136
ἐπείγεσθαι πρὸς τὸν Πατέρα, καὶ τῶν μελλόντων ἐφίεσθαι· ὅπερ ἀπὸ συνειδότος ἀγαθοῦ γίνεται, καὶ ψυχῆς ἀπηλλαγμένης τῶν ἐν τῇ γῇ πραγμάτων. εʹ. Τοῦτο γοῦν καὶ ὁ Παῦλος καθ' ἑκάστην ἐπεθύμει τὴν ἡμέραν· διὰ τοῦτο καὶ ἔλεγεν, ὅτι Καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. Ὁ γὰρ τοῦτον ἔχων τὸν ἔρωτα, οὔτε ὑπὸ τῶν χρηστῶν τοῦ βίου τούτου φυσηθῆναι δύναται, οὔτε ὑπὸ τῶν λυπηρῶν ταπεινωθῆναι· ἀλλ' ὡς ἐν αὐτοῖς διατρίβων τοῖς οὐρανοῖς, ἑκατέρας ἀπήλλακται τῆς ἀνωμαλίας. Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Εἶδες ἀκολουθίαν ἀρίστην; Ἐπιθυμεῖν μὲν γὰρ ἐκέλευσε τῶν μελλόντων, καὶ πρὸς ἐκείνην ἐπείγεσθαι τὴν ἀποδημίαν· ἕως δ' ἂν τοῦτο μὴ γίνηται, καὶ ἐνταῦθα διατρίβοντας τέως σπουδάζειν τὴν αὐτὴν τοῖς ἄνω πολιτείαν ἐπιδείκνυσθαι. Ἐπιθυμεῖν μὲν γὰρ δεῖ τῶν οὐρανῶν, φησὶ, καὶ τῶν ἐν τοῖς οὐρανοῖς· πλὴν καὶ πρὸ τοῦ οὐρανοῦ τὴν γῆν οὐρανὸν ἐκέλευσε ποιῆσαι, καὶ ἐν αὐτῇ διατρίβοντας ὡς ἐκεῖ πολιτευομένους, οὕτω πάντα ποιεῖν καὶ λέγειν, ὡς καὶ ὑπὲρ τούτων παρακαλεῖν τὸν ∆εσπότην. Οὐδὲν γὰρ τὸ κωλύον φθάσαι 57.280 τὴν τῶν ἄνω δυνάμεων ἀκρίβειαν διὰ τὸ τὴν γῆν οἰκεῖν· ἀλλ' ἔνι καὶ ἐνταῦθα διατρίβοντα, ὡς ἄνω γενόμενον ἤδη πάντα ποιεῖν. Ὃ λέγει τοίνυν, τοῦτό ἐστιν· Ὥσπερ ἐκεῖ πάντα ἀκωλύτως γίνεται, καὶ οὐ τὰ μὲν ὑπακούουσιν οἱ ἄγγελοι, τὰ δὲ παρακούουσιν, ἀλλὰ πάντα εἴκουσι καὶ πείθονται· ∆υνατοὶ γὰρ, φησὶν, ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ· οὕτω καὶ ἡμᾶς καταξίωσον τοὺς ἀνθρώπους μὴ ἐξ ἡμισείας τὸ θέλημά σου ποιεῖν, ἀλλὰ πάντα καθάπερ θέλεις πληροῦν. Εἶδες πῶς καὶ μετριάζειν ἐδίδαξε, δηλώσας ὅτι οὐ τῆς ἡμετέρας σπουδῆς ἡ ἀρετὴ μόνον. ἀλλὰ καὶ τῆς ἄνωθεν χάριτος; Καὶ πάλιν τὴν ὑπὲρ τῆς οἰκουμένης πρόνοιαν ἕκαστον ἡμῶν τῶν προσευχομένων ἀναδέχεσθαι ἐπέταξεν. Οὐδὲ γὰρ εἶπε, Γενηθήτω τὸ θέλημά σου ἐν ἐμοὶ, ἢ ἐν ἡμῖν· ἀλλὰ, Πανταχοῦ τῆς γῆς, ὥστε λυθῆναι τὴν πλάνην, καὶ φυτευθῆναι τὴν ἀλήθειαν, καὶ ἐκβληθῆναι κακίαν ἅπασαν, καὶ ἐπανελθεῖν ἀρετὴν, καὶ μηδὲν ταύτῃ διαφέρειν λοιπὸν τὸν οὐρανὸν τῆς γῆς. Εἰ γὰρ τοῦτο γένοιτο, φησὶν, οὐδὲν διοίσει τὰ κάτω τῶν ἄνω, εἰ καὶ τῇ φύσει διέστηκεν, ἀγγέλους ἑτέρους τῆς γῆς ἡμῖν ἐπιδεικνυμένης. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Τί ἐστι, Τὸν ἄρτον τὸν ἐπιούσιον; Τὸν ἐφήμερον. Ἐπειδὴ γὰρ εἶπεν οὕτω· Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· ἀνθρώποις δὲ διελέγετο σάρκα περικειμένοις, καὶ ἀνάγκῃ φύσεως ὑποκειμένοις, καὶ οὐ δυναμένοις τὴν αὐτὴν ἔχειν ἀπάθειαν τοῖς ἀγγέλοις· τὰ μὲν ἐπιτάγματα ὁμοίως κελεύει γίνεσθαι καὶ παρ' ἡμῶν, καθάπερ αὐτὰ κἀκεῖνοι πληροῦσι· συγκαταβαίνει δὲ καὶ τῇ τῆς φύσεως ἀσθενείᾳ λοιπόν. Ἀκρίβειαν μὲν γὰρ, φησὶ, πολιτείας ἀπαιτῶ τοσαύτην, οὐ μὴν ἀπάθειαν· οὐδὲ γὰρ ἐπιτρέπει τῆς φύσεως ἡ τυραννίς· δεῖται γὰρ τροφῆς τῆς ἀναγκαίας. Σὺ δέ μοι σκόπει πῶς καὶ ἐν τοῖς σωματικοῖς πολὺ τὸ πνευματικόν. Οὐδὲ γὰρ ὑπὲρ χρημάτων, οὐδὲ ὑπὲρ τρυφῆς, οὐδὲ ὑπὲρ πολυτελείας ἱματίων, οὐδὲ ὑπὲρ ἄλλου οὐδενὸς τῶν τοιούτων, ἀλλ' ὑπὲρ ἄρτου μόνον ἐκέλευσε τὴν εὐχὴν ποιεῖσθαι, καὶ ὑπὲρ ἄρτου τοῦ ἐφημέρου, ὥστε μὴ ὑπὲρ τῆς αὔριον μεριμνᾷν. ∆ιὰ τοῦτο προσέθηκε, Τὸν ἄρτον τὸν ἐπιούσιον, τουτέστι, τὸν ἐφήμερον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη τῷ ῥήματι, ἀλλὰ καὶ ἕτερον μετὰ τοῦτο προσέθηκεν, εἰπὼν, ∆ὸς ἡμῖν σήμερον· ὥστε μὴ περαιτέρω συντρίβειν ἑαυτοὺς τῇ φροντίδι τῆς ἐπιούσης ἡμέρας. Ἧς γὰρ οὐκ οἶδας εἰ τὸ διάστημα ὄψει, τίνος ἕνεκεν ὑπομένεις τὴν μέριμναν; Τοῦτο καὶ προϊὼν διὰ πλειόνων ἐπέταξε, λέγων· Μὴ μεριμνήσητε εἰς τὴν αὔριον. Καὶ βούλεται πάντοθεν ἡμᾶς εὐζώνους εἶναι καὶ ἐπτερωμένους, τοσοῦτον εἴκοντας τῇ φύσει, ὅσον ἡ τῆς χρείας ἀνάγκη παρ' ἡμῶν ἀπαιτεῖ. Εἶτα ἐπειδὴ συμβαίνει καὶ μετὰ τὸ λουτρὸν τῆς παλιγγενεσίας ἁμαρτάνειν, πολλὴν καὶ ἐνταῦθα τὴν φιλανθρωπίαν αὐτοῦ ἐπιδεικνύμενος, κελεύει περὶ τῆς τῶν ἁμαρτημάτων ἀφέσεως προσιέναι τῷ φιλανθρώπῳ Θεῷ, καὶ λέγειν οὕτως· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς