153
πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. Καίτοιγε ταῦτα πάντα αὐτὸς ἐργάζεται· Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἀλλ' ὅμως οὐδαμοῦ ἑαυτοῦ μέμνηται τέως. Ἤρκει γὰρ εἰς τὸ δεῖξαι τὴν αὐθεντίαν τέως, τὸ λέγειν καθ' ἑκάστην τῶν ἐντολῶν· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· ἐγὼ δὲ λέγω ὑμῖν. Μὴ τοίνυν θαυμάσῃς, ὅταν καὶ ἐν τοῖς μετὰ ταῦτα κρύπτῃ ἑαυτὸν, ἢ ταπεινόν τι περὶ ἑαυτοῦ φθέγγηται. Ἓν γὰρ ἐσπούδαζε τέως, εὐπαράδεκτον αὐτοῖς γενέσθαι τὸν λόγον, καὶ διὰ πάντων ἀποδεῖξαι οὐκ ἀντίθεόν τινα ὄντα, ἀλλ' ὁμονοοῦντα καὶ συμβαίνοντα τῷ Πατρί. Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Τοσούτους γὰρ ἀναλώσας λόγους συνεχῶς αὐτὸν ἐν τῷ μέσῳ τίθησι, τὴν σοφίαν αὐτοῦ θαυμάζων, τὴν πρόνοιαν, τὴν κηδεμονίαν τὴν διὰ πάντων, καὶ τῶν μεγάλων καὶ τῶν μικρῶν. Καὶ γὰρ ὅτε περὶ τῆς Ἰερουσαλὴμ ἔλεγε, τὴν πόλιν τοῦ μεγάλου βασιλέως αὐτὴν ἐκάλεσε· καὶ ὅτε τοῦ οὐρανοῦ ἐμνημόνευσε, θρόνον πάλιν ὠνόμασε τοῦ Θεοῦ· καὶ ὅτε περὶ τῆς κατὰ τὸν κόσμον οἰκονομίας διελέγετο, αὐτῷ πάλιν τὸ πᾶν ἀνατίθησι λέγων ὅτι· Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ ἐν τῇ εὐχῇ δὲ ἐδίδασκε λέγειν ὅτι, Αὐτοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα. Καὶ ἐνταῦθα περὶ τῆς προνοίας αὐτοῦ διαλεγόμενος, καὶ δεικνὺς πῶς καὶ ἐν τοῖς μικροῖς ἀριστοτέχνης ἐστὶ, φησὶν ὅτι Τὸν χόρτον τοῦ ἀγροῦ ἀμφιέννυσι. Καὶ οὐδαμοῦ ἑαυτοῦ Πατέρα καλεῖ, ἀλλ' ἐκείνων, ἵνα καὶ τῇ τιμῇ καθάψηται, καὶ ὅταν αὐτοῦ λέγῃ Πατέρα, μηκέτι ἀγανακτῶσιν. Εἰ δὲ ὑπὲρ ψιλῶν καὶ ἀναγκαίων οὐ δεῖ μεριμνᾷν, τίνος ἂν εἶεν ἄξιοι συγγνώμης οἱ ὑπὲρ τῶν πολυτελῶν μεριμνῶντες; μᾶλλον δὲ τίνος ἂν εἶεν συγγνώμης ἄξιοι οἱ μηδὲ καθεύδοντες, ἵνα τὰ τῶν ἄλλων λάβωσι; Μὴ οὖν μεριμνήσητε λέγοντες· Τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα; Πάντα γὰρ ταῦτα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ. Εἶδες πῶς πάλιν αὐτοὺς καὶ ἐνέτρεψε μειζόνως, καὶ παρεδήλωσεν ὅτι οὐδὲν φορτικὸν, οὐδὲ ἐπαχθὲς ἐπέταξεν; Ὥσπερ οὖν ὅτε ἔλεγεν· Ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, οὐδὲν μέγα ποιεῖτε· καὶ γὰρ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν· ἀπὸ τῆς μνήμης τῶν ἐθνικῶν αὐτοὺς διήγειρε πρὸς τὸ 57.302 μεῖζον· οὕτω καὶ νῦν ἐκείνους εἰς μέσον ἄγει, καθαπτόμενος καὶ δεικνὺς ὅτι ἀναγκαῖον ἀπαιτεῖ παρ' ἡμῶν ὀφείλημα. Εἰ γὰρ τῶν γραμματέων καὶ Φαρισαίων πλέον ἐπιδείξασθαι χρὴ, τίνος ἂν εἴημεν ἄξιοι οἱ μὴ μόνον ἐκείνους μὴ ὑπερβαίνοντες, ἀλλὰ καὶ ἐν τῇ τῶν ἐθνικῶν εὐτελείᾳ μένοντες, καὶ τὴν αὐτῶν μικροψυχίαν ζηλοῦντες; Οὐ μὴν μέχρι τῆς ἐπιπλήξεως ἔστη, ἀλλὰ καθαψάμενος ἐντεῦθεν καὶ διεγείρας αὐτοὺς, καὶ ἐντρέψας μεθ' ὑπερβολῆς ἁπάσης, καὶ ἑτέρωθεν παρακαλεῖ λέγων· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρῄζετε τούτων ἁπάντων. Οὐκ εἶπεν, Οἶδεν ὁ Θεὸς, ἀλλ', Οἶδεν ὁ Πατὴρ, ὥστε αὐτοὺς εἰς μείζονα ἐλπίδα ἀγαγεῖν. Εἰ γὰρ πατήρ ἐστι, καὶ πατὴρ τοιοῦτος, οὐ δυνήσεται περιϊδεῖν τοὺς υἱοὺς ἐν ἐσχάτοις ὄντας κακοῖς· ὅπου γε οὐδὲ ἄνθρωποι πατέρες ὄντες τοῦτο ὑπομένουσι. Καὶ ἕτερον δὲ μετὰ τούτου πάλιν ἐπάγει λογισμόν. Ποῖον δὴ τοῦτον; Ὅτι χρῄζετε αὐτῶν. Ὃ δὲ λέγει,τοιοῦτόν ἐστι. Μὴ γὰρ περιττά ἐστι ταῦτα, ἵνα καταφρονήσῃ; Καίτοιγε οὐδὲ ἐν τοῖς περισσοῖς κατεφρόνησεν, ἐπὶ τοῦ χόρτου· νυνὶ δὲ καὶ ἀναγκαῖά ἐστιν. Ὥστε ὃ νομίζεις αἴτιον εἶναί σοι τῆς φροντίδος, τοῦτο ἱκανὸν εἶναί φημι τῆς φροντίδος σε ταύτης ἀπαγαγεῖν. Εἰ γὰρ λέγοις, ὅτι διὰ τοῦτό με χρὴ μεριμνᾷν, ἐπειδὴ ἀναγκαῖά ἐστι, τοὐναντίον ἐγώ φημι, ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο μὴ μεριμνήσῃς, ἐπειδὴ ἀναγκαῖά ἐστιν. Εἰ γὰρ περιττὰ ἦν, οὐδ' οὕτως ἀπογινώσκειν, ἀλλὰ θαῤῥεῖν ὑπὲρ τῆς αὐτῶν χορηγίας ἐχρῆν· ἐπειδὴ δὲ ἀναγκαῖά ἐστιν, οὐκέτι ἀμφιβάλλειν δεῖ. Ποῖος γάρ ἐστι πατὴρ, ὃς ὑπομένει μηδὲ τὰ ἀναγκαῖα παρασχεῖν τοῖς παισίν; Ὥστε καὶ διὰ τοῦτο πάντως παρέξει ὁ Θεός. Καὶ γὰρ δημιουργὸς τῆς φύσεως αὐτός ἐστι, καὶ τὴν χρείαν αὐτῆς μετὰ ἀκριβείας αὐτὸς ἐπίσταται. Οὐδὲ γὰρ τοῦτο ἂν ἔχοις εἰπεῖν, ὅτι Πατὴρ μέν ἐστι, καὶ ἀναγκαῖά ἐστι τὰ ζητούμενα, ἀγνοεῖ δὲ ὅτι ἐν χρείᾳ αὐτῶν καθεστήκαμεν. Ὁ γὰρ τὴν φύσιν αὐτὴν εἰδὼς, καὶ δημιουργὸς αὐτῆς