156
τῶν βιωτικῶν ἐπιδεικνύμεθα τὴν μέριμναν, τοσαύτην ἐν τοῖς πνευματικοῖς ἔχομεν τὴν ὀλιγωρίαν, μᾶλλον δὲ καὶ πολλῷ πλείονα. Ἀλλ' οὐκ ἀεὶ ταῦτα προχωρεῖ, οὐδὲ ἀεὶ ταῦτα ἐνδέχεται. Ἰδοὺ δέκα ἡμέρας καταφρονοῦμεν, ἰδοὺ εἴκοσιν, ἰδοὺ ἑκατόν· οὐκ ἀνάγκη πάντως ἀπελθεῖν, καὶ ἐμπεσεῖν εἰς τὰς τοῦ δικάζοντος χεῖρας; Ἀλλ' ἔχει παραμυθίαν ἡ ἀναβολή. Καὶ ποία παραμυθία, τὸ καθ' ἑκάστην ἡμέραν προσδοκᾷν κόλασιν καὶ τιμωρίαν; Εἰ γὰρ βούλει παραμυθίαν τινὰ ἀπὸ τῆς ἀναβολῆς ταύτης λαβεῖν, λάβε τὴν ἀπὸ τῆς μετανοίας καρπούμενος διόρθωσιν. Καὶ γὰρ εἰ τὸ μέλλειν τὴν τιμωρίαν παραψυχήν τινα εἶναι νομίζεις, πολλῷ μᾶλλον κέρδος τὸ μὴ περιπεσεῖν τῇ τιμωρίᾳ. Καταχρησώμεθα τοίνυν τῇ μελλήσει ταύτῃ πρὸς τὸ παντελῶς ἀπαλλαγῆναι τῶν ἐπικειμένων δεινῶν. Οὐδὲ γὰρ φορτικὸν, οὐδὲ ἐπαχθές τι τῶν ἐπιταχθέντων ἐστίν· ἀλλ' οὕτως εὔκολα πάντα καὶ ῥᾴδια, ὡς προαίρεσιν μόνον εἰσενεγκόντας γνησίαν πάντα δυνηθῆναι ἀνύσαι, κἂν μυρίων ὦμεν ὑπεύθυνοι πλημμελημάτων. Καὶ γὰρ ὁ Μανασσῆς μιάσματα ἄπειρα ἦν τετολμηκώς· καὶ γὰρ κατὰ τῶν ἁγίων τὰς χεῖρας ἐξέτεινε, καὶ τὰ βδελύγματα εἰς τὸν ναὸν εἰσήγαγε, καὶ φόνων τὴν πόλιν ἐνέπλησε, καὶ πολλὰ ἕτερα εἰργάσατο συγγνώμης μείζονα· ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην καὶ τηλικαύτην παρανομίαν, ἅπαντα ἀπενίψατο ἐκεῖνα. Πῶς καὶ τίνι τρόπῳ; Μετανοίᾳ καὶ γνώμῃ. εʹ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἁμάρτημα, ὅπερ οὐκ εἴκει καὶ παραχωρεῖ τῇ τῆς μετανοίας δυνάμει, μᾶλλον δὲ τῇ τοῦ Χριστοῦ χάριτι. Καὶ γὰρ ἂν μεταβαλώμεθα μόνον, αὐτὸν ἔχομεν συνεφαπτόμενον ἡμῖν· κἂν θελήσῃς γενέσθαι καλὸς, οὐδεὶς ὁ κωλύων· μᾶλλον δέ ἐστι μὲν ὁ κωλύων, ὁ διάβολος, οὐ μὴν ἰσχύει; σοῦ τὰ ἄριστα προαιρουμένου, καὶ ταύτῃ τὸν Θεὸν ἐπισπωμένου πρὸς συμμαχίαν. Ἂν δὲ σὺ μὴ βουληθῇ, ἀλλ' ἀποπηδήσῃς, πῶς σου προστήσεται; Οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, ἀλλ' ἑκόντα βούλεται σώζεσθαι. Εἰ γὰρ αὐτὸς οἰκέτην ἔχων μισοῦντά σε καὶ ἀποστρεφόμενον, καὶ συνεχῶς ἀποπηδῶντα καὶ φεύγοντα, οὐκ ἂν ἕλοιο κατέχειν, καὶ ταῦτα δεόμενος αὐτοῦ τῆς διακονίας· πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ μὴ διὰ τὴν οἰκείαν χρείαν, ἀλλὰ διὰ τὴν σὴν σωτηρίαν πάντα ποιῶν, οὐκ ἂν ἕλοιτό σε πρὸς βίαν κατέχειν· ὥσπερ οὖν ἐὰν προαίρεσιν ἐπιδείξῃ μόνον, οὐκ ἂν ἕλοιτό σέ ποτε προέσθαι, οὐδ' ἂν ὁτιοῦν ὁ διάβολος ποιῇ. Ὥστε ἡμεῖς αἴτιοι τῆς ἀπωλείας τῆς ἡμετέρας ἐσμέν. Οὐδὲ γὰρ προσερχόμεθα αὐτῷ, οὐδὲ ἐντυγχάνομεν, οὐδὲ παρακαλοῦμεν, ὡς χρή· ἀλλὰ κἂν προσέλθωμεν, τοῦτο ποιοῦμεν οὐχ ὡς ὀφείλοντες λαβεῖν, οὐδὲ μετὰ τῆς προσηκούσης πίστεως, οὐδὲ ὡς ἀπαιτοῦντες, ἀλλὰ χασμώμενοι καὶ ἀναπεπτωκότες πάντα ποιοῦμεν. Καίτοιγε βούλεται ἀπαιτεῖσθαι παρ' ἡμῶν ὁ Θεὸς, καὶ χάριν ἔχει σοι τούτου πολλήν. Μόνος γὰρ οὗτος ὁ χρεώστης, ὅταν ἀπαιτῆται, χάριν ἔχει, καὶ ἃ μὴ ἐδανείσαμεν δίδωσι. Κἂν μὲν σφοδρῶς ἴδῃ ἐπικείμενον τὸν ἀπαιτοῦντα, καὶ ἃ μὴ ἔλαβε παρ' ἡμῶν καταβάλλει· ἂν δὲ νωθρῶς, καὶ αὐτὸς διαναβάλλεται, οὐ διὰ τὸ μὴ βού57.306 λεσθαι δοῦναι, ἀλλ' ἐπειδὴ παρ' ἡμῶν ἡδέως ἔχει ἀπαιτεῖσθαι. ∆ιὰ τοῦτό σοι καὶ ὑπόδειγμα εἶπεν ἐκείνου τοῦ φίλου τοῦ νύκτωρ παραγενομένου καὶ ἄρτον αἰτοῦντος, καὶ τοῦ δικαστοῦ τοῦ τὸν Θεὸν μὴ φοβουμένου, μηδὲ ἀνθρώπους ἐντρεπομένου. Καὶ οὐκ ἔστη μέχρι τῶν παραδειγμάτων, ἀλλὰ καὶ ἐπ' αὐτῶν αὐτὸ τῶν ἔργων ἔδειξεν, ἡνίκα τὴν Φοινίκισσαν ἐκείνην γυναῖκα τῆς μεγάλης δωρεᾶς ἐμπλήσας ἐξέπεμψε. ∆ιὰ μὲν γὰρ ταύτης, ὅτι καὶ τὰ μὴ προσήκοντα τοῖς ἀπαιτοῦσι σφοδρῶς δίδωσιν, ἔδειξεν. Οὐ γὰρ καλόν ἐστι, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις· ἀλλ' ὅμως ἔδωκεν, ἐπειδὴ σφόδρα αὐτὸν ἀπῄτησε. ∆ιὰ δὲ τῶν Ἰουδαίων ἐδήλωσεν, ὅτι τοῖς ῥᾳθυμοῦσιν οὐδὲ τὰ αὐτῶν δίδωσιν. Οὐκοῦν ἔλαβον ἐκεῖνοι οὐδὲν, ἀλλὰ τὰ αὐτῶν ἀπώλεσαν. Καὶ οὗτοι μὲν, ἐπειδὴ μὴ ᾔτησαν, οὐδὲ τὰ ἴδια ἔλαβον· ἐκείνη δὲ, ἐπειδὴ σφοδρῶς ἐπετέθη, καὶ τὰ ἀλλότρια ἴσχυσεν ἐκδικῆσαι, καὶ τὰ τῶν τέκνων ἔλαβε τὸ κυνάριον. Τοσοῦτον ἡ προσεδρεία ἀγαθόν. Κἂν γὰρ κύων ᾖς, προσεδρεύων προτιμηθήσῃ τοῦ τέκνου ῥᾳθυμοῦντος· ὅσα γὰρ οὐκ