113
Παλαιᾷ, πολὺν ὑπὲρ τῆς ἐντολῆς ταύτης ποιεῖται τὸν λόγον, καὶ σφοδρός ἐστιν ἔκδικος καὶ τιμωρὸς τῶν τοῦ πράγματος καταφρονούντων. Καὶ γὰρ οὐδὲν οὕτω τὴν πονηρίαν εἰσάγει πᾶσαν καὶ ῥιζοῖ, ὡς ἡ τῆς ἀγάπης ἀναίρεσις. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Οὕτως ὁ Κάϊν ἀδελφοκτόνος ἐγένετο, οὕτως ὁ Ἡσαῦ, οὕτως οἱ τοῦ Ἰωσὴφ ἀδελφοί· οὕτω τὰ μυρία εἰσεκώμασε κακὰ, ταύτης διασπωμένης. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς τὰ λυμαινόμενα ταύτην μετὰ πολλῆς πάντοθεν ἀναιρεῖ τῆς ἀκριβείας. θʹ. Καὶ οὐδὲ μέχρι τῶν εἰρημένων ἵσταται μόνον, ἀλλὰ καὶ ἕτερα τῶν εἰρημένων ἐπάγει πλείονα, δι' ὧν δείκνυσιν ὅσον αὐτῆς ποιεῖται λόγον. Ἀπειλήσας γὰρ διὰ τοῦ συνεδρίου καὶ τῆς κρίσεως καὶ τῆς γεέννης, ἐπήγαγε πάλιν ἕτερα συνῳδὰ τοῖς προτέροις, οὕτω λέγων· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Ὢ τῆς ἀγαθότητος! ὢ τῆς φιλανθρωπίας τῆς ὑπερβαλλούσης! Τῆς εἰς αὐτὸν καταφρονεῖ τιμῆς ὑπὲρ τῆς εἰς τὸν πλησίον ἀγάπης· δεικνὺς ὅτι οὐδὲ τὰ πρότερα, ἅπερ ἠπείλησεν, ἐξ ἀπεχθείας τινὸς, οὐδὲ ἐπιθυμίᾳ κολάσεως ἠπείλησεν, ἀλλ' ἐκ φιλοστοργίας πολλῆς. Τί γὰρ ἂν γένοιτο τούτων ἡμερώτερον τῶν ῥημάτων; Ἐγκοπτέσθω, φησὶν, ἡ ἐμὴ λατρεία, ἵνα ἡ σὴ ἀγάπη μένῃ· ἐπεὶ καὶ τοῦτο θυσία, ἡ πρὸς τὸν ἀδελφὸν καταλλαγή. ∆ιὰ γὰρ τοῦτο οὐκ εἶπε, Μετὰ τὸ προσενεγκεῖν, ἢ Πρὶν ἢ προσενεγκεῖν· ἀλλ' αὐτοῦ τοῦ δώρου κειμένου, καὶ τῆς θυσίας ἀρχὴν ἐχούσης, πέμπει διαλλαγησόμενον τῷ ἀδελφῷ· καὶ οὔτε συνελόντα τὰ προκείμενα, οὔτε πρὶν ἢ προθεῖναι, ἀλλ' ἐν τῷ μέσῳ κειμένης κελεύει τρέχειν ἐκεῖσε. Τίνος ἕνεκεν οὕτω κελεύει τοῦτο ποιεῖν, καὶ διατί; ∆ύο ταῦτα, ὡς ἐμοὶ δοκεῖ, διὰ τούτων αἰνιττόμενος καὶ κατασκευάζων· ἓν μὲν, ὅπερ ἔφην, δεῖξαι θέλων, ὅτι πολλοῦ τιμᾶται τὴν ἀγάπην, καὶ ταύτην μεγίστην ἡγεῖται εἶναι τὴν θυσίαν, καὶ ταύτης ἄνευ οὐδὲ ἐκείνην προσδέχεται· ἕτερον δὲ, ἀνάγκην ἐπιτιθεὶς ἀπαραίτητον τῆς καταλλαγῆς. Ὁ γὰρ κελευσθεὶς μὴ πρότερον προσενεγκεῖν, ἕως ἂν καταλλαγῇ, κἂν μὴ διὰ τὴν πρὸς τὸν πλη 57.251 σίον ἀγάπην, διὰ γοῦν τὸ μὴ κεῖσθαι ἀτέλεστον, ἐπειχθήσεται δραμεῖν πρὸς τὸν λελυπημένον, καὶ καταλῦσαι τὴν ἔχθραν. ∆ιὰ τοῦτο καὶ ἐμφαντικώτατα ἅπαντα εἴρηκε, φοβῶν αὐτὸν καὶ διεγείρων. Εἰπὼν γὰρ, Ἄφες τὸ δῶρόν σου, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπήγαγεν, Ἔμπροσθεν τοῦ θυσιαστηρίου (καὶ ἀπὸ τοῦ τόπου πάλιν εἰς φρίκην αὐτὸν ἐμβάλλων), καὶ ἄπελθε. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἄπελθε, ἀλλὰ προσέθηκε, Πρῶτον, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· διὰ πάντων τούτων δηλῶν, ὅτι οὐ δέχεται τοὺς ἀπεχθῶς πρὸς ἀλλήλους ἔχοντας αὕτη ἡ τράπεζα. Ἀκουέτωσαν οἱ μεμυημένοι, ὅσοι μετὰ ἔχθρας προσέρχονται· ἀκουέτωσαν καὶ οἱ ἀμύητοι· καὶ γὰρ καὶ πρὸς τούτους ἔχει τι κοινὸν ὁ λόγος. Προσάγουσι γὰρ καὶ αὐτοὶ δῶρον καὶ θυσίαν, εὐχὴν λέγω καὶ ἐλεημοσύνην. Ὅτι γὰρ καὶ τοῦτο θυσία, ἄκουσον τί φησιν ὁ Προφήτης· Θυσία αἰνέσεως δοξάσει με· καὶ πάλιν, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως· καὶ, Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Ὥστε κἂν εὐχὴν μετὰ τοιαύτης γνώμης προσάγῃς, βέλτιον ἀφεῖναι τὴν εὐχὴν, καὶ ἐπὶ τὴν καταλλαγὴν ἐλθεῖν τοῦ ἀδελφοῦ, καὶ τότε τὴν εὐχὴν προσφέρειν. ∆ιὰ γὰρ τοῦτο πάντα ἐγένετο· διὰ τοῦτο καὶ ὁ Θεὸς ἄνθρωπος γέγονε, καὶ πάντα ἐκεῖνα ἐπραγματεύσατο, ἵνα ἡμᾶς συναγάγῃ. Ἐνταῦθα μὲν οὖν τὸν ἠδικηκότα πέμπει πρὸς τὸν ἠδικημένον· ἐν δὲ τῇ εὐχῇ τὸν ἠδικημένον ἄγει πρὸς τὸν ἠδικηκότα, καὶ καταλλάσσει. Ἐκεῖ μὲν γάρ φησιν· Ἄφετε τοῖς ἀνθρώποις τὰ ὀφειλήματα αὐτῶν· ἐνταῦθα δέ· Ἐὰν ἔχῃ τι κατὰ σοῦ, ἄπελθε πρὸς αὐτόν. Μᾶλλον δὲ κἀνταῦθα μοι δοκεῖ τὸν ἠδικημένον ἀποστέλλειν· διόπερ οὐδὲ εἶπεν, Κατάλλαξον σεαυτὸν τῷ ἀδελφῷ σου, ἀλλὰ, Καταλλάγηθι· καὶ δοκεῖ μὲν ὑπὲρ τοῦ λελυπηκότος εἶναι τὸ λεγόμενον, τὸ δὲ πᾶν ὑπὲρ τοῦ λελυπημένου ἐστίν. Ἂν γὰρ ἐκείνῳ