133
τῷ προσήκοντι, ἀλλὰ καὶ μετὰ πλείονός σοι αὐτὸ παρέχει τῆς ὑπερβολῆς. Νῦν μὲν γὰρ ἂν ἐπιδείξῃ, δέκα καὶ εἴκοσιν, ἣ καὶ ἑκατὸν ἀνθρώποις ἐπιδείξασθαι δυνήσῃ μόνοις· ἂν δὲ σπουδάζῃς νῦν λαθεῖν, τότε σε αὐτὸς ὁ Θεὸς ἀνακηρύξει, τῆς οἰκουμένης παρούσης ἁπάσης. Ὥστε μάλιστα εἰ βούλει ἀνθρώπους ἰδεῖν σου τὰ κατορθώματα, κρύψον αὐτὰ νῦν, ἵνα μετὰ πλείονος τιμῆς τότε αὐτὰ πάντες θεάσωνται, τοῦ Θεοῦ φανερὰ ποιοῦντος καὶ ἐπαίροντος καὶ παρὰ πᾶσιν ἀνακηρύττοντος. Νῦν μὲν γάρ σου καὶ καταγνώσονται οἱ ὁρῶντες, ὡς κενοδόξου· στεφανούμενον δὲ ἰδόντες, οὐ μόνον οὐ καταγνώσονται, ἀλλὰ καὶ θαυμάσονται ἅπαντες. Ὅταν οὖν καὶ μισθὸν ᾖ λαβεῖν, καὶ θαῦμα καρπώσασθαι μεῖζον, ὀλίγον ἀναμείναντα χρόνον, 57.276 ἐννόησον ἡλίκης ἀνοίας ἐστὶν ἀμφοτέρων ἐκπεσεῖν τούτων, καὶ παρὰ τοῦ Θεοῦ τὸν μισθὸν αἰτοῦντα, καὶ τοῦ Θεοῦ ὁρῶντος, τοὺς ἀνθρώπους καλεῖν πρὸς τὴν ἐπίδειξιν τῶν γινομένων. Εἰ γὰρ ἐπιδείκνυσθαι δεῖ, τῷ Πατρὶ πρὸ πάντων ἐπιδείκνυσθαι χρή· καὶ μάλιστα ὅταν καὶ τοῦ στεφανῶσαι καὶ τοῦ ζημιῶσαι κύριος ὁ Πατὴρ ᾖ. Καίτοι εἰ καὶ ζημία μὴ ἦν, οὐκ ἔδει τὸ θέατρον τοῦτο ἀφιέντα, ἀνταλλάξασθαι τὸ τῶν ἀνθρώπων, τὸν δόξης ἐπιθυμοῦντα. Τίς γὰρ οὕτως ἄθλιος, ὡς τοῦ βασιλέως σπεύδοντος ἐπὶ τὴν θεωρίαν τῶν αὐτοῦ κατορθωμάτων ἐλθεῖν, ἐκεῖνον μὲν ἀφιέναι, ἀπὸ δὲ τῶν πτωχῶν καὶ προσαιτῶν καθίζειν αὐτοῦ τὸ θέατρον; ∆ιὰ δὴ τοῦτο οὐχὶ μόνον οὐκ ἐπιδείκνυσθαι κελεύει, ἀλλὰ καὶ σπουδάζειν λανθάνειν. Οὐδὲ γάρ ἐστιν ἴσον, μὴ σπουδάσαι φανῆναι, καὶ σπουδάσαι λαθεῖν. Καὶ ὅταν προσεύχησθε, φησὶν, οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ. Πάλιν καὶ τούτους ὑποκριτὰς καλεῖ, καὶ μάλα εἰκότως· ὅτι Θεῷ προσποιούμενοι προσεύχεσθαι, ἀνθρώπους περισκοποῦσιν, οὐχ ἱκετῶν περικείμενοι σχῆμα, ἀλλ' ἀνθρώπων καταγελάστων. Ὁ γὰρ μέλλων ἱκετεύειν, ἅπαντας ἀφεὶς, πρὸς ἐκεῖνον μόνον ὁρᾷ τὸν κύριον ὄντα δοῦναι τὴν αἴτησιν. Ἂν δὲ τοῦτον ἀφεὶς, περιέρχῃ πλανώμενος καὶ πανταχοῦ περιφέρων τοὺς ὀφθαλμοὺς, κεναῖς ἀπελεύσῃ χερσί. Τοῦτο γὰρ αὐτὸς ἐβουλήθης. ∆ιὰ τοῦτο οὐκ εἶπεν, ὅτι οὐ λήψονται μισθὸν οἱ τοιοῦτοι, ἀλλ' ὅτι ἀπέχουσι, τουτέστιν, ὅτι λήψονται μὲν, παρ' ὧν δὲ ἐπιθυμοῦσιν αὐτοί. Οὐ γὰρ ὁ Θεὸς βούλεται, ἀλλ' αὐτὸς μὲν τὴν παρ' ἑαυτοῦ παρέχειν ἤθελεν ἀμοιβήν· ἐκεῖνοι δὲ τὴν παρὰ τῶν ἀνθρώπων ζητοῦντες, οὐκέτ' ἂν εἶεν δίκαιοι λαβεῖν παρ' ἐκείνου, δι' ὃν οὐδὲν πεποιήκασι. Σὺ δέ μοι σκόπει τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ ὑπὲρ ὧν αἰτεῖται παρ' ἡμῶν ἀγαθῶν, ἐπαγγέλλεται μισθὸν παρέξειν. ∆ιαβαλὼν τοίνυν τοὺς οὐ προσηκόντως τῷ πράγματι χρωμένους, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τῆς διαθέσεως, καὶ δείξας σφόδρα καταγελάστους ὄντας, εἰσάγει τὸν ἄριστον τῆς προσευχῆς τρόπον, καὶ πάλιν τὸν μισθὸν δίδωσιν, εἰπών· Εἴσελθε εἰς τὸ ταμιεῖόν σου. γʹ. Τί οὖν; ἐν ἐκκλησίᾳ, φησὶν, οὐ δεῖ προσεύχεσθαι; Καὶ σφόδρα μὲν, ἀλλὰ μετὰ γνώμης τοιαύτης. Πανταχοῦ γὰρ ὁ Θεὸς τὸν σκοπὸν ζητεῖ τῶν γινομένων. Ἐπεὶ κἂν εἰς τὸ ταμιεῖον εἰσέλθῃς, καὶ ἀποκλείσας, πρὸς ἐπίδειξιν αὐτὸ ἐργάσῃ, οὐδέν σοι τῶν θυρῶν ὄφελος. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς ἀκριβῆ τὸν διορισμὸν τέθεικεν, εἰπὼν, Ὅπως φανῶσι τοῖς ἀνθρώποις. Ὥστε κἂν τὰς θύρας ἀποκλείσῃς, τοῦτο πρὸ τῆς τῶν θυρῶν ἀποκλείσεως κατορθῶσαί σε βούλεται, καὶ τὰς τῆς διανοίας ἀποκλείειν θύρας. Κενοδοξίας γὰρ πανταχοῦ μὲν ἀπηλλάχθαι καλὸν, μάλιστα δὲ ἐν εὐχῇ. Εἰ γὰρ καὶ τούτου χωρὶς πλανώμεθα καὶ περιφερόμεθα, ἂν καὶ ταύτην εἰσερχώμεθα τὴν νόσον ἔχοντες, πότε ἀκουσόμεθα τῶν παρ' ἡμῶν λεγομένων; εἰ δὲ ἡμεῖς οἱ δεόμενοι καὶ παρακαλοῦντες οὐκ ἀκούομεν, πῶς τὸν Θεὸν ἀξιοῦμεν ἀκούειν; Ἀλλ' ὅμως εἰσί τινες, οἱ 57.277 μετὰ τοιαῦτα καὶ τοσαῦτα παραγγέλματα οὕτως ἀσχημονοῦντες ἐν εὐχῇ, ὡς καὶ τοῦ σώματος κρυπτομένου, διὰ τῆς φωνῆς πᾶσιν ἑαυτοὺς καταδήλους