124
δὲ ἡ κατηγορία, καὶ ἡμῖν αἰσχύνη καὶ γέλως. Οὐδὲ γὰρ θέατρόν ἐστι τὰ παρόντα, οὐ τραγῳδοὺς κάθησθε θεώμενοι νῦν, ἵνα κροτῆτε μόνον. ∆ιδασκαλεῖόν ἐστι τὰ ἐνταῦθα πνευματικόν. ∆ιὸ καὶ τὸ σπουδαζόμενον ἕν ἐστιν, ὥστε κατορθῶσαι τὰ εἰρημένα, καὶ διὰ τῶν ἔργων ἐπιδεῖξαι τὴν ὑπακοήν. Τότε γὰρ τὸ πᾶν ἐσόμεθα ἀπειληφότες· ὡς νῦν γε καὶ ἀπηγορεύσαμεν λοιπόν. Καὶ γὰρ καὶ τοῖς ἰδίᾳ συντυγχάνουσιν οὐ διέλιπον ταῦτα, παραινῶν, καὶ ὑμῖν κοινῇ διαλεγόμενος, καὶ οὐδὲν ὅλως ὁρῶ γεγενημένον πλέον, ἀλλ' ἔτι τῶν προτέρων ὑμᾶς ἐχομένους στοιχείων· ὅπερ ἱκανὸν τῷ διδάσκοντι πολὺν ἐνθεῖναι τὸν ὄκνον. Ὅρα γοῦν καὶ Παῦλον διὰ τοῦτο δυσανασχετοῦντα, ὅτι πολὺν χρόνον τοῖς προτέροις ἐνδιέτριβον μαθήμασιν οἱ ἀκροαταί. Καὶ γὰρ ὀφείλοντες εἶναι, φησὶ, διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκεσθαι ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. ∆ιὸ καὶ ἡμεῖς θρηνοῦμεν καὶ ὀδυρόμεθα. Κἂν ἐπιμένοντας ἴδω, ἀπαγορεύσω λοιπὸν ὑμῖν τῶν ἱερῶν τούτων ἐπιβῆναι προθύρων, καὶ τῶν ἀθανάτων μετασχεῖν μυστηρίων, ὥσπερ τοῖς πορνεύουσι καὶ μοιχεύουσι καὶ ἐπὶ φόνοις ἐγκαλουμένοις. Καὶ γὰρ βέλτιον μετὰ δύο καὶ τριῶν τοὺς τοῦ Θεοῦ φυλαττόντων νόμους τὰς συνήθεις ἀναφέρειν εὐχὰς, ἢ πλῆθος ἐπισύρεσθαι παρανομούντων καὶ τοὺς ἄλλους διαφθειρόντων. Μή μοί τις πλούσιος, μή μοί τις δυνάστης ἐνταῦθα φυσάτω, καὶ τὰς ὀφρῦς ἀνασπάτω. Πάντα μοι ταῦτα μῦθος καὶ σκιὰ καὶ ὄναρ. Οὐδεὶς γὰρ τῶν νῦν πλουτούντων ἐκεῖ μου προστήσεται, ὅταν ἐγκαλῶμαι καὶ κατηγορῶμαι, ὡς μὴ μετὰ τῆς προσηκούσης σφοδρότητος τοὺς τοῦ Θεοῦ διεκδικήσας νόμους. Τοῦτο γὰρ, τοῦτο καὶ τὸν θαυμαστὸν ἐκεῖνον πρεσβύτην ἀπώλεσε. καίτοι βίον παρεχόμενον ἄληπτον· ἀλλ' ὅμως, ἐπειδὴ τοὺς τοῦ Θεοῦ νόμους πατουμένους ὑπερεῖδεν, ἐκολάζετο μετὰ τῶν παίδων, καὶ τὴν χαλεπὴν ἐδίδου τιμωρίαν. Εἰ δὲ ἔνθα τοσαύτη τῆς φύσεως ἦν ἡ τυραννὶς, ὁ μὴ μετὰ τῆς προσηκούσης ἀνδρείας τοῖς ἑαυτοῦ παισὶ χρησάμενος 57.265 οὕτω χαλεπὴν ἔδωκε δίκην, τίνα ἕξομεν συγγνώμην ἡμεῖς, καὶ τῆς τυραννίδος ἐκείνης ἀπηλλαγμένοι, καὶ κολακείᾳ τὸ πᾶν διαφθείροντες; Ἵν' οὖν μὴ καὶ ἡμᾶς καὶ ὑμᾶς αὐτοὺς προσαπολέσητε, πείσθητε, παρακαλῶ, καὶ μυρίους ἐξεταστὰς καὶ λογιστὰς ἑαυτοῖς καταστήσαντες, ἀπαλλάγητε τῆς τῶν ὅρκων 57.266 συνηθείας, ἵνα ὁδῷ προβαίνοντες ἐντεῦθεν, καὶ τὴν ἄλλην ἀρετὴν μετ' εὐκολίας κατορθώσητε πάσης, καὶ τῶν μελλόντων ἀπολαύσητε ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.265 ΟΜΙΛΙΑ ΙΗʹ. Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Καὶ τῷ θέλοντί σοι κρι θῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες
αὐτῷ καὶ τὸ ἱμάτιον. αʹ. Ὁρᾷς ὅτι οὐ περὶ ὀφθαλμοῦ τὰ πρότερα ἔλεγεν, ἡνίκα ἐνομοθέτει
ὀφθαλμὸν ἐκκόπτειν τὸν σκανδαλίζοντα, ἀλλὰ περὶ τοῦ διὰ φιλίας βλάπτοντος ἡμᾶς, καὶ εἰς τὸ τῆς ἀπωλείας ἐμβάλλοντος βάραθρον; Ὁ γὰρ τοσαύτην ἐνταῦθα ποιούμενος τὴν ὑπερβολὴν, καὶ μηδὲ ἑτέρου ἐξορύττοντος τὸν ὀφθαλμὸν ἐπιτρέπων ἐκκόψαι τὸν ἐκείνου, πῶς ἂν τὸν ἑαυτοῦ ἐκκόπτειν ἐνομοθέτησεν; Εἰ δέ τις τοῦ παλαιοῦ κατηγορεῖ νόμου, διὰ τὸ κελεύειν οὕτως ἀμύνεσθαι, σφόδρα μοι δοκεῖ σοφίας νομοθέτῃ πρεπούσης ἄπειρος εἶναι, καὶ καιρῶν δύναμιν ἀγνοεῖν, καὶ συγκαταβάσεως κέρδος. Ἂν γὰρ ἐννοήσῃ τίνες ἦσαν οἱ ταῦτα ἀκούοντες, καὶ πῶς διακείμενοι, καὶ πότε τὴν νομοθεσίαν ἐδέξαντο ταύτην, σφόδρα ἀποδέξεται τοῦ