110
νόμον ἐξετάζοντες τὸν ἐν τῇ Παλαιᾷ, τὸν κελεύοντα ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκβάλλειν, ἐπεμβαίνουσιν εὐθέως λέγοντες· Καὶ πῶς ἂν δύναιτο ἀγαθὸς εἶναι ὁ ταῦτα λέγων; Τί οὖν πρὸς ταῦτά φαμεν; Ὅτι μέγιστον εἶδος φιλανθρωπίας ἐστίν. Οὐ γὰρ ἵνα τοὺς ἀλλήλων ἐκκόπτωμεν ὀφθαλμοὺς, τὸν νόμον ἔθηκε τοῦτον· ἀλλ' ἵνα φόβῳ τοῦ μὴ παθεῖν ὑφ' ἑτέρων, ἀπεχώμεθα τοῦ δρᾶσαί τι τοιοῦτον ἑτέρους. Ὥσπερ οὖν τοῖς Νινευΐταις ἠπείλησε καταστροφὴν, οὐχ ἵνα αὐτοὺς ἀνέλῃ (εἰ γὰρ τοῦτο ἐβούλετο, σιγᾷν ἐχρῆν), ἀλλ' ἵνα τῷ φόβῳ βελτίους ποιήσας, παύσῃ τὴν ὀργήν· οὕτω καὶ τοῖς προχείρως ἐπιπηδῶσι τοῖς ἑτέρων ὀφθαλμοῖς τιμωρίαν ἔθηκεν, ἵνα κἂν ἀπὸ προαιρέσεως ἀγαθῆς μὴ βούλωνται ἀπέχεσθαι τῆς ὠμότητος, ἀπὸ τοῦ φόβου κωλυθῶσι λυμαίνεσθαι ταῖς τῶν πλησίον ὄψεσιν. Εἰ δὲ ἐκεῖνο ὠμότητος, καὶ τὸ κατέχεσθαι τὸν ἀνδροφόνον, καὶ τὸ κωλύεσθαι τὸν μοιχόν. Ἀλλ' ἀνοήτων ταῦτα τὰ ῥήματα, καὶ τὴν ἐσχάτην μαινομένων μανίαν. Ἐγὼ γὰρ τοσούτου δέω ταῦτα ὠμότητος εἶναι λέγειν, ὡς τἀναντία τούτοις φάναι εἶναι παράνομα κατὰ ἀνθρώπινον λογισμόν. Σὺ μὲν γὰρ λέγεις, ὅτι ἐπειδὴ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐκβάλλειν ἐκέλευσε, διὰ τοῦτο ὠμός· ἐγὼ δὲ λέγω, ὅτι εἰ μὴ τοῦτο ἐκέλευσε, τότε ἂν ἔδοξε παρὰ τοῖς πολλοῖς τοῦτο εἶναι ὃ φῂς σύ. Θῶμεν γὰρ τῷ λόγῳ λελύσθαι τὸν νόμον ἅπαντα, καὶ μηδένα τὴν ἐκ τούτου δεδοικέναι τιμωρίαν, ἀλλ' ἐξεῖναι τοῖς πονηροῖς ἅπασι μετὰ ἀδείας ἁπάσης αὐτῶν κεχρῆσθαι τῷ τρόπῳ, καὶ τοῖς μοιχοῖς, καὶ τοῖς ἀνδροφόνοις, καὶ τοῖς κλέπταις, καὶ τοῖς ἐπιόρκοις, καὶ τοῖς πατραλοίαις· ἆρα οὐκ ἂν πάντα ἄνω καὶ κάτω γέγονε, καὶ μυρίων μιασμάτων καὶ φόνων πόλεις, καὶ 57.247 ἀγοραὶ, καὶ οἰκίαι, καὶ γῆ, καὶ θάλαττα, καὶ πᾶσα ἐνεπλήσθη ἡ οἰκουμένη; Παντί που δῆλον. Εἰ γὰρ νόμων ὄντων καὶ φόβου καὶ ἀπειλῆς, μόλις αἱ πονηραὶ ἐπέχονται γνῶμαι· εἰ καὶ αὕτη ἀνῄρητο ἡ ἀσφάλεια, τί τὸ κωλύον τὴν κακίαν αἱρεῖσθαι; πόση δὲ οὐκ ἂν εἰσεκώμασεν εἰς τὸν ἀνθρώπινον βίον ἡ λύμη; Οὐδὲ γὰρ τοῦτο ὠμότητος μόνον, τὸ συγχωρεῖν τοῖς κακοῖς ἃ βούλονται πράττειν· ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου, τὸ τὸν ἠδικηκότα μὲν οὐδὲν, κακῶς δὲ πάσχοντα εἰκῆ καὶ μάτην, περιορᾷν ἀπρονόητον. Εἰπὲ γάρ μοι, εἴ τις ἀνθρώπους μοχθηροὺς πανταχόθεν συναγαγὼν, καὶ ξίφεσιν ὁπλίσας, ἐκέλευσε κατὰ τὴν πόλιν περιιέναι πᾶσαν, καὶ τοὺς ἀπαντῶντας κατασφάττειν ἅπαντας, ἆρα ἂν ἦν τι τούτου θηριωδέστερον; Τί δέ; εἴ τις ἕτερος τοὺς μὲν ὑπ' ἐκείνου καθοπλισθέντας ἔδησε καὶ καθεῖρξε μετὰ σφοδρότητος πάσης, τοὺς δὲ ἀποσφάττεσθαι μέλλοντας τῶν ἀνόμων ἐκείνων ἐξήρπασε χειρῶν· ἆρα ἂν ἦν τι τούτου φιλανθρωπότερον; Ταῦτα τοίνυν καὶ ἐπὶ τὸν νόμον μετάθες τὰ ὑποδείγματα. Ὁ μὲν γὰρ κελεύων ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐξορύττειν, ὥσπερ τινὰ δεσμὸν ἰσχυρὸν τὸν φόβον ταῖς τῶν πονηρῶν ἐνέβαλε ψυχαῖς, κἀκείνῳ προσέοικε τῷ τοὺς ξιφήρεις ἐκείνους καθειργνύντι· ὁ δὲ μηδεμίαν τιμωρίαν αὐτοῖς τιθεὶς, μονονουχὶ ὁπλίζει τῇ ἀδείᾳ, κἀκεῖνον μιμεῖται τὸν ἐγχειρίσαντα αὐτοῖς τὰ ξίφη, καὶ κατὰ τῆς πόλεως ἀφέντα πάσης. ζʹ. Ὁρᾷς πῶς οὐ μόνον ὠμότητος, ἀλλὰ καὶ πολλῆς φιλανθρωπίας ἐστὶ τὰ ἐπιτάγματα; Εἰ δὲ βαρὺν διὰ ταῦτα καλεῖς τὸν νομοθέτην καὶ φορτικὸν, ποῖον ἐπιπονώτερον, εἰπέ μοι, καὶ βαρύτερον; τὸ μὴ φονεύειν, ἢ τὸ μηδὲ ὀργίζεσθαι; τίς σφοδρότερος, ὁ τοῦ φόνου δίκας ἀπαιτῶν, ἢ ὁ καὶ τῆς ὀργῆς, ὁ τὸν μοιχὸν μετὰ τὴν πρᾶξιν ὑποβάλλων τῇ τιμωρίᾳ, ἢ ὁ καὶ τῆς ἐπιθυμίας αὐτῆς κελεύων δίκας διδόναι, καὶ δίκας ἀθανάτους; Ὁρᾶτε ὅτι εἰς τοὐναντίον αὐτοῖς ὁ λόγος περιετράπη; καὶ ὁ μὲν τῆς Παλαιᾶς Θεὸς, ὅν φασιν ὠμὸν εἶναι, εὑρεθήσεται ἥμερος καὶ πρᾶος· ὁ δὲ τῆς Καινῆς, ὃν ἀγαθὸν ὁμολογοῦσι, φορτικὸς καὶ βαρὺς κατὰ τὴν ἐκείνων ἄνοιαν. Ἡμεῖς γὰρ ἕνα καὶ τὸν αὐτόν φαμεν ἑκατέρων τῶν ∆ιαθηκῶν νομοθέτην, πρὸς τὸ δέον πάντα οἰκονομήσαντα, καὶ τῇ τῶν καιρῶν διαφορᾷ τὴν διαφορὰν ἑκατέρας τῆς νομοθεσίας ἁρμόσαντα. Οὐκοῦν οὔτε ἐκεῖνα ὠμὰ τὰ ἐπιτάγματα, οὔτε ταῦτα ἐπαχθῆ καὶ φορτικὰ, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς κηδεμονίας