126
οὐχὶ φίλους μόνον, ἀντὶ ἐχθρῶν καὶ πολεμίων ποιεῖ· ὥσπερ οὖν τὸ ἀμύνεσθαι, τὰ ἐναντία ἅπαντα· ἀμφοτέρους τε γὰρ καταισχύνει καὶ χείρους κατασκευάζει, καὶ τὴν ὀργὴν εἰς μείζονα ἀνάγει φλόγα· καὶ πολλάκις καὶ εἰς θάνατον καταστρέφει περαιτέρω τὸ δεινὸν προβαῖνον. ∆ιὰ τοῦτο οὐ μόνον ῥαπιζόμενον ἐκέλευσε μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ ἐμπιπλᾷν αὐτοῦ τὴν ἐπιθυμίαν ἐπέταξεν, ἵνα μηδὲ τὸ πρότερον δόξῃς ἄκων ὑπομεμενηκέναι. Οὕτω γὰρ καὶ ἀναίσχυντον ὄντα καιρίᾳ δυνήσῃ πλῆξαι πληγῇ μᾶλλον, ἢ εἰ τῇ χειρὶ ἔπληξας, καὶ ἀναισχυντότερον ὄντα ἐπιεικέστερον ποιήσεις. Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Οὐδὲ γὰρ ἐπὶ πληγῶν μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων βούλεται τὴν τοιαύτην ἀνεξικακίαν παρέχεσθαι. ∆ιὸ πάλιν τὴν αὐ 57.267 τὴν τίθησιν ὑπερβολήν. Ὥσπερ γὰρ ἐκεῖ κελεύει νικᾶν ἐν τῷ πάσχειν, οὕτω καὶ ἐνταῦθα τῷ ἀφαιρεῖσθαι πλείονα ὧν ὁ πλεονεκτῶν προσεδόκησε. Πλὴν οὐχ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλὰ μετὰ προσθήκης. Οὐ γὰρ εἶπε, ∆ὸς τῷ αἰτοῦντι τὸ ἱμάτιον, ἀλλὰ, Τῷ θέλοντί σοι κριθῆναι· τουτέστιν, ἐὰν εἰς δικαστήριον ἕλκῃ καὶ πράγματά σοι παρέχῃ. Καὶ ὥσπερ εἰπὼν μὴ καλεῖν μωρὸν, μηδὲ ὀργίζεσθαι εἰκῆ, προϊὼν πλέον ἀπῄτησεν, ἡνίκα ἐκέλευσε καὶ τὴν δεξιὰν σιαγόνα παρέχειν· οὕτω καὶ ἐνταῦθα, εἰπὼν εὐνοεῖν τῷ ἀντιδίκῳ, πάλιν ἐπιτείνει τὸ ἐπίταγμα. Οὐ γὰρ δὴ μόνον ἃ βούλεται λαβεῖν κελεύει δοῦναι, ἀλλὰ καὶ πλείονα ἐπιδείξασθαι φιλοτιμίαν. Τί οὖν; γυμνὸς μέλλω περιιέναι; φησίν. Οὐκ ἂν ἦμεν γυμνοὶ, εἰ τούτοις ἐπειθόμεθα μετὰ ἀκριβείας· ἀλλὰ καὶ πολλῷ πλείονα ἁπάντων ἂν ἦμεν περιβεβλημένοι. Πρῶτον μὲν γὰρ οὐδεὶς ἂν οὕτω διακειμένοις ἐπέθετο· δεύτερον δὲ, εἰ καὶ ἔτυχέ τις οὕτως ἄγριος καὶ ἀνήμερος, ὡς καὶ μέχρι τοσούτου προελθεῖν, ἀλλὰ πολλῷ πλείους ἂν ἐφάνησαν οἱ τὸν οὕτω φιλοσοφοῦντα οὐχ ἱματίοις μόνον, ἀλλὰ καὶ τῇ σαρκὶ τῇ ἑαυτῶν, εἴγε οἷόν τε ἦν, περιβάλλοντες. γʹ. Εἰ δὲ καὶ ἐχρῆν γυμνὸν περιιέναι διὰ τοιαύτην φιλοσοφίαν, οὐδὲ οὕτως αἰσχρὸν ἦν. Ἐπεὶ καὶ ὁ Ἀδὰμ γυμνὸς ἦν ἐν τῷ παραδείσῳ, καὶ οὐκ ᾐσχύνετο· καὶ ὁ Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος, καὶ πάντων Ἰουδαίων λαμπρότερος ἦν· καὶ ὁ Ἰωσὴφ δὲ, ὅτε ἀπεδύσατο, τότε μάλιστα ἔλαμψεν. Οὐ γὰρ τὸ οὕτω γυμνοῦσθαι κακὸν, ἀλλὰ τὸ οὕτως ἐνδύεσθαι, καθάπερ νῦν ἡμεῖς ἱματίοις πολυτελέσι, τοῦτο καὶ αἰσχρὸν καὶ καταγέλαστον. ∆ιά τοι τοῦτο ἐκείνους μὲν ὁ Θεὸς ἐπῄνεσε, τούτοις δὲ ἐγκαλεῖ, καὶ διὰ προφητῶν καὶ δι' ἀποστόλων. Μὴ τοίνυν ἀδύνατα εἶναι νομίζωμεν τὰ ἐπιτάγματα. Καὶ γὰρ μετὰ τοῦ συμφέροντος σφόδρα ἐστὶν εὔκολα, ἐὰν νήφωμεν· καὶ τοσοῦτον ἔχει τὸ κέρδος, ὡς μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ ἐκείνους τοὺς ἐπηρεάζοντας τὰ μέγιστα ὠφελεῖν. Καὶ τοῦτο μάλιστα αὐτῶν ἐστι τὸ ἐξαίρετον, ὅτι πείθοντες ἡμᾶς πάσχειν κακῶς, διὰ τῶν αὐτῶν καὶ τοὺς ποιοῦντας διδάσκουσι φιλοσοφεῖν. Ὅταν γὰρ ἐκεῖνος μὲν ἡγῆται μέγα τὸ τὰ ἑτέρων λαμβάνειν, σὺ δὲ αὐτῷ δείξῃς, ὅτι σοι κοῦφον καὶ ἃ μὴ αἰτεῖ δοῦναι, καὶ ἀντίῤῥοπον φιλοτιμίαν εἰσαγάγῃς τῆς ἐκείνου πτωχείας, καὶ φιλοσοφίαν τῆς ἐκείνου πλεονεξίας, ἐννόησον ὅσης ἀπολαύσεται διδασκαλίας, οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ τῶν ἔργων αὐτῶν παιδευόμενος καταφρονεῖν μὲν κακίας, ἐφίεσθαι δὲ ἀρετῆς. Οὐδὲ γὰρ ἑαυτοῖς χρησίμους ἡμᾶς εἶναι βούλεται ὁ Θεὸς, ἀλλὰ καὶ τοῖς πλησίον ἅπασιν. Ἂν μὲν οὖν δῷς, καὶ μὴ δικάσῃ, τὸ σαυτοῦ συμφέρον ἐζήτησας μόνον· ἂν δὲ προσδῷς καὶ ἕτερον, κἀκεῖνον βελτίω ποιήσας ἐξέπεμψας. Τοιοῦτόν ἐστι τὸ ἅλας, ὅπερ αὐτοὺς εἶναι βούλεται· καὶ γὰρ ἑαυτὸ συγκροτεῖ, καὶ τὰ ἄλλα διακρατεῖ σώματα, οἷς ἂν ὁμιλήσῃ· τοιοῦτόν ἐστι τὸ φῶς· καὶ γὰρ ἑαυτῷ καὶ τοῖς ἄλλοις φαίνει. Ἐπεὶ οὖν ἐν τάξει σε τούτων κατέστησε, ὠφέλησον καὶ τὸν ἐν σκότῳ καθήμενον, καὶ δίδαξον αὐτὸν, ὅτι οὐδὲ τὸ πρότερον βίᾳ ἔλαβε· πεῖσον ὅτι οὐκ ἐπηρέασεν. Οὕτω γὰρ καὶ αὑτὸς αἰδεσιμώτερος ἔσῃ καὶ σεμνότερος, ἐὰν δείξῃς ὅτι ἐχαρίσω, καὶ οὐχ ἡρπάγης. Ποίησον τοίνυν αὐτοῦ 57.268 τὴν ἁμαρτίαν διὰ τῆς σῆς ἐπιεικείας φιλοτιμίαν σήν. Εἰ δὲ μέγα τοῦτο εἶναι νομίζεις, ἀνάμεινον, καὶ ὄψει σαφῶς, ὅτι οὐδέπω πρὸς τὸ τέλειον ἀπήντηκας. Οὐδὲ γὰρ