131
καὶ ὅπερ ἔφης εἶναι πονηρὸν, τοῦτο ὡς ἀγαθὸν μιμεῖσθαι ἐσπούδακας; Ὁρᾷς πῶς οὐδὲν ἀνθρώπου κακίᾳ συζῶντος ἀνοητότερον; ∆ιὸ παρακαλῶ, φύγωμεν τὸ πονηρὸν τοῦτο ἔθος καὶ καταγέλαστον. Καὶ γὰρ μυρίας ἀνέτρεψε φιλίας τὸ νόσημα τοῦτο, καὶ πολλὰς ἔχθρας εἰργάσατο. ∆ιὰ δὴ τοῦτο φθάνωμεν αὐτοὺς ἡμεῖς. Οἱ γὰρ ῥαπίζεσθαι καὶ ἀγγαρεύεσθαι καὶ γυμνοῦσθαι παρ' ἐχθρῶν κελευόμενοι, καὶ φέρειν, ποίας ἂν εἴημεν συγγνώμης ἄξιοι, ἐν προσρήσει ψιλῇ τοσαύτην ἐπιδεικνύμενοι φιλονεικίαν; Καταφρονούμεθα γὰρ, φησὶ, καὶ διαπτυόμεθα, 57.274 ὅταν αὐτῷ χαρισώμεθα τοῦτο. Καὶ ἵνα μὴ καταφρονήσῃ ἄνθρωπος, προσκρούεις Θεῷ; καὶ ἵνα μὴ καταφρονήσῃ σου ὁ μαινόμενος ὁμόδουλος, καταφρονεῖς τοῦ ∆εσπότου, τοῦ τοσαῦτά σε εὐεργετηκότος; Εἰ γὰρ ἄτοπον τὸ καταφρονεῖν σου τὸν ὁμότιμον, πολλῷ μᾶλλον τό σε καταφρονεῖν τοῦ σε πεποιηκότος Θεοῦ. Μετὰ δὲ τούτου κἀκεῖνο σκόπει, ὅτι ὅταν σου καταφρονήσῃ, τότε σοι μείζονος μισθοῦ γίνεται πρόξενος. ∆ιὰ γὰρ τὸν Θεὸν ταῦτα ὑπομένεις, ἐπειδὴ τῶν αὐτοῦ νόμων ἤκουσας. Τοῦτο δὲ ποίας οὐκ ἂν εἴη τιμῆς ἀντάξιον; πόσων διαδημάτων; Ἐμοὶ γένοιτο καὶ ὑβρίζεσθαι, καὶ καταφρονεῖσθαι διὰ τὸν Θεὸν, ἢ τιμᾶσθαι παρὰ βασιλέων ἁπάντων· οὐδὲν γὰρ, οὐδὲν τῆς δόξης ταύτης ἴσον. Ταύτην τοίνυν διώκωμεν οὕτως, ὡς αὐτὸς ἐκέλευσε, καὶ τῶν ἀνθρωπίνων μηδένα ποιούμενοι λόγον, ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν ἐπιδεικνύμενοι διὰ πάντων, οὕτω τὸν ἑαυτῶν βίον οἰκονομῶμεν. Καὶ γὰρ τῶν οὐρανῶν καὶ τῶν ἐκεῖσε στεφάνων ἐντεῦθεν ἤδη καρπωσόμεθα τὰ ἀγαθὰ, ὡς ἄγγελοι μετὰ ἀνθρώπων βαδίζοντες, ὡς αἱ τῶν ἀγγέλων δυνάμεις ἐν τῇ γῇ περιπολοῦντες, καὶ πάσης μὲν ἐπιθυμίας, πάσης δὲ ἐκτὸς μένοντες ταραχῆς· καὶ μετὰ τούτων δὲ πάντων καὶ τὰ ἀπόῤῥητα ἀποληψόμεθα ἀγαθά· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ἀγαθῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.273 ΟΜΙΛΙΑ ΙΘʹ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν
τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς. αʹ. Τὸ τυραννικώτερον πάντων λοιπὸν ἐξορίζει πάθος, τὴν λύσσαν καὶ τὴν
μανίαν τὴν περὶ τὴν κενὴν δόξαν ἐγγινομένην τοῖς κατορθοῦσιν. Ἐξ ἀρχῆς μὲν γὰρ οὐδὲν περὶ αὐτοῦ διελέχθη· καὶ γὰρ ἦν περιττὸν, πρὶν ἢ πεῖσαι ποιεῖν τι τῶν δεόντων, περὶ τοῦ πῶς δεῖ ποιεῖν αὐτὰ καὶ μετιέναι διδάσκειν. Ἐπειδὴ δὲ ἐνῆγεν εἰς φιλοσοφίαν, τότε λοιπὸν καὶ τὴν παρυφισταμένην αὐτῇ καθαίρει λύμην. Οὐδὲ γὰρ ἁπλῶς τίκτεται τοῦτο τὸ νόσημα, ἀλλ' ὅταν πολλὰ κατορθώσωμεν τῶν ἐπιταττομένων. Ἔδει τοίνυν πρότερον φυτεῦσαι τὴν ἀρετὴν, καὶ τότε τὸ ἐπηρεάζον αὐτῆς τὸν καρπὸν ἀνελεῖν πάθος. Καὶ ὅρα πόθεν ἄρχεται· ἀπὸ νηστείας, καὶ εὐχῆς, καὶ ἐλεημοσύνης. Τούτοις γὰρ μάλιστα ἐμφιλοχωρεῖν εἴωθε τοῖς κατορθώμασιν. Ὁ γοῦν Φαρισαῖος ἐντεῦθεν ἐφυσᾶτο λέγων· Νηστεύω δὶς τῆς ἑβδομάδος, ἀποδεκατῶ μου τὰ ὑπάρχοντα· καὶ ἐν αὐτῇ δὲ ἐκενοδόξει τῇ εὐχῇ, πρὸς ἐπίδειξιν αὐτὴν ποιούμενος. Ἐπειδὴ γὰρ οὐδεὶς ἄλλος παρῆν, τῷ τελώνῃ ἐνεδείκνυτο λέγων· Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ ἄνθρωποι, οὐδὲ ὡς οὗτος ὁ τελώνης Καὶ σκόπει πῶς ἤρξατο, ὡς περὶ θηρίου τινὸς δυσφωράτου διαλεγόμενος, καὶ δεινοῦ κλέψαι τὸν μὴ σφόδρα ἐγρηγορότα. Προσέχετε γὰρ, φησὶ, τὴν ἐλεημοσύνην ὑμῶν. Οὕτω καὶ ὁ Παῦλος λέγει Φιλιππησίοις· Βλέπετε τοὺς κύνας. Καὶ γὰρ λάθρα ἐπεισέρχεται τὸ θηρίον, καὶ πάντα ἐκφυσᾷ ἀψοφητὶ, καὶ ἀνεπαισθήτως ἐκφέρει τὰ ἔνδον ἅπαντα. Ἐπεὶ οὖν πολὺν περὶ τῆς ἐλεημοσύνης ἐποιήσατο λόγον, καὶ τὸν Θεὸν εἰς μέσον ἤγαγε, Τὸν ἀνατέλλοντα τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ πανταχόθεν προέτρεψεν 57.274.30 εἰς τοῦτο, καὶ κομᾷν ἔπεισε τῇ δαψιλείᾳ τῆς χορηγίας, ἀναιρεῖ λοιπὸν καὶ τὰ