118
Ἀπεφήνατο γὰρ ὁ νομοθέτης, καὶ οὐδὲν δεῖ περιεργάζεσθαι πλέον. Ἅπαξ μὲν γὰρ καὶ δὶς καὶ τρὶς οὕτως ἰδὼν, ἴσως δυνήσῃ κρατεῖν· ἂν δὲ συνεχῶς τοῦτο ποιῇς, καὶ ἀνάπτῃς τὴν κάμινον, ἁλώσῃ πάντως· οὐ γὰρ ἔξω τῆς ἀνθρωπίνης ἕστηκας φύσεως. Ὥσπερ οὖν ἡμεῖς, ἐὰν ἴδωμεν παιδίον μάχαιραν κατέχον, κἂν μὴ πληγὲν ἴδωμεν, μαστιγοῦμεν καὶ ἀπαγορεύομεν αὐτῷ μηδέποτε αὐτὴν κατασχεῖν· οὕτω καὶ ὁ Θεὸς τὴν ἀκόλαστον ὄψιν καὶ πρὸ τῆς πράξεως ἀναιρεῖ, μήποτε καὶ εἰς πρᾶξιν ἐμπέσῃ. Ὁ γὰρ τὴν φλόγα ἀνάψας ἅπαξ, καὶ ἀπούσης τῆς ὀφθείσης γυναικὸς, πλάττει παρ' ἑαυτῷ διηνεκῶς εἴδωλα πραγμάτων αἰσχρῶν, καὶ ἀπ' αὐτῶν πολλάκις καὶ ἐπὶ τὸ ἔργον πρόεισι. ∆ιὰ τοῦτο καὶ τὴν διὰ τῆς καρδίας συμπλοκὴν ὁ Χριστὸς ἀναιρεῖ. Τί τοίνυν εἴποιεν ἂν οἱ τὰς συνοίκους ἔχοντες παρθένους; Ἀπὸ γὰρ τῆς τοῦ νόμου θέσεως μυρίων ἂν εἶεν μοιχειῶν ὑπεύθυνοι, καθ' ἑκάστην ἡμέραν μετὰ ἐπιθυμίας ὁρῶντες αὐτάς. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Ἰὼβ τοῦτον ἐξ ἀρχῆς ἐτίθει τὸν νόμον, ἀποτειχίζων ἑαυτῷ πανταχοῦ τὴν τοιαύτην θεωρίαν. Καὶ γὰρ μείζων ὁ ἀγὼν μετὰ τὸ ἰδεῖν, καὶ μὴ ἀπολαῦσαι τῆς ἐρωμένης· 57.257 καὶ οὐ τοσαύτην ἀπὸ τῆς ὄψεως καρπούμεθα τὴν ἡδονὴν, ὅσην ἀπὸ τοῦ τὴν ἐπιθυμίαν αὐξῆσαι ταύτην ὑπομένομεν τὴν λύμην, ἰσχυρὸν ποιοῦντες τὸν ἀνταγωνιστὴν, καὶ πλείονα διδόντες τὴν εὐρυχωρίαν τῷ διαβόλῳ, καὶ οὐκέτι ἰσχύοντες αὐτὸν ἀποκρούσασθαι, ὅταν εἰς τὰ ἐνδότατα εἰσαγάγωμεν, καὶ ἀναπετάσωμεν αὐτῷ τὴν διάνοιαν. ∆ιὰ τοῦτό φησι· Μὴ μοιχεύσῃς τοῖς ὀφθαλμοῖς, καὶ οὐ μοιχεύσεις τῇ διανοίᾳ. Ἔστι γὰρ καὶ ἄλλως ἰδεῖν, ὡς οἱ σώφρονες βλέπουσι. ∆ιὰ τοῦτο οὐχ ἁπλῶς τὴν ὄψιν ἀνεῖλεν, ἀλλὰ τὴν μετὰ ἐπιθυμίας ὄψιν. Εἰ δὲ μὴ τοῦτο ἐβούλετο, εἶπεν ἂν, Ὁ βλέπων γυναῖκα ἁπλῶς· νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλ', Ὁ βλέπων πρὸς τὸ ἐπιθυμῆσαι, ὁ βλέπων ὥστε τέρψαι τὴν ὄψιν. Οὐδὲ γὰρ εἰς τοῦτό σοι τοὺς ὀφθαλμοὺς ἐποίησεν ὁ Θεὸς, ἵνα διὰ τούτων μοιχείαν εἰσαγάγῃς, ἀλλ' ἵνα αὐτοῦ τὰ κτίσματα βλέπων, θαυμάζῃς τὸν ∆ημιουργόν. Ὥσπερ οὖν ἔστιν εἰκῆ ὀργίζεσθαι, οὕτως ἔστιν εἰκῆ ὁρᾷν, ὅταν πρὸς ἐπιθυμίαν τοῦτο ποιῇς. Εἰ γὰρ βούλει ὁρᾷν καὶ τέρπεσθαι, ὅρα τὴν σαυτοῦ γυναῖκα, καὶ ταύτης ἔρα διηνεκῶς· οὐδεὶς κωλύει νόμος. Εἰ δὲ τὰ ἀλλότρια μέλλεις περιεργάζεσθαι κάλλη, κἀκείνην ἀδικεῖς ἀλλαχοῦ μετεωρίζων τοὺς ὀφθαλμοὺς, καὶ ταύτην ἣν εἶδες, ἁπτόμενος αὐτῆς παρανόμως. Εἰ γὰρ καὶ μὴ ἥψω τῇ χειρὶ, ἀλλ' ἐψηλάφησας τοῖς ὀφθαλμοῖς· διὰ τοῦτο καὶ τοῦτο μοιχεία νενόμισται, καὶ πρὸ τῆς κολάσεως ἐκείνης κόλασιν οὐ τὴν τυχοῦσαν ἐπάγει. Καὶ γὰρ θορύβου καὶ ταραχῆς πάντα τὰ ἔνδον πληροῦται, καὶ πολλὴ μὲν ἡ ζάλη, χαλεπωτάτη δὲ ἡ ὀδύνη, καὶ τῶν αἰχμαλώτων καὶ δεδεμένων οὐδὲν ἄμεινον ὁ ταῦτα παθὼν διακείσεται. Καὶ ἡ μὲν τὸ βέλος ἀφεῖσα πολλάκις ἀπέπτη· ἡ δὲ πληγὴ καὶ οὕτω μένει. Μᾶλλον δὲ οὐκ ἐκείνη τὸ βέλος ἀφῆκεν, ἀλλὰ σὺ καιρίαν ἔδωκας ἑαυτῷ τὴν πληγὴν, ἀκολάστως ἰδών. Καὶ ταῦτα λέγω, τὰς σωφρονούσας ἀπαλλάττων τῆς κατηγορίας, Ὡς εἴγε τις καλλωπίζοιτο, καὶ καλοίη πρὸς ἑαυτὴν τοὺς τῶν ἀπαντώντων ὀφθαλμοὺς, κἂν μὴ πλήξῃ τὸν ἐντυγχάνοντα, δίκην δίδωσι τὴν ἐσχάτην. Τὸ γὰρ φάρμακον ἐκέρασε, καὶ τὸ κώνειον κατεσκεύασεν, εἰ καὶ μὴ τὴν κύλικα προσήγαγε· μᾶλλον δὲ καὶ τὴν κύλικα προσήγαγεν, εἰ καὶ μηδεὶς ὁ πίνων εὑρέθη. Τί οὖν οὐχὶ καὶ πρὸς αὐτὰς διαλέγεται; φησίν. Ὅτι κοινοὺς τοὺς νόμους πανταχοῦ τίθησι, κἂν πρὸς τοὺς ἄνδρας ἀποτείνεσθαι δοκῇ μόνους· τῇ γὰρ κεφαλῇ διαλεγόμενος, κοινὴν καὶ πρὸς τὸ σῶμα ἅπαν ποιεῖται τὴν παραίνεσιν. Γυναῖκα γὰρ καὶ ἄνδρα ἓν οἶδε ζῶον, καὶ οὐδαμοῦ διαιρεῖ τὸ γένος. γʹ. Εἰ δὲ καὶ ἰδίως ἀκοῦσαι βούλει τῆς κατ' αὐτῶν ἐπιπλήξεως, ἄκουσον τοῦ Ἡσαΐου λέγοντος πολλὰ πρὸς αὐτὰς ἀποτεινομένου, καὶ κωμῳδοῦντος αὐτῶν τὸ σχῆμα, τὸ βλέμμα, τὴν βάδισιν, τοὺς συρομένους χιτῶνας, τοὺς παίζοντας πόδας, τοὺς διακλωμένους τραχήλους. Ἄκουσον μετ' ἐκείνου καὶ τοῦ μακαρίου Παύλου πολλοὺς αὐταῖς τιθέντος νόμους, καὶ ὑπὲρ τριχῶν πλοκῆς, καὶ ὑπὲρ σπατάλης, καὶ ὑπὲρ τῶν ἄλλων τῶν τοιούτων σφοδρῶς ἐπιτιμῶντος τῷ γένει τούτῳ.