152
αὐτὰ κατεσκεύασεν, οὐδὲ κρίνα αὐτὰ καλεῖ λοιπὸν, ἀλλὰ χόρτον ἀγροῦ. Καὶ οὐδὲ τῷ ὀνόματι ἀρκεῖται τούτῳ, ἀλλὰ πάλιν ἑτέραν εὐτέλειαν προστίθησιν, εἰπὼν, σήμερον ὄντα. Καὶ οὐκ εἶπεν, αὔριον οὐκ ὄντα, ἀλλὰ τὸ πολλῷ πάλιν καταδεέστερον. εἰς κλίβανον βαλλόμενον. Καὶ οὐκ εἶπεν, ἀμφιέννυσιν, ἀλλ', οὕτως ἀμφιέννυσιν. Ὁρᾷς πανταχοῦ πολλὰς τὰς ὑπερβολὰς καὶ τὰς ἐπιτάσεις; Ποιεῖ δὲ τοῦτο, ἵνα αὐτῶν καθάψηται· διὰ δὴ τοῦτο καὶ ἐπήγαγεν· Οὐ πολλῷ μᾶλλον ὑμᾶς; Καὶ γὰρ πολλὴν ἔχει καὶ τοῦτο τὴν ἔμφασιν. Τὸ γὰρ, ὑμᾶς, οὐδὲν ἕτερον ἐστὶν αἰνιττομένου, ἢ τὸ πολυτίμητον καὶ περισπούδαστον τοῦ γένους· ὡσανεὶ ἔλεγεν, Ὑμᾶς, οἷς ψυχὴν ἔδωκεν, οἷς σῶμα διέπλασε, δι' οὓς τὰ ὁρώμενα πάντα ἐποίησε, δι' οὓς προφήτας ἔπεμψε, καὶ νόμον ἔδωκε, καὶ τὰ μυρία εἰργάσατο ἀγαθά· δι' οὓς τὸν μονογενῆ παῖδα ἐξέδωκεν. Ἐπειδὴ δὲ ἀπέδειξε σαφῶς, τότε καὶ ἐπιπλήττει λέγων· Ὀλιγόπιστοι. Τοιοῦτον γὰρ ὁ συμβουλεύων· οὐ παραινεῖ μόνον, ἀλλὰ καὶ καθάπτεται, ἵνα διεγείρῃ πλέον πρὸς τὴν πειθὼ τῶν λεγομένων. Ἀπὸ τούτων ἡμᾶς οὐχὶ μὴ μεριμνᾷν διδάσκει μόνον, ἀλλὰ μηδὲ ἐπτοῆσθαι 57.300 πρὸς τὴν πολυτέλειαν τῶν ἱματίων. Χλόης γὰρ ἡ εὐπρέπεια, καὶ πόας τὸ κάλλος· μᾶλλον δὲ καὶ τιμιώτερος ὁ χόρτος τῆς τοιαύτης στολῆς. Τί τοίνυν μέγα φρονεῖς, ἐν οἷς τὰ νικητήρια παρὰ τῇ βοτάνῃ μετὰ πολλῆς τῆς περιουσίας; Καὶ ὅρα πῶς ἀπὸ τῶν προοιμίων κοῦφον δείκνυσι τὸ ἐπίταγμα, πάλιν ἀπὸ τῶν ἐναντίων αὐτοὺς καὶ ἀφ' ὧν δεδοίκασιν, ἀπὸ τούτων ἀπάγων. Εἰπὼν γὰρ Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, ἐπήγαγεν, Οὐ κοπιῶσιν. Ὥστε κόπων ἡμᾶς ἀπαλλάξαι βουλόμενος, ταῦτα ἐκέλευσεν. Οὐ τοίνυν τὸ μὴ μεριμνᾷν ταῦτα πόνος ἀλλὰ τὸ μεριμνᾷν. Καὶ καθάπερ εἰπὼν, Οὐ σπείρουσιν, οὐ τὸν σπόρον ἀνέτρεψεν, ἀλλὰ τὴν φροντίδα· οὕτως εἰπὼν, Οὐ κοπιῶσιν, οὐδὲ νήθουσιν, οὐ τὸ ἔργον ἀνεῖλεν, ἀλλὰ τὴν μέριμναν. Εἰ δὲ Σολομῶν ἡττήθη τοῦ κάλλους αὐτῶν, καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ δι' ὅλης τῆς βασιλείας αὐτοῦ· (οὐδὲ γὰρ ἔχοι τις εἰπεῖν ὅτι νῦν μὲν τοιαῦτα περιεβάλετο, μετὰ δὲ ταῦτα οὐκέτι ἀλλὰ οὐδὲ ἐν μιᾷ ἡμέρᾳ οὕτως ἐκαλλωπίσατο· τοῦτο γὰ ἐδήλωσεν εἰπὼν, Ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ)· καὶ οὐχ ὑπὸ τούτου μὲν ἡττήθη τοῦ ἄνθους, τὸ δὲ ἕτερον ἐμιμήσατο, ἀλλὰ πᾶσιν ὁμοῦ παρεχώρησε· (διὸ καὶ ἔλεγεν Ὡς ἓν τούτων· ὅσον γὰρ τῆς ἀληθείας πρὸς τὸ ψεῦδος τοσοῦτον τῶν ἱματίων ἐκείνων καὶ τῶν ἀνθῶν τούτων τὸ μέσον·) εἰ τοίνυν ἐκεῖνος ὡμολόγησε τὴν ἧτταν, ἁπάντων βασιλέων τῶν πώποτε γενομένων λαμπρότερος πότε σὺ περιγενέσθαι δυνήσῃ, μᾶλλον δὲ ἐγγὺς γενέσθαι κἂν μικρὸν τῆς τοιαύτης εὐμορφίας; Ἐντεῦθεν ἡμᾶς παιδεύει μηδ' ὅλως ἐφίεσθαι τοῦ τοιούτου καλλωπισμοῦ. Ὅρα γοῦν αὐτοῦ τὸ τέλος· μετὰ τὴν νίκην εἰς κλίβανον βάλλεται. Εἰ δὲ περὶ τὰ εὐτελῆ καὶ οὐδενὸς ἄξια λόγοι καὶ τὴν τυχοῦσαν παρεχόμενα χρείαν, τοσαύτην προνοιαν ὁ Θεὸς ἐπεδείξατο, πῶς σὲ προήσεται τὸ πάντων ἀναγκαιότατον ζῶον; Τίνος οὖν ἕνεκεν οὕτω καλὰ αὐτὰ ἐποίησεν; Ἵνα τὴν αὐτοῦ σοφίαν ἐπιδείξηται καὶ τὴν περιουσίαν τῆς δυνάμεως, ἵνα πανταχόθεν αὐτοῦ τὴν δόξαν μάθωμεν. Οὐ γὰρ οἱ οὐρανοὶ μόνοι διηγοῦνται τὴν 57.301 δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἡ γῆ· καὶ τοῦτο ὁ ∆αυῒδ δηλῶν ἔλεγεν· Αἰνεῖτε τὸν Κύριον, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Τὰ μὲν γὰρ διὰ τοῦ καρποῦ, τὰ δὲ διὰ τοῦ μεγέθους, τὰ δὲ διὰ τοῦ κάλλους ἀναπέμπει τῳ ποιήσαντι τὴν εὐφημίαν. Πολλῆς γὰρ καὶ τοῦτο περιουσίας σοφίας σημεῖον, ὅταν καὶ εἰς τὰ σφόδρα εὐτελῆ, (τί γὰρ εὐτελέστερον τοῦ σήμερον ὄντος, καὶ αὔριον οὐκ ὄντος;) τοσοῦτον ἐκχέῃ τὸ κάλλος. Εἰ τοίνυν τῷ χόρτῳ τὸ μὴ ἐν χρεία δέδωκε, (τί γὰρ αὐτοῦ τὸ κάλλος πρὸς τὴν τοῦ πυρὸς τροφὴν συντελεῖ;) πῶς σοὶ τὸ ἐν χρείᾳ οὐ δώσει; Εἰ τὸ πάντων εὐτελέστερον ἐκαλλώπισεν ἐκ περιουσίας, καὶ ταῦτα οὐ πρὸς χρείαν, ἀλλὰ πρὸς φιλοτιμίαν τοῦτο ποιῶν· πολλῷ μᾶλλον σὲ τὸν ἁπάντων τιμιώτερον ἐν τοῖς κατὰ τὴν χρείαν τιμήσει, βʹ. Ἐπειδὴ τοίνυν ἀπέδειξε πολλὴν τοῦ Θεοῦ τὴν πρόνοιαν οὖσαν, καὶ ἔδει καὶ ἐπιπλῆξαι λοιπὸν, καὶ ἐνταῦθα κέχρηται τῇ φειδοῖ, οὐκ ἀπιστίαν, ἀλλ' ὀλιγοπιστίαν αὐτοῖς ἐγκαλῶν. Εἰ γὰρ τὸν χόρτον τοῦ ἀγροῦ. φησὶν, ὁ Θεὸς οὕτως ἀμφιέννυσι,