138
ἡσυχάζειν, καὶ τὸν καιρὸν ἀναμένειν τῶν ἀγώνων, ἵνα καὶ τὸ ἀκενόδοξον καὶ τὸ γενναῖον ἐπιδειξώμεθα. Πονηρὸν δὲ ἐνταῦθα τὸν διάβολον καλεῖ, κελεύων ἡμᾶς ἄσπονδον πρὸς αὐτὸν ἔχειν πόλεμον, καὶ δεικνὺς ὅτι οὐ φύσει τοιοῦτός ἐστιν. Οὐ γὰρ τῶν ἐκ φύσεως, ἀλλὰ τῶν ἐκ προαιρέσεως ἐπιγινομένων ἐστὶν ἡ πονηρία. Κατ' ἐξοχὴν δὲ οὕτως ἐκεῖνος καλεῖται, διὰ τὴν ὑπερβολὴν τῆς κακίας, καὶ ἐπειδὴ μηδὲν παρ' ἡμῶν ἀδικηθεὶς ἄσπονδον πρὸς ἡμᾶς ἔχει τὸν πόλεμον. ∆ιὰ τοῦτο οὐδὲ εἶπε, Ῥῦσαι ἡμᾶς ἀπὸ τῶν πονηρῶν, ἀλλ', Ἀπὸ τοῦ Πονηροῦ· παιδεύων ἡμᾶς μηδαμοῦ πρὸς τοὺς πλησίον ἀηδῶς ἔχειν, ἐν οἷς ἂν πάθωμεν παρ' αὐτῶν κακῶς, ἀλλ' ἀπὸ τούτων πρὸς ἐκεῖνον μεταθεῖναι τὴν ἔχθραν, ὡς πάντων αὐτὸν αἴτιον τῶν κακῶν ὄντα. Ἐναγωνίους τοίνυν ποιήσας τῇ μνήμῃ τοῦ Ἐχθροῦ, καὶ τὴν ῥᾳθυμίαν ἡμῶν ἅπασαν ἐκκόψας, πάλιν θαῤῥύνει καὶ ἀνίστησι τὰ φρονήματα, τοῦ Βασιλέως ἀναμνήσας, ὑφ' ᾧ ταττόμεθα, καὶ δείξας πάντων αὐτὸν ὄντα δυνατώτερον. Σοῦ γάρ ἐστι, φησὶν, ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα. Οὐκοῦν εἰ αὐτοῦ ἐστιν ἡ βασιλεία, οὐδένα δεδοικέναι χρὴ, ἅτε οὐδενὸς ὄντος τοῦ ἀνθισταμένου, καὶ πρὸς αὐτὸν τὴν ἀρχὴν διανεμομένου. Ὅταν γὰρ εἴπῃ, Σοῦ ἐστιν ἡ βασιλεία, δείκνυσι καὶ ἐκεῖνον τὸν πολεμοῦντα ἡμῖν ὑποτεταγμένον, κἂν ἐναντιοῦσθαι δοκῇ, τοῦ Θεοῦ συγχωροῦντος τέως. Καὶ γὰρ καὶ αὐτὸς τῶν δούλων ἐστὶν, εἰ καὶ τῶν ἠτιμωμένων καὶ προσκεκρουκότων· καὶ οὐκ ἂν τολμήσειεν οὐδενὶ τῶν ὁμοδούλων ἐπιθέσθαι, μὴ πρότερον ἄνωθεν τὴν ἐξουσίαν λαβών. Καὶ τί λέγω τῶν ὁμοδούλων; Οὐδὲ χοίρων κατατολμῆσαι ὑπέμεινεν, ἕως ὅτε αὐτὸς ἐπέτρεψεν· οὔτε ποιμνίων, οὔτε βουκολίων, ἕως ὅτε τὴν ἐξουσίαν ἄνωθεν ἔλαβε. Καὶ ἡ δύναμις, φησί. Οὐκοῦν κἂν μυριάκις ἀσθενὴς ᾖς, δίκαιος ἂν εἴης θαῤῥεῖν τοιοῦτον ἔχων τὸν βασιλεύοντα, πάντα εὐκόλως καὶ διὰ σοῦ κατορθοῦν δυνάμενον. Καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ζʹ. Οὐδὲ γὰρ ἀπαλλάττει σε τῶν ἐπιόντων δεινῶν μόνον, ἀλλὰ καὶ ἔνδοξον δύναται ποιεῖν καὶ λαμπρόν. Ὥσπερ γὰρ ἡ δύναμις αὐτοῦ πολλὴ, οὕτω καὶ ἡ δόξα ἄφατος, καὶ τὰ πάντα ἀπέραντα καὶ τέλος αὐτῶν οὐδέν. Εἶδες πῶς πανταχόθεν ἤλειψε τὸν ἀθλητὴν, καὶ θαῤῥεῖν παρεσκεύασεν; Εἶτα, ὅπερ ἔφθην εἰπὼν, δεῖξαι βουλόμενος, ὅτι πάντων μάλιστα μνησικακίαν ἀποστρέφεται καὶ μισεῖ, καὶ μάλιστα πάντων τὴν ἐναντίαν τῇ κακίᾳ ταύτῃ ἀποδέχεται ἀρετὴν, καὶ μετὰ τὴν εὐχὴν πάλιν αὐτοῦ τοῦ κατορθώματος ὑπέμνησε, καὶ ἀπὸ τῆς κειμένης κολάσεως, καὶ ἀπὸ τῆς 57.283 ὡρισμένης τιμῆς τὸν ἀκροατὴν ἐνάγων εἰς τὴν τῆς ἐντολῆς ταύτης ὑπακοήν. Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν· ἐὰν δὲ μὴ ἀφῆτε, οὐδὲ αὐτὸς ὑμῖν ἀφήσει. ∆ιὰ τοῦτο τῶν οὐρανῶν πάλιν καὶ τοῦ Πατρὸς ἐμνημόνευσεν, ὥστε καὶ τούτῳ τὸν ἀκροατὴν ἐντρέψαι, εἴγε τοιούτου πατρὸς ὢν, ἐκθηριοῦσθαι μέλλοι, καὶ πρὸς τὸν οὐρανὸν κληθεὶς, γήϊνόν τι καὶ βιωτικὸν ἔχοι φρόνημα. Οὐ γὰρ δὴ χάριτι δεῖ γενέσθαι παῖδας μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις. Οὐδὲν δὲ οὕτως ὁμοιοῖ τῷ Θεῷ, ὡς τὸ τοῖς πονηροῖς καὶ τοῖς ἀδικοῦσιν εἶναι συγγνωμονικόν· ὥσπερ οὖν καὶ ἔφθη διδάξας, ἡνίκα ἔλεγε τὸ τὸν ἥλιον ἀνατέλλειν ἐπὶ πονηροὺς καὶ ἀγαθούς. ∆ιὰ δὴ τοῦτο καὶ καθ' ἕκαστον τῶν ῥημάτων κοινὰς κελεύει ποιεῖν τὰς εὐχὰς, Πάτερ ἡμῶν, λέγων· καὶ, Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· καὶ, ∆ὸς ἡμῖν τὸν ἄρτον· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν· καὶ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· καὶ, Ῥῦσαι ἡμᾶς· πανταχοῦ τῷ πληθυντικῷ ῥήματι τούτῳ κελεύων κεχρῆσθαι, ἵνα μηδὲ ἴχνος ὀργῆς πρὸς τὸν πλησίον ἔχωμεν. Πόσης οὖν ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ ταῦτα πάντα μὴ μόνον αὐτοὶ μὴ ἀφιέντες, ἀλλὰ καὶ τὸν Θεὸν ἐπὶ τὴν ἄμυναν τῶν ἐχθρῶν παρακαλοῦντες, καὶ ὥσπερ ἐκ διαμέτρου τινὸς τὸν νόμον τοῦτον παραβαίνοντες, καὶ ταῦτα αὐτοῦ πάντα ποιοῦντος καὶ πραγματευομένου, ὥστε μὴ διαστασιάζειν ἡμᾶς πρὸς ἀλλήλους; Ἐπειδὴ γὰρ ῥίζα πάντων τῶν ἀγαθῶν ἐστιν ἡ ἀγάπη, τὰ λυμαινόμενα αὐτὴν ἀναιρῶν, πάντοθεν ἡμᾶς πρὸς ἀλλήλους συνάγει συγκολλῶν. Οὐ γὰρ ἔστιν, οὐκ