139
ἔστιν οὐδεὶς, κἂν πατὴρ, κἂν μήτηρ, κἂν φίλος, κἂν ὁστισοῦν, ὃς οὕτως ἡμᾶς ἠγάπησεν, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. Καὶ τοῦτο μάλιστα καὶ ἐξ ὧν εὐεργετεῖ καθ' ἑκάστην ἡμέραν, καὶ ἐξ ὧν ἐπιτάττει δῆλον. Εἰ δὲ τὰς λύπας μοι λέγεις, καὶ τὰς ὀδύνας, καὶ τὰ τοῦ βίου κακὰ, ἐννόησον ὅσα αὐτῷ προσκρούεις καθ' ἑκάστην ἡμέραν, καὶ οὐκέτι θαυμάσῃ, κἂν πλείονα τούτων ἐπέλθῃ κακά· ἀλλ' ἂν ἀγαθοῦ τινος ἀπολαύσῃς, τότε καὶ θαυμάσῃ καὶ ἐκπλαγήσῃ. Νῦν δὲ εἰς μὲν τὰς συμφορὰς ὁρῶμεν τὰς ἐπιούσας, τὰ δὲ προσκρούσματα, ἃ καθ' ἑκάστην προσκρούομεν τὴν ἡμέραν, οὐκ ἐννοοῦμεν· διὰ τοῦτο ἀλύομεν. Ὡς εἴγε μιᾶς ἡμέρας μόνον μετὰ ἀκριβείας τὰ ἁμαρτήματα ἡμῶν ἐλογισάμεθα, τότε ἂν ἔγνωμεν καλῶς, πόσων ἂν εἴημεν ὑπεύθυνοι κακῶν. Καὶ ἵνα τὰ ἄλλα ἀφεὶς τὰ ἰδίᾳ πεπλημμελημένα ἑκάστῳ, τὰ σήμερον εἴπω γινόμενα· καίτοιγε οὐκ οἶδα τί ποτε ἕκαστος ἡμῶν ἥμαρτεν· ἀλλ' ὅμως τοσαύτη ἡ περιουσία τῶν πλημμελημάτων, ὡς μηδὲ τὸν ἀκριβῶς ἅπαντα εἰδότα δύνασθαι καὶ ἐκ τούτων ἑλεῖν. Τίς οὖν ἡμῶν οὐκ ἐῤῥᾳθύμησεν εὐχόμενος; τίς οὐκ ἀπενοήθη; τίς οὐκ ἐκενοδόξησε; τίς οὐ κακῶς εἶπε τὸν ἀδελφὸν, οὐδὲ ἐδέξατο πονηρὰν ἐπιθυμίαν; οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς; οὐκ ἐμνήσθη μετὰ πάθους ἐχθροῦ, καὶ οἰδαίνειν τὴν καρδίαν ἐποίησεν; Εἰ δὲ ἐν ἐκκλησίᾳ ὄντες, καὶ ἐν καιρῷ βραχεῖ, τοσούτοις ὑπεύθυνοι γεγόναμεν κακοῖς, τίνες ἐσόμεθα ἐξελθόντες ἐντεῦθεν; εἰ ἐν τῷ λιμένι τοσαῦτα τὰ κύματα, ὅταν ἐξέλθωμεν εἰς τὸν εὔριπον τῶν κακῶν, τὴν ἀγορὰν λέγω, καὶ τὰ πολιτικὰ πράγματα, καὶ τὰς ἐν οἰκίᾳ φροντίδας, ἆρα ἑαυτοὺς γοῦν ἐπιγνῶναι δυνησόμεθα; Ἀλλ' ὅμως τῆς τῶν τοσούτων καὶ τηλικούτων ἁμαρ 57.284 τημάτων ἀπαλλαγῆς ἔδωκεν ἡμῖν σύντομον καὶ ῥᾳδίαν ὁδὸν καὶ παντὸς ἀπηλλαγμένην πόνου ὁ Θεός. Ποῖος γὰρ πόνος ἀφεῖναι τῷ λελυπηκότι; Πόνος μὲν οὖν τὸ μὴ ἀφεῖναι, ἀλλὰ κατέχειν τὴν ἔχθραν· ὡς τό γε ἀπαλλαγῆναι τοῦ θυμοῦ, καὶ ἄνεσιν πολλὴν ἐμποιεῖ, καὶ σφόδρα εὔκολον τῷ βουλομένῳ. ηʹ. Οὐδὲ γὰρ πέλαγος διαβῆναι δεῖ, οὐδὲ ὁδὸν ἀποδημῆσαι μακρὰν, οὐδὲ ὁρῶν ὑπερβῆναι κορυφὰς, οὐδὲ χρήματα δαπανῆσαι, οὐδὲ κατατεῖναι τὸ σῶμα, ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα λέλυται τὰ ἁμαρτήματα. Ἂν δὲ μὴ μόνον αὐτὸς μὴ ἀφῇς, ἀλλὰ καὶ τῷ Θεῷ κατ' αὐτοῦ ἐντυγχάνῃς, τίνα λοιπὸν ἕξεις σωτηρίας ἐλπίδα, ὅταν ἡνίκα ἐξιλεοῦσαι αὐτὸν καὶ δέῃ, καὶ τότε αὐτὸν παροξύνῃς, ἱκέτου μὲν σχῆμα περικείμενος, θηρίου δὲ φωνὰς ἀφιεὶς, καὶ καθ' ἑαυτοῦ τὰ βέλη τοῦ Πονηροῦ ἐξακοντίζων ἐκεῖνα; ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος εὐχῆς μεμνημένος, οὐδὲν οὕτως ἐξεζήτησεν ὡς τῆς ἐντολῆς ταύτης τὴν φυλακήν· Ἐπαίροντας γὰρ ὁσίους χεῖρας, φησὶ, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Εἰ γὰρ ὅτε ἐλέους χρείαν ἔχεις, οὐδὲ τότε ἀφίης τὴν ὀργὴν, ἀλλὰ καὶ σφόδρα αὐτῆς μέμνησαι, καὶ ταῦτα εἰδὼς ὅτι κατὰ σεαυτοῦ τὸ ξίφος ὠθεῖς, πότε δυνήσῃ γενέσθαι φιλάνθρωπος, καὶ τὸν πονηρὸν ἀποβλῦσαι τῆς πονηρίας ταύτης ἰόν; Εἰ δὲ οὐδέπω τῆς ἀτοπίας ταύτης εἶδες τὸ μέγεθος, ἐπ' ἀνθρώπων αὐτὸ λογίζου γινόμενον, καὶ τότε ὄψει τῆς ὕβρεως τὴν ὑπερβολήν. Εἰ γὰρ ἀνθρώπῳ σοι ὄντι προσῆλθέ τις ἀξιῶν ἐλεηθῆναι, εἶτα μεταξὺ κείμενος ἐπὶ τῆς γῆς εἶδεν ἐχθρὸν, καὶ ἀφείς σε ἱκετεῦσαι ἐκεῖνον ἔτυπτεν, ἆρα οὐκ ἂν μείζονα ἐποιήσω τὴν ὀργήν; Τοῦτο λογίζου καὶ ἐπὶ τοῦ Θεοῦ συμβαίνειν. Καὶ γὰρ καὶ σὺ τὸν Θεὸν ἱκετεύων, μεταξὺ τὴν ἱκετηρίαν ἀφεὶς, τὸν ἐχθρὸν τοῖς ῥήμασι τύπτεις, καὶ τοὺς τοῦ Θεοῦ νόμους ὑβρίζεις, τὸν νομοθετήσαντα πᾶσαν ὀργὴν ἀφιέναι κατὰ τῶν λελυπηκότων καλῶν, καὶ ἀξιῶν ἐναντία τοῖς ἑαυτοῦ προστάγμασι ποιεῖν. Οὐκ ἀρκεῖ εἰς τιμωρίας σοι λόγον, ὅτι σὺ παραβαίνεις τὸν νόμον τὸν τοῦ Θεοῦ, ἀλλὰ καὶ αὐτὸν τοῦτο παρακαλεῖς ποιεῖν; Μὴ γὰρ ἐπελάθετο ὧν ἐπέταξε, μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ ταῦτα εἰπών; Θεός ἐστιν, ὁ τὰ πάντα εἰδὼς, καὶ μετὰ ἀκριβείας ἁπάσης τοὺς ἑαυτοῦ φυλάττεσθαι βουλόμενος νόμους, καὶ τοσοῦτον ἀπέχων τοῦ ποιῆσαι ταῦτα ἅπερ ἀξιοῖς, ὅτι καὶ σὲ τὸν ταῦτα λέγοντα καὶ ὑπὲρ τοῦ λέγειν μόνον ἀποστρέφεται καὶ μισεῖ, καὶ δίκην ἀπαιτεῖ τὴν ἐσχάτην. Πῶς οὖν ἀξιοῖς παρ' αὐτοῦ τυχεῖν, ὧν αὐτὸς μετὰ πολλῆς ἀπέχεσθαί σε