149
δυνατὸν ταῦτα συμβῆναι; βʹ. Κύριον δὲ ἐνταῦθα τὸν μαμωνᾶν ἐκάλεσεν, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν τῶν ὑποκλινομένων αὐτῷ ταλαιπωρίαν. Οὕτω καὶ τὴν κοιλίαν Θεὸν καλεῖ, οὐκ ἀπὸ τοῦ τῆς δεσποίνης ἀξιώματος, ἀλλ' ἀπὸ τῆς τῶν δουλευόντων ἀθλιότητος· ὃ πάσης κολάσεως χεῖρόν ἐστι, καὶ πρὸ τῆς κολάσεως ἱκανὸν τιμωρήσασθαι τὸν ἁλόντα. Ποίων γὰρ καταδίκων οὐκ ἂν εἶεν ἀθλιώτεροι οἱ τὸν Θεὸν δεσπότην ἔχοντες, καὶ ἀπὸ τῆς ἡμέρου βασιλείας ἐκείνης ἐπὶ τὴν χαλεπὴν αὐτομολοῦντες τυραννίδα, καὶ ταῦτα τοσαύτης ἀπὸ τοῦ πράγματος βλάβης καὶ ἐνταῦθα γινομένης; Καὶ γὰρ ζημία ἄφατος ἀπὸ τοῦ πράγματος, καὶ δίκαι, καὶ ἐπήρειαι, καὶ ἀγῶνες, καὶ πόνοι, καὶ ψυχῆς πήρωσις· καὶ τὸ πάντων χαλεπώτερον, ὅτι τῶν ἀγαθῶν ἐκπίπτει τῶν ἀνωτάτω, ὅπερ ἐστὶν ἡ τοῦ Θεοῦ δουλεία. ∆ιδάξας τοίνυν διὰ πάντων τὸ συμφέρον τῆς τῶν χρημάτων ὑπεροψίας, καὶ πρὸς αὐτὴν τῶν χρημάτων τὴν φυλακὴν, καὶ πρὸς τὴν τῆς ψυχῆς ἡδονὴν, καὶ πρὸς τὴν τῆς φιλοσοφίας κτῆσιν, καὶ πρὸς τὴν τῆς εὐσεβείας ἀσφάλειαν, κατασκευάζει λοιπὸν ὅτι καὶ δυνατὴ αὕτη ἡ παραίνεσις. Τοῦτο γὰρ μάλιστα νομοθεσίας ἀρίστης, τὸ μὴ τὰ συμφέροντα μόνον ἐπιτάττειν, ἀλλὰ καὶ δυνατὰ αὐτὰ ποιεῖν. ∆ιὰ τοῦτο καὶ ἐπάγει, λέγων· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε. Ἵνα γὰρ μὴ λέγωσι· Τί οὖν; ἂν πάντα ῥίψωμεν, πῶς δυνησόμεθα ζῆσαι; πρὸς ταύτην λοιπὸν ἵσταται τὴν ἀντίθεσιν σφόδρα εὐκαίρως. Ὥσπερ γὰρ εἰ παρὰ τὴν ἀρχὴν εἶπε, Μὴ μεριμνήσητε, ἐδόκει βαρὺς εἶναι ὁ λόγος· οὕτως ἐπειδὴ ἔδειξε τὴν λύμην τὴν ἐγγινομένην ἀπὸ τῆς φιλαργυρίας, εὐπαράδεκτον λοιπὸν ποιεῖ τὴν παραίνεσιν. ∆ιόπερ οὐδὲ νῦν ἁπλῶς εἶπε, Μὴ μεριμνήσητε, ἀλλὰ τὴν αἰτίαν προσθεὶς, οὕτω τοῦτο ἐπέταξε. Μετὰ γὰρ τὸ εἰπεῖν, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ, ἐπήγαγε· ∆ιὰ τοῦτο λέγω ὑμῖν, Μὴ μεριμνήσητε. Τοῦτο, ποῖον; Τὸ τῆς ζημίας ἄφατον. Οὐδὲ γὰρ ἐν χρήμασι μόνον ὑμῖν ἡ βλάβη, ἀλλὰ καὶ ἐν τοῖς καιριωτάτοις ἡ πληγὴ, καὶ τῇ τῆς σωτηρίας ὑμῶν ἀνατροπῇ. Τοῦ γὰρ ποιήσαντος ὑμᾶς καὶ κηδομένου καὶ φιλοῦντος ἐκβάλλει Θεοῦ. ∆ιὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνήσητε. Ἐπειδὴ γὰρ τὴν βλάβην ἔδειξεν ἄφατον, καὶ ἐπιτείνει λοιπὸν τὸ ἐπίταγμα. Οὐδὲ γὰρ τὰ ὄντα κελεύει ῥίπτειν μόνον, ἀλλὰ μηδὲ ὑπὲρ τῆς ἀναγκαίας μεριμνᾶν τροφῆς, λέγων· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε. Οὐκ ἐπειδὴ ἡ ψυχὴ τροφῆς δεῖται· ἀσώματος γάρ· ἀλλὰ κατὰ τὴν κοινὴν ἐφθέγξατο συνήθειαν. Εἰ 57.297 γὰρ καὶ μὴ δεῖται τροφῆς, ἀλλὰ ἄλλως οὐκ ἂν ἀνάσχοιτο μένειν ἐν τῷ σώματι, ἀλλ' ἢ τρεφομένου αὐτοῦ. Καὶ τοῦτο εἰπὼν, οὐχ ἁπλῶς αὐτὸ τίθησιν, ἀλλὰ καὶ ἐνταῦθα λογισμοὺς ἀνακινεῖ· τοὺς μὲν ἐκ τῶν ὑπηργμένων ἡμῖν ἤδη, τοὺς δὲ ἐξ ἑτέρων παραδειγμάτων. Ἀπὸ μὲν τῶν ὑπηργμένων, οὕτω λέγων· Οὐχὶ πλέον ἐστὶν ἡ ψυχὴ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ὁ τοίνυν τὸ μεῖζον δοὺς, πῶς τὸ ἔλαττον οὐ δώσει; ὁ τὴν τρεφομένην σάρκα διαπλάσας, πῶς τὴν τροφὴν οὐ παρέξει; ∆ιόπερ οὐδὲ ἁπλῶς εἶπε, Μὴ μεριμνήσητε τί φάγητε καὶ τί ἐνδύσησθε, ἀλλὰ, Τῷ σώματι, καὶ, Τῇ ψυχῇ· ἐπειδὴ ἀπ' αὐτῶν ἔμελλε τὰς ἀποδείξεις ποιεῖσθαι, κατὰ σύγκρισιν τὸν λόγον προάγων. Ἀλλὰ τὴν μὲν ψυχὴν ἅπαξ ἔδωκε, καὶ μένει τοιαύτη· τὸ δὲ σῶμα καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν. Ἅπερ οὖν ἀμφότερα ἐνδεικνύμενος, καὶ τῆς μὲν τὸ ἀθάνατον, τούτου δὲ τὸ ἐπίκηρον, ἐπήγαγε λέγων· Τίς δύναται ἐξ ὑμῶν προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Καὶ τὴν ψυχὴν σιγήσας, ἅτε οὐ λαμβάνουσιν ἐπίδοσιν, περὶ τοῦ σώματος διελέχθη μόνον· ἀπὸ τούτου κἀκεῖνο δηλῶν, ὅτι οὐχ ἡ τροφὴ αὐτὸ αὔξει, ἀλλ' ἡ τοῦ Θεοῦ πρόνοια. Ὃ καὶ δι' ἄλλων δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὥστε οὔτε ὁ φυτεύων, οὔτε ὁ ποτίζων ἐστί τι, ἀλλ' ὁ αὐξάνων Θεός. Ἀπὸ μὲν οὖν τῶν ὑπηργμένων οὕτω προέτρεψεν· ἀπὸ δὲ ἑτέρων παραδειγμάτων, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, λέγων. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι ὠφελοῦμεν μεριμνῶντες, καὶ ἀπὸ τοῦ μείζονος καὶ ἀπὸ τοῦ ἐλάττονος αὐτοὺς ἀποτρέπει τοῦ μείζονος μὲν, τῆς ψυχῆς, καὶ τοῦ σώματος· τοῦ ἐλάττονος δὲ, τῶν πετεινῶν. Εἰ γὰρ τῶν σφόδρα καταδεεστέρων τοσοῦτος λόγος