116
γὰρ ὁ διάβολος, δεικνὺς τὸ μὲν ἡδὺ πρόσκαιρον, τὸ δὲ ὀδυνηρὸν διηνεκὲς, ὅμως ἰσχύει καὶ περιγίνεται· ὅταν ἀντιστρόφως παρ' ἡμῖν ταῦτα γένηται, τὸ μὲν ἐπίπονον, πρόσκαιρον, τὸ δὲ ἡδὺ καὶ χρήσιμον, ἀθάνατον, τίς ἡμῖν ἔσται λόγος μὴ μετιοῦσιν ἀρετὴν μετὰ τοσαύτην παραμυθίαν; Ἀρκεῖ γὰρ ἡμῖν ἀντὶ πάντων ἡ τῶν πόνων ὑπόθεσις, καὶ τὸ πεπεῖσθαι σαφῶς ὅτι διὰ τὸν Θεὸν ὑπομένομεν ταῦτα πάντα. Εἰ γὰρ τὸν βασιλέα ἔχων τις ὀφειλέτην, ἀρκοῦσαν εἰς πάντα νομίζει τὸν βίον ἀσφάλειαν ἔχειν· ἐννόησον ἡλίκος ἔσται ὁ τὸν φιλάνθρωπον καὶ ἀεὶ ζῶντα Θεὸν καὶ μικρῶν καὶ μεγάλων κατορθωμάτων χρεώστην ἑαυτῷ καταστήσας. Μὴ τοίνυν προβάλλου μοι πόνους καὶ ἱδρῶτας· οὐδὲ γὰρ τῇ τῶν μελλόντων ἐλπίδι μόνον, ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ κούφην τὴν ἀρετὴν ἐποίησεν ὁ Θεὸς, συνεφαπτόμενος ἡμῖν πανταχοῦ καὶ συναντιλαμβανόμενος. Κἂν βουληθῇς μόνον ὀλίγην εἰσενεγκεῖν προθυμίαν, τὰ ἄλλα πάντα ἕπεται. ∆ιὰ γὰρ τοῦτο βούλεται καὶ σὲ μικρὰ πονεῖν, ἵνα καὶ σὴ ἡ νίκη γένηται. Καὶ καθάπερ βασιλεὺς βούλεται μὲν τὸν ἑαυτοῦ παῖδα παρεῖναι ἐπὶ τῆς παρατάξεως, καὶ φαίνεσθαι, ὥστε αὐτῷ λογισθῆναι τὸ τρόπαιον, τὸ δὲ πᾶν αὐτὸς ἀνύει· οὕτω καὶ ὁ Θεὸς ἐν τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου ποιεῖ. Ἓν γὰρ ἀπαιτεῖ παρὰ σοῦ μόνον, ὥστε ἔχθραν πρὸς ἐκεῖνον ἐπιδείξασθαι γνησίαν· κἂν ταῦτα αὐτῷ παράσχῃς, αὐτὸς πάντα ἀνύει τὸν πόλεμον. Κἂν ὀργὴ φλέγῃ, κἂν χρημάτων ἐπιθυμία, κἂν ὁτιοῦν ἕτερον πάθος τυραννικὸν, παραγίνεται ταχέως, ἂν ἴδῃ σε μόνον πρὸς αὐτὸν ἀποδυόμενον καὶ παρεσκευασμένον, καὶ ῥᾴδια πάντα ποιεῖ, καὶ ἀνώτερον ἵστησι τῆς φλογὸς, καθάπερ τοὺς παῖδας τότε ἐκείνους ἐπὶ τῆς Βαβυλωνίας καμίνου· καὶ γὰρ ἐκεῖνοι πλέον οὐδὲν τῆς γνώμης εἰσήνεγκαν. Ἵν' οὖν καὶ ἡμεῖς πᾶσαν κάμινον ἡδονῆς ἀτάκτου καταλύσαντες ἐνταῦθα, τὴν ἐκεῖ διαφύγωμεν γέενναν, ταῦτα καθ' ἑκάστην ἡμέραν καὶ βουλευώμεθα καὶ μεριμνῶμεν καὶ πράττωμεν, τῇ τε περὶ τὰ ἀγαθὰ προθέσει καὶ ταῖς πυκναῖς εὐχαῖς τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπώμενοι. Οὕτω γὰρ καὶ τὰ δοκοῦντα ἀφόρητα εἶναι νῦν, ῥᾷστα ἔσται καὶ κοῦφα καὶ ἐπέραστα. Ἕως μὲν γὰρ ἂν ἐν τοῖς πάθεσιν ὦμεν, τραχεῖαν καὶ δύσκολον καὶ ἀνάντη τὴν ἀρετὴν εἶναι νομίζομεν, τὴν δὲ κακίαν ποθεινὴν καὶ ἡδίστην· ἂν δὲ μικρὸν ἀποστῶμεν τούτων, τότε κἀκείνη φανεῖται βδελυρὰ καὶ δυσειδὴς, καὶ αὕτη ῥᾳδία καὶ εὔκολος καὶ ποθεινή. Καὶ ταῦτα ἐκ τῶν κατωρθωκότων ἔστι σαφῶς μαθεῖν. Ἄκουσον γοῦν πῶς ὁ Παῦλος ἐκεῖνα μὲν καὶ μετὰ τὴν ἀπαλλαγὴν αἰσχύνεται λέγων· Τίνα γὰρ καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; ταύτην δὲ καὶ μετὰ τὸν πόνον κούφην εἶναί φησι, τὸ ἐπίπονον τῆς θλίψεως παραυτίκα καὶ ἐλαφρὸν καλῶν, καὶ χαίρων ἐν τοῖς παθήμασι, καὶ ἀγαλλόμενος ἐν ταῖς θλίψεσι, καὶ μέγα φρονῶν ἐπὶ τοῖς στίγμασι τοῖς διὰ Χριστόν. Ἵν' οὖν καὶ ἡμεῖς ἐν ταύτῃ καταστῶμεν τῇ ἕξει, τοῖς εἰρημένοις καθ' ἑκάστην ἡμέραν ἑαυτοὺς ῥυθμίζοντες, καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, πρὸς δὲ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι, διώκωμεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.255 ΟΜΙΛΙΑ ΙΖʹ. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι
αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
αʹ. Ἀπαρτίσας τοίνυν τὴν προτέραν ἐντολὴν, καὶ εἰς ἄκρον φιλοσοφίας αὐτὴν ἐκτείνας, ὁδῷ καὶ τάξει προβαίνων λοιπὸν πρόεισιν ἐπὶ τὴν δευτέραν, κἀνταῦθα τῷ νόμῳ πειθόμενος. Καὶ μὴν οὐ δευτέρα αὕτη, φησὶν, ἀλλὰ τρίτη. Οὐ γὰρ προτέρα ἐστὶν, Οὐ φονεύσεις, ἀλλὰ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι. ∆ιὸ καὶ ζητῆσαι ἄξιον,