146
πλουτούντων καὶ ἐπὶ βρόχον ἦλθον, τὴν τοιαύτην οὐκ ἐνεγκόντες δυσημερίαν. Καὶ τὸ ὑβρίζεσθαι δὲ καὶ τὸ ἐπηρεάζεσθαι οὕτως ἀφόρητον αὐτοῖς εἶναι δοκεῖ, ὡς καὶ διὰ τοῦτο πάλιν τῆς παρούσης πολλοὺς ἀποῤῥαγῆναι ζωῆς. Πρὸς γὰρ πάντα μαλακοὺς αὐτοὺς ὁ πλοῦτος ἐποίησε, πλὴν τῆς αὐτοῦ διακονίας. Ὅταν γὰρ αὐτῷ δουλεύειν κελεύῃ, καὶ φόνων κατατολμῶσι, καὶ μαστίγων. καὶ ὀνειδῶν, καὶ αἰσχύνης ἁπάσης. Ὅπερ τῆς ἐσχάτης ἐστὶν ἀθλιότητος, ἐν μὲν οἷς δεῖ φιλοσοφεῖν, πάντων εἶναι μαλακωτέρους· ἐν δὲ οἷς εὐλαβεστέρους εἶναι ἐχρῆν, ἀναισχυντοτέρους πάλιν καὶ ἰταμωτέρους γίνεσθαι. Καὶ γὰρ τὸ αὐτὸ συμβαίνει τούτοις, οἷον ἂν εἴ τις πάθοι τὰ ὄντα πάντα ἀναλώσας εἰς τὰ μὴ δέοντα. Ὁ γὰρ τοιοῦτος, τοῦ καιροῦ τῆς ἀναγκαίας δαπάνης ἐπιστάντος, οὐδὲν ἔχων ἐπιδοῦναι, τὰ ἀνήκεστα πάσχει δεινὰ, πάντων τῶν αὐτοῦ προαναλωθέντων κακῶς. εʹ. Καὶ καθάπερ οἱ ἐπὶ τῆς σκηνῆς τὰς πονηρὰς τέχνας εἰδότες ἐκείνας, ἐν μὲν ταύταις πολλὰ τῶν παραδόξων καὶ ἐπικινδύνων ὑπομένουσιν, ἐν δὲ ἑτέροις χρησίμοις καὶ ἀναγκαίοις πράγμασι πάντων εἰσὶ καταγελαστότεροι· οὕτω καὶ οὗτοι. Καὶ γὰρ οἱ ἐπὶ σχοίνου τεταμένης βαδίζοντες, τοσαύτην ἀνδρείαν ἐπιδεικνύμενοι, ἡνίκα ἄν τι τῶν ἀναγκαίων τόλμαν ἀπαιτῇ καὶ ἀνδρείαν, οὐδὲ ἐννοῆσαί τι δύνανται ἢ ἀνέχονται τοιοῦτον. Οὕτω δὴ καὶ οἱ πλουτοῦντες, πάντα ὑπὲρ χρημάτων τολμῶντες, ὑπὲρ τοῦ φιλοσοφεῖν οὐ μικρὸν, οὐ μέγα τι τοιοῦτον ὑπομεῖναι ἀνέχονται. Καὶ καθάπερ ἐκεῖνοι καὶ σφαλερὸν καὶ ἀκερδὲς πρᾶγμα μεταχειρίζουσιν· οὕτω καὶ οὗτοι κινδύνους μὲν ὑπομένουσι πολλοὺς καὶ κρημνοὺς, εἰς οὐδὲν δὲ χρήσιμον ἀπαντῶσι τέλος, καὶ διπλοῦν ὑπομένουσι σκότος, ἀπό τε τῆς τοῦ νοῦ διαστροφῆς πεπηρωμένοι, ἀπό τε τῆς τῶν φροντίδων ἀπάτης πολλὴν τὴν ἀχλὺν ὑπομένοντες. ∆ιόπερ οὐδὲ διαβλέψαι ῥᾳδίως δύνανται. Ὁ μὲν γὰρ ἐν σκότῳ ὢν, μόνον ἡλίου φανέντος ἀπαλλάττεται τοῦ σκότους· ὁ δὲ τὰς ὄψεις πεπη 57.293 ρωμένος, οὐδὲ ἡλίου φανέντος· ὃ δὴ καὶ οὗτοι πεπόνθασι. Οὐδὲ γὰρ τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος καὶ παραινοῦντος ἀκούουσιν, ἀποκλείσαντος αὐτοῖς τοὺς ὀφθαλμοὺς τοῦ πλούτου. ∆ιὸ καὶ διπλοῦν σκότος ὑπομένουσι· τὸ μὲν ἐξ ἑαυτῶν, τὸ δὲ ἐκ τοῦ μὴ προσέχειν τῷ διδασκάλῳ. Προσέχωμεν τοίνυν αὐτῷ μετὰ ἀκριβείας, ἵνα ὀψὲ γοῦν ποτε ἀναβλέψωμεν. Καὶ πῶς ἀναβλέψαι δυνατόν; Ἐὰν μάθῃς πῶς ἐτυφλώθης. Πῶς οὖν ἐτυφλώθης; Ἀπὸ τῆς πονηρᾶς ἐπιθυμίας. Καθάπερ γὰρ κόρῃ καθαρᾷ χυμὸς ἐπιῤῥεύσας πονηρὸς ὁ τῶν χρημάτων ἔρως, πυκνὴν τὴν νεφέλην ἐποίησεν. Ἀλλὰ καὶ διασκεδασθῆναι καὶ ῥαγῆναι τὴν νεφέλην ταύτην ῥᾴδιον, ἐὰν τὴν ἀκτῖνα τῆς τοῦ Χριστοῦ δεξώμεθα διδασκαλίας· ἂν ἀκούσωμεν αὐτοῦ παραινοῦντος καὶ λέγοντος· Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς. Καὶ τί μοι, φησὶ, πλέον ἀπὸ τῆς ἀκροάσεως, ὅταν ὑπὸ τῆς ἐπιθυμίας κατέχωμαι; Μάλιστα μὲν οὖν καὶ τὴν ἐπιθυμίαν ἡ συνεχὴς ἀκρόασις καταλῦσαι δυνήσεται. Ἂν δ' ἄρα ἐπιμένῃς κατεχόμενος, ἐννόησον ὅτι οὐδὲ ἐπιθυμία τὸ πρᾶγμά ἐστι. Ποία γὰρ ἐπιθυμία, δουλεύειν χαλεπῶς, καὶ ὑποκεῖσθαι τυραννίδι, καὶ δεδέσθαι πανταχόθεν, καὶ ἐν σκότῳ διατρίβειν, καὶ θορύβου γέμειν, καὶ πόνους ὑπομένειν ἀκερδεῖς, καὶ ἑτέροις φυλάττειν τὰ χρήματα, πολλάκις δὲ καὶ ἐχθροῖς; Ποίας ταῦτα ἐπιθυμίας ἄξια; ποίας δὲ οὐ φυγῆς καὶ δρόμων; Ποία ἐπιθυμία, θησαυρὸν ἀποτίθεσθαι μεταξὺ κλεπτῶν; Εἰ γὰρ ὅλως ἐπιθυμεῖς χρημάτων, μετάθες ἔνθα δύναται μένειν ἀσφαλῆ καὶ ἀνεπηρέαστα. Ὡς ἅ γε νῦν ποιεῖς, οὐ χρημάτων ἐπιθυμοῦντός ἐστιν, ἀλλὰ δουλείας, καὶ ἐπηρείας, καὶ ζημίας, καὶ ὀδύνης διηνεκοῦς. Σὺ δὲ, ἂν μέν τις ἀνθρώπων ἐπὶ τῆς γῆς τόπον ἀνεπηρέαστον δείξῃ, κἂν εἰς αὐτὴν ἐξαγάγῃ τὴν ἔρημον, ὑποσχόμενος ἀσφάλειαν τῇ φυλακῇ τῶν χρημάτων, οὐ κατοκνεῖς, οὐδὲ ἀναδύῃ, ἀλλὰ καὶ ἐμπιστεύεις, καὶ ἐκβάλλεις ἐκεῖ τὰ χρήματα· τοῦ Θεοῦ δὲ ἀντὶ ἀνθρώπων ὑπισχνουμένου σοι τοῦτο, καὶ οὐχὶ τὴν ἔρημον, ἀλλὰ τὸν οὐρανὸν προτιθέντος, τὰ ἐναντία καταδέχῃ. Καίτοιγε κἂν μυριάκις ἐν ἀσφαλείᾳ γένηται κάτω, τῆς φροντίδος οὐδέποτε ἐλεύθερος γενέσθαι δυνήσῃ. Κἂν γὰρ μὴ