142
βλάπτουσι μόνον· αὗται δὲ καὶ ἑαυτὰς καὶ τοὺς ὁρῶντας. ∆ιὸ χρὴ καὶ ταύτην κἀκείνην φεύγειν τὴν λύμην ἐκ πολλοῦ τοῦ περιόντος. Οὐδὲ γὰρ μόνον μὴ ἐπιδείκνυσθαι, ἀλλὰ καὶ σπουδάζειν λανθάνειν ἐκέλευσεν· ὅπερ καὶ ἔμπροσθεν ἐποίησε. Καὶ ἐπὶ μὲν τῆς ἐλεημοσύνης οὐχ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλ' εἰπὼν, Προσέχετε μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, προσέθηκε, πρὸς τὸ θεαθῆναι αὐτοῖς· ἐπὶ δὲ τῆς νηστείας καὶ τῆς εὐχῆς οὐδὲν τοιοῦτον διώρισε. Τί δήποτε; Ὅτι ἐλεημοσύνην μὲν ἀδύνατον πάντη λαθεῖν· εὐχὴν δὲ καὶ νηστείαν, δυνατόν. Ὥσπερ οὖν εἰπὼν, Μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, οὐ περὶ χειρῶν ἔλεγεν, ἀλλὰ περὶ τοῦ δεῖν μετὰ ἀκριβείας ἅπαντας λανθάνειν· καὶ κελεύσας εἰς τὸ ταμιεῖον εἰσιέναι, οὐ πάντως, οὐδὲ προηγουμένως ἐκεῖ μόνον ἐπέταξεν εὔχεσθαι, ἀλλὰ τὸ αὐτὸ πάλιν ᾐνίξατο· οὕτω καὶ ἐνταῦθα ἀλείφεσθαι κελεύσας, οὐχ ἵνα ἀλειφώμεθα πάντως ἐνομοθέτησεν· ἐπεὶ πάντες εὑρεθησόμεθα τὸν νόμον παραβαίνοντες τοῦτον, καὶ πρό γε πάντων οἱ μάλιστα αὐτὸν φυλάττειν ἐσπουδακότες, οἱ τῶν μοναχῶν δῆμοι, οἱ τὰ ὄρη κατειληφότες. Οὐ τοίνυν τοῦτο ἐπέταξεν· ἀλλ' ἐπειδὴ τοῖς παλαιοῖς ἔθος ἀλείφεσθαι συνεχῶς ἦν εὐφραινομένοις καὶ χαίρουσι (καὶ τοῦτο ἀπὸ τοῦ ∆αυῒδ καὶ ἀπὸ τοῦ ∆ανιὴλ ἄν τις κατίδοι σαφῶς), εἶπεν ἀλείφεσθαι, οὐχ ἵνα πάντως τοῦτο ποιῶμεν, ἀλλ' ἵνα διὰ πάντων σπουδάζωμεν μετὰ ἀκριβείας πολλῆς κρύπτειν τὸ κτῆμα τοῦτο. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν, αὐτὸς τοῦτο, ὅπερ διὰ τῶν λόγων ἐπέταξε, διὰ τῶν ἔργων ἐπιδειξάμενος, καὶ νηστεύσας τεσσαράκοντα ἡμέρας, καὶ μετὰ τοῦ λαθεῖν νηστεύσας, οὔτε ἠλείψατο, οὔτε ἐνίψατο· ἀλλ' ὅμως καὶ ταῦτα μὴ ποιήσας, μάλιστα πάντων χωρὶς κενοδοξίας τὸ πᾶν ἤνυσεν. Ὃ δὴ καὶ ἡμῖν ἐπιτάττει, καὶ τοὺς ὑποκριτὰς εἰς μέσον ἀγαγὼν, καὶ διπλῇ παραγγελίᾳ τοὺς ἀκούοντας ἀποτρέψας. Καὶ ἕτερόν τι διὰ τῆς προσηγορίας ταύτης ᾐνίξατο, τῆς τῶν ὑποκριτῶν λέγω. Οὐ γὰρ μόνον τῷ τὸ πρᾶγμα εἶναι καταγέλαστον, οὐδὲ τῷ ζημίαν ἔχειν ἐσχάτην, ἀλλὰ καὶ τῷ πρόσκαιρον δεῖξαι τὴν τοιαύτην ἀπάτην, ἀπάγει τῆς πονηρᾶς ἐπιθυμίας. Ὁ γὰρ ὑποκριτὴς μέχρι τότε φαίνεται λαμπρὸς, ἕως ἂν τὸ θέατρον κάθηται· μᾶλλον δὲ οὐδὲ τότε παρὰ πᾶσιν. Ἴσασι γὰρ οἱ πλείους τῶν θεωμένων, τίς ὢν τίνα ὑποκρίνεται. Πλὴν ἀλλὰ τοῦ θεάτρου λυθέντος, σαφέ 57.288 στερον ἅπασιν ἐκκαλύπτεται. Τοῦτο τοίνυν καὶ τοὺς κενοδόξους ὑπομένειν ἀνάγκη πᾶσα. Καὶ ἐνταῦθα μὲν γὰρ τοῖς πλείοσίν εἰσι κατάδηλοι, ὅτι οὐκ εἰσὶ τοῦτο ὅπερ φαίνονται, ἀλλὰ προσωπεῖον περίκεινται μόνον· πολλῷ δὲ πλέον μετὰ ταῦτα ἁλώσονται, ὅτε πάντα γυμνὰ καὶ τετραχηλισμένα φαίνεται. Καὶ ἑτέρωθεν δὲ πάλιν αὐτοὺς ἀπάγει τῶν ὑποκριτῶν, τῷ δεῖξαι κοῦφον τὸ ἐπίταγμα ὄν. Οὐ γὰρ τὴν νηστείαν ἐπιτείνει, οὐδὲ μείζονα ἐπιδείξασθαι κελεύει, ἀλλὰ μὴ τὸν ἐξ αὐτῆς ἀπολέσαι στέφανον. Ὥστε ὃ μὲν δοκεῖ φορτικὸν εἶναι, κοινὸν ἡμῖν καὶ τοῖς ὑποκριταῖς· νηστεύουσι γὰρ κἀκεῖνοι· ὃ δέ ἐστι κουφότατον, τὸ καμόντας μὴ ἀπολέσαι τὸν μισθὸν, τοῦτό ἐστιν ὃ κελεύω, φησί· τοῖς μὲν πόνοις οὐδὲν προστιθεὶς, τοὺς δὲ μισθοὺς ἡμῖν συνάγων μετὰ ἀσφαλείας ἁπάσης, καὶ οὐκ ἀφιεὶς ἀστεφανώτους ἀπελθεῖν, καθάπερ ἐκείνους. Καὶ οὐδὲ τοὺς ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι παλαίοντας μιμεῖσθαι ἐθέλουσιν, οἳ, τοσούτου καθημένου δήμου καὶ ἀρχόντων τοσούτων, ἑνὶ βούλονται ἀρέσαι τῷ βραβεύοντι τὴν νίκην αὐτοῖς, καίτοι πολλῷ ὄντι καταδεεστέρῳ· σὺ δὲ διπλῆν ἔχων τὴν ἀφορμὴν τοῦ τὴν νίκην ἐπιδείκνυσθαι ἐκείνῳ, τῷ καὶ αὐτὸν εἶναι τὸν βραβεύοντα, καὶ τῷ πάντων ἀσυγκρίτως ὑπερέχειν τῶν ἐν τῷ θεάτρῳ καθημένων, ἑτέροις ἐπιδείκνυσαι τοῖς οὐ μόνον οὐδὲν ὠφελοῦσιν, ἀλλὰ καὶ τὰ μέγιστά σε παραβλάπτουσι. βʹ. Πλὴν οὐδὲ τοῦτο κωλύω, φησίν. Εἰ δὲ καὶ ἀνθρώποις ἐπιδείξασθαι βούλει, ἀνάμεινον, καὶ ἐγώ σοι καὶ τοῦτο μετὰ πλείονος παρέξομαι τῆς περιουσίας, καὶ πολλοῦ τοῦ κέρδους. Νῦν μὲν γάρ σε ἀποῤῥήγνυσι τῆς πρός με δόξης τοῦτο, ὥσπερ οὖν συγκολλᾷ τὸ τούτων ὑπερορᾷν· τότε δὲ πάντων ἀπολαύσῃ μετὰ ἀδείας ἁπάσης, οὐ μικρὸν καὶ πρὸ ἐκείνων καὶ ἐνταῦθα καρπωσόμενος, τὸ πᾶσαν καταπατῆσαι τὴν ἀνθρωπίνην δόξαν,