150
αὐτῷ, πῶς ὑμῖν οὐ δώσει; φησίν. Καὶ πρὸς μὲν τούτους οὕτως· ὄχλος γὰρ ἦν τέως δημώδης· τῷ διαβόλῳ δὲ οὐχ οὕτως, ἀλλὰ πῶς; Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἐνταῦθα δὲ τῶν ὀρνίθων μέμνηται, καὶ σφόδρα ἐντρεπτικῶς· ὅπερ μεγίστην εἰς παραινέσεως λόγον ἔχει τὴν ἰσχύν. Ἀλλὰ γὰρ εἰς τοσοῦτον ἀνοίας ἦλθόν τινες τῶν ἀσεβῶν, ὡς καὶ ἐπιλαβέσθαι τοῦ παραδείγματος. Οὐ γὰρ ἔδει, φησὶ, προαίρεσιν ἀλείφοντα, ἀπὸ φυσικῶν πλεονεκτημάτων εἰς τοῦτο ἐνάγειν· ἐκείνοις γὰρ τοῦτο κατὰ φύσιν πρόσεστι, φησί. γʹ. Τί οὖν πρὸς τοῦτο ἂν εἴποιμεν; Ὅτι εἰ καὶ κατὰ φύσιν ἐκείνοις πρόσεστιν, ἀλλὰ δυνατὸν καὶ ἡμῖν ἐκ προαιρέσεως γενέσθαι τοῦτο. Οὐδὲ γὰρ εἶπεν, ἐμβλέψατε ὅτι πέταται τὰ πετεινὰ, ὅπερ ἀδύνατον ἦν ἀνθρώπῳ· ἀλλ' ὅτι τρέφεται χωρὶς μερίμνης, ὅπερ καὶ ἡμῖν, ἐὰν ἐθέλωμεν, εὔκολον κατορθωθῆναι. Καὶ τοῦτο ἔδειξαν οἱ διὰ τῶν ἔργων αὐτὸ ἀνύσαντες. ∆ιὸ δὴ ἄξιον μάλιστα θαυμάσαι τὴν τοῦ νομοθέτου σύνεσιν, ὅτι ἐξ ἀνθρώπων ἔχων τὸ ὑπόδειγμα παρασχεῖν, καὶ δυνάμενος εἰπεῖν τὸν Ἠλίαν, καὶ τὸν Μωϋσέα, καὶ τὸν Ἰωάννην, καὶ ἑτέρους τοιούτους μὴ μεριμνήσαντας, ἵνα αὐτῶν καθάψηται, τῶν ἀλόγων ἐμνημόνευσεν. Εἰ μὲν γὰρ εἶπε τοὺς δικαίους ἐκείνους, εἶχον οὗτοι λέγειν, ὅτι οὐδέπω κατ' ἐκείνους γεγόναμεν. Νυνὶ δὲ σιγήσας αὐτοὺς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ παραγαγὼν, πᾶσαν αὐτῶν ἐξέκοψε πρόφασιν, καὶ ἐνταῦθα παλαιὸν μιμού 57.298 μενος νόμον. Καὶ γὰρ καὶ ἡ Παλαιὰ ∆ιαθήκη καὶ πρὸς τὴν μέλισσαν πέμπει, καὶ πρὸς τὸν μύρμηκα, καὶ πρὸς τὴν τρυγόνα, καὶ πρὸς τὴν χελιδόνα. Οὐ μικρὸν δὲ καὶ τοῦτο τιμῆς δεῖγμα, ὅταν ἅπερ ἐκεῖνα ἀπὸ φύσεως ἔχει, ταῦτα δυνώμεθα ἡμεῖς κατορθοῦν τῇ προαιρέσει. Εἰ τοίνυν τῶν δι' ἡμᾶς τοσαύτην ποιεῖται πρόνοιαν, πολλῷ μᾶλλον ἡμῶν· εἰ τῶν δούλων, πολλῷ μᾶλλον τοῦ δεσπότου. ∆ιὰ τοῦτο ἔλεγεν. Ἐμβλέψατε εἰς τὰ πετεινά· καὶ οὐκ εἶπεν, ὅτι οὐ καπηλεύουσιν, οὐδὲ ἐμπορεύονται· ταῦτα γὰρ τῶν σφόδρα ἀπειρημένων ἦν· ἀλλὰ τί; Οὐ σπείρουσιν, οὐδὲ θερίζουσι. Τί οὖν; οὐ δεῖ σπείρειν; φησίν. Οὐκ εἶπεν, ὅτι σπείρειν οὐ δεῖ, ἀλλ' ὅτι μεριμνᾷν οὐ δεῖ· οὐδ' ὅτι ἐργάζεσθαι οὐ χρὴ, ἀλλ' ὅτι μικρόψυχον εἶναι καὶ κατατείνειν ἑαυτὸν ταῖς φροντίσιν οὐ χρή. Ἐπεὶ καὶ τρέφεσθαι ἐκέλευσεν, ἀλλὰ μὴ μεριμνῶντας. Τοῦτον καὶ ὁ ∆αυῒδ ἄνωθεν προκαταβάλλεται τὸν λόγον, αἰνιγματωδῶς οὕτω λέγων· Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας· καὶ πάλιν, Τῷ διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Τίνες οὖν οὐκ ἐμερίμνησαν; φησίν. Οὐκ ἤκουσας ὅσους παρήγαγον τῶν δικαίων; Οὐχ ὁρᾷς μετ' ἐκείνων τὸν Ἰακὼβ ἀπὸ τῆς πατρῴας οἰκίας γυμνὸν ἁπάντων ἀναχωροῦντα; οὐκ ἀκούεις αὐτοῦ εὐχομένου καὶ λέγοντος· Ἐὰν δῴη μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι; ὅπερ οὐχὶ μεριμνῶντος, ἀλλὰ παρὰ τοῦ Θεοῦ τὸ πᾶν ζητοῦντος ἦν. Τοῦτο καὶ οἱ ἀπόστολοι κατώρθωσαν, ἅπαντα ῥίψαντες, καὶ μὴ μεριμνήσαντες· καὶ οἱ πεντακισχίλιοι, καὶ οἱ τρισχίλιοι. Εἰ δὲ οὐκ ἀνέχῃ, τοσούτων ἀκούων ῥημάτων, ἀπολῦσαι σαυτὸν τῶν χαλεπῶν τούτων δεσμῶν, τὸ ἀνόνητον τοῦ πράγματος ἐννοήσας, κατάλυσον τὴν φροντίδα. Τίς γὰρ ἐξ ὑμῶν, φησὶ, μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Εἶδες πῶς ἀπὸ τοῦ φανεροῦ καὶ τὸ ἀφανὲς κατάδηλον ἐποίησεν; Ὥσπερ γὰρ τῷ σώματι, φησὶν, οὐδὲ μικρὸν προυθεῖναι δυνήσῃ μεριμνῶν· οὕτως οὐδὲ τροφὴν συναγαγεῖν, εἰ καὶ οὕτω νομίζεις. Ἀπὸ τούτου δῆλον, ὅτι οὐχὶ ἡ ἡμετέρα σπουδὴ, ἀλλ' ἡ τοῦ Θεοῦ πρόνοια, καὶ ἐν οἷς δοκοῦμεν ἐνεργεῖν, τὸ πᾶν ἀνύει· ὡς ἂν ἐκεῖνος ἡμᾶς ἐγκαταλίπῃ, οὐ φροντὶς, οὐ μέριμνα, οὐ πόνος, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν φανεῖταί ποτε, ἀλλὰ πάντα οἰχήσεται. δʹ. Μὴ τοίνυν νομίζωμεν ἀδύνατα εἶναι τὰ ἐπιτάγματα· πολλοὶ γάρ εἰσιν οἱ κατορθοῦντες αὐτὰ καὶ νῦν. Εἰ δὲ ἀγνοεῖς, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ Ἠλίας ἐνόμιζεν εἶναι μόνος, ἀλλ' ἤκουσεν, ὅτι Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας. Ὅθεν δῆλον ὅτι καὶ νῦν πολλοὶ τὸν ἀποστολικόν εἰσιν ἐπιδεικνύμενοι βίον,