148
χρήματα· τί δὲ ποθεινότερον, εἴγε μέλλοιμεν αὐτῶν ὑπεριδόντες ἀκριβῆ τὴν πρὸς αὐτὸν εὔνοιαν ἔχειν καὶ τὴν ἀγάπην; Ὅπερ γὰρ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι δι' ἑκατέρων ὠθεῖ τὸν ἀκροατὴν εἰς τὴν ὑπακοὴν τῶν λεγομένων, καὶ διὰ τῶν ὠφελίμων, καὶ διὰ τῶν βλαβερῶν· καθάπερ ἰατρὸς ἄριστος, καὶ τὴν ἐκ τῆς ἀπροσεξίας νόσον, καὶ τὴν ἀπὸ τῆς ὑπακοῆς ὑγείαν ἐνδεικνύμενος. Ὅρα γοῦν οἷον πάλιν δείκνυσι τὸ κέρδος τοῦτο, καὶ πῶς κατασκευάζει τὸ συμφέρον ἀπὸ τῆς τῶν ἐναντίων ἀπαλλαγῆς. Οὐ γὰρ τοῦτο μόνον ὑμᾶς βλάπτει, φησὶν, ὁ πλοῦτος, ὅτι λῃστὰς ὁπλίζει καθ' ὑμῶν, οὐδ' ὅτι τὸν νοῦν σκοτοῖ μετ' ἐπιτάσεως ἁπάσης· ἀλλ' ὅτι καὶ τῆς δουλείας ὑμᾶς ἐκβάλλει τοῦ Θεοῦ, αἰχμαλώτους τῶν ἀψύχων χρημάτων ποιῶν, καὶ ἑκατέρωθεν βλάπτων, καὶ τῷ δούλους ποιεῖν ὧν κρατεῖν ἔδει, καὶ τῷ τῆς δουλείας ἐκβάλλειν τοῦ Θεοῦ, ᾧ μάλιστα πάντων δουλεύειν ἀναγκαῖον ὑμῖν. Ὥσπερ γὰρ ἐκεῖ διπλῆν ἔδειξε τὴν βλάβην, τῷ καὶ ἐνταῦθα τιθέναι, ὅπου σὴς ἀφανίζει, καὶ ἐκεῖ μὴ τιθέναι, ἔνθα ἀνάλωτος ἡ φυλακή· οὕτω καὶ ἐνταῦθα διπλῆν δείκνυσι τὴν ζημίαν, καὶ δι' ὧν ἀφέλκει τοῦ Θεοῦ, καὶ δι' ὧν ὑποτάττει τῷ μαμωνᾷ. Ἀλλ' οὐκ εὐθέως αὐτὸ τίθησιν, ἀλλ' ἀπὸ κοινῶν αὐτὸ πρῶτον κατασκευάζει λογισμῶν, οὕτω λέγων· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· δύο τοὺς τὰ ἐναντία ἐπιτάττοντας λέγων ἐνταῦθα. Ἐπεὶ εἰ μὴ τοῦτο εἴη, οὐδὲ δύο ἂν εἶεν. Καὶ γὰρ Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καίτοι εἰς πολλὰ σώματα ἦσαν διῃρημένοι, ἀλλ' ὅμως ἡ ὁμόνοια τοὺς πολλοὺς ἓν ἐποίησεν. Εἶτα ἐπιτείνων αὐτὰ, φησίν· οὐ μόνον οὐ δουλεύσει, ἀλλὰ καὶ μισήσει καὶ ἀποστραφήσεται. Ἢ γὰρ τὸν ἔνα μισήσει, φησὶ, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Καὶ δοκεῖ μὲν δεύτερον εἰρῆσθαι τὸ αὐτό· οὐ μὴν ἁπλῶς οὕτως αὐτὸ συνέθηκεν, ἀλλ' ἵνα δείξῃ ῥᾳδίαν οὖσαν τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Ἵνα γὰρ μὴ λέγῃς· ἐδουλώθην ἅπαξ, ἐτυραννήθην ὑπὸ τῶν χρημάτων· δείκνυσιν ὅτι δυνατὸν μεταθέσθαι, καὶ ὥσπερ ἐκεῖθεν ἐπὶ τοῦτο, οὕτω καὶ ἐντεῦθεν ἐπ' ἐκεῖνο ἐλθεῖν. Εἰπὼν τοίνυν ἀορίστως, ἵνα πείσῃ τὸν ἀκροατὴν ἀδέκαστον κριτὴν γενέσθαι τῶν λεγομένων, καὶ ἀπ' αὐτῆς τῶν πραγμάτων τῆς φύσεως τὴν ψῆφον ἐξενεγκεῖν, ὅτε ἔλαβεν αὐτὸν συμφωνοῦντα, τότε καὶ ἑαυτὸν ἀποκαλύπτει. Ἐπήγαγε γοῦν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Φρίξωμεν ἐννοήσαντες τί παρεσκευάσαμεν τὸν Χριστὸν εἰπεῖν, καὶ μετὰ Θεοῦ θεῖναι τὸν χρυσόν. Εἰ δὲ τοῦτο φρικτὸν, τὸ διὰ τῶν ἔργων γίνεσθαι, καὶ προτιμᾶσθαι τοῦ φόβου τοῦ Θεοῦ τὴν τοῦ χρυσοῦ τυραννίδα, πολλῷ φρικωδέστερον. Τί οὖν; ἐπὶ τῶν παλαιῶν οὐκ ἦν τοῦτο δυνατόν; Οὐδαμῶς. Πῶς οὖν ὁ Ἀβραὰμ, φησὶ, πῶς ὁ Ἰὼβ εὐδοκίμησε; Μή μοι τοὺς πλουτοῦντας εἴπῃς, ἀλλὰ τοὺς δουλεύοντας. Ἐπεὶ καὶ ὁ Ἰὼβ πλούσιος ἦν· ἀλλ' οὐκ ἐδούλευε τῷ μαμωνᾷ, ἀλλ' εἶχεν αὐτὸν καὶ ἐκράτει, καὶ δεσπότης, οὐ δοῦλος ἦν. Ὥσπερ οὖν ἀλλοτρίων οἰκονόμος ὢν χρημάτων, οὕτω πάντα ἐκεῖνα ἐκέκτητο, οὐ μόνον τὰ ἑτέρων οὐχ ἁρπάζων, ἀλλὰ καὶ τὰ ἴδια προϊέμενος τοῖς δεομένοις. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ παροῦσιν ἔχαιρεν· ὃ καὶ ἐδήλου λέγων· Εἰ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου· διὰ τοῦτο οὐδὲ ἤλγησεν 57.296 ἀπελθόντος. Ἀλλ' οὐχὶ νῦν τοιοῦτοι οἱ πλουτοῦντές εἰσιν, ἀλλὰ καὶ παντὸς ἀνδραπόδου χεῖρον διακείμενοι, καθάπερ τυράννῳ τινὶ χαλεπῷ φόρους ἄγοντες. Ὥσπερ γὰρ ἀκρόπολίν τινα αὐτῶν καταλαβὼν τὴν διάνοιαν ὁ τῶν χρημάτων ἔρως, τὰ πάσης παρανομίας γέμοντα ἐπιτάγματα ἐκεῖθεν αὐτοῖς καθ' ἑκάστην πέμπει τὴν ἡμέραν, καὶ ὁ παρακούων οὐδείς. Μὴ τοίνυν περιττὰ φιλοσόφει. Καὶ γὰρ ἀπεφήνατο ἅπαξ ὁ Θεὸς, καὶ εἶπεν ἀδύνατον εἶναι ταύτην κἀκείνην συμβῆναι τὴν δουλείαν. Μὴ τοίνυν σὺ λέγε, ὅτι δυνατόν. Ὅταν γὰρ ὁ μὲν ἁρπάζειν κελεύῃ, ὁ δὲ τὰ ὄντα ἀποδύεσθαι· ὁ μὲν σωφρονεῖν, ὁ δὲ πορνεύειν· ὁ μὲν μεθύειν καὶ τρυφᾷν, ὁ δὲ γαστρὸς κατέχειν· καὶ ὁ μὲν ὑπερορᾷν τῶν ὄντων, ὁ δὲ προσηλῶσθαι τοῖς παροῦσιν· ὁ μὲν θαυμάζειν μάρμαρα καὶ τοίχους καὶ ὀρόφους, ὁ δὲ ταῦτα ἀτιμάζειν, τιμᾷν δὲ φιλοσοφίαν, πῶς