν ἐναντίον· εἰ δὲ μηδὲ ὀργίζεσθαι ἐπιτρέπει, ὅπερ ὁ νόμος ἐβούλετο, τοῦτο μᾶλλον ἵστησιν. Οὐ γὰρ ὁμοίως ἀφέξεται φόνου ὁ μελετῶν μὴ φονεύειν τῷ καὶ τὴν ὀργὴν ἀνῃρηκότι· ποῤῥωτέρω γὰρ οὗτος ἕστηκε τοῦ τολμήματος. Ἵνα δὲ καὶ ἑτέρως αὐτοὺς ἕλωμεν, εἰς μέσον ἃ λέγουσιν ἀγάγωμεν ἅπαντα. Τίνα οὖν ἐστιν ἅ φασι; Λέγουσιν, ὅτι ὁ τὸν κόσμον ποιήσας Θεὸς, ὁ τὸν ἥλιον ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, πονηρός τίς ἐστιν. Οἱ δὲ ἐπιεικέστεροι δῆθεν αὐτῶν τοῦτο μὲν παραιτοῦνται, δίκαιον δὲ αὐτὸν εἶναι λέγοντες ἀποστεροῦσι τοῦ εἶναι ἀγαθόν· ἕτερον δέ τινα, τὸν οὐκ ὄντα, οὔτε ποιήσαντά τι τῶν ὄντων, Πατέρα διδόασι τῷ Χριστῷ. Καὶ τὸν μὲν οὐκ ἀγαθὸν ἐν τοῖς αὐτοῦ μένειν, καὶ τὰ αὐτοῦ διατηρεῖν φασι· τὸν δὲ ἀγαθὸν τῶν ἀλλοτρίων ἐφίεσθαι, καὶ ὧν οὐκ ἐγένετο δημιουργὸς, τούτων ἐξαίφνης βούλεσθαι γενέσθαι σωτῆρα. Εἶδες τοῦ διαβόλου τὰ τέκνα, πῶς ἀπὸ τῆς πηγῆς τοῦ πατρὸς φθέγγονται, ἀλλοτριοῦντες τοῦ Θεοῦ τὴν δημιουργίαν, τοῦ Ἰωάννου βοῶντος, ὅτι Εἰς τὰ ἴδια ἦλθε· καὶ, Ὁ κόσμος δι' αὐτοῦ ἐγένετο; Εἶτα τὸν