160
ἁμαρτάνοντος, οὐ παρὰ σοῦ. Ἐπειδὴ γὰρ μεγάλα καὶ ὑψηλὰ φιλοσοφίας ἐνέθηκε δόγματα, ἵνα μή τις λέγῃ, ὅτι τὰ τοιαῦτα φιλοσοφεῖν λόγοις εὔκολον, δεῖξαι βουλόμενος τὴν παῤῥησίαν, καὶ τὸ μηδενὶ τῶν εἰρημένων ὑπεύθυνον εἶναι, ἀλλὰ πάντα κατορθωκέναι, ταύτην εἶπε τὴν παραβολήν. Καὶ γὰρ καὶ αὐτὸς ἔμελλε κρίνειν μετὰ ταῦτα, Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, λέγων· ἀλλ' οὐκ ἦν ὑπεύθυνος τοῖς εἰρημένοις· οὔτε γὰρ κάρφος ἐξέβαλεν, οὔτε δοκὸν εἶχεν ἐπὶ τῶν ὀμμάτων, ἀλλὰ πάντων τούτων ὢν καθαρὸς, οὕτω τὰ πάντων διώρθου πλημμελήματα. Οὐδὲ γὰρ δεῖ, φησὶ, κρίνειν ἑτέρους, ὅταν τις τῶν αὐτῶν ὑπεύθυνος ᾖ. Καὶ τί θαυμάζεις, εἰ τὸν νόμον τοῦτον αὐτὸς ἔθηκεν, ὅπου γε καὶ ὁ λῃστὴς αὐτὸν ἐγίνωσκεν ἐπὶ τοῦ σταυροῦ, τῷ ἑτέρῳ λῃστῇ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; τὰ αὐτὰ τῷ Χριστῷ νοήματα λέγων. Σὺ δὲ τὴν μὲν σαυτοῦ δοκὸν οὐ μόνον οὐκ ἐκβάλλεις, ἀλλ' οὐδὲ ὁρᾷς· τὸ δὲ ἑτέρου κάρφος οὐ μόνον ὁρᾷς, ἀλλὰ καὶ κρίνεις, καὶ ἐκβάλλειν ἐπιχειρεῖς· ὥσπερ εἴ τις ὑδέρῳ συνεχόμενος χαλεπῷ, ἢ καὶ ἑτέρῳ τινὶ νοσήματι ἀνιάτῳ, τούτου μὲν ἀμελοίη, ἐγκαλοίη δὲ ἑτέρῳ φυσήματος ἀμελοῦντι μικροῦ. Εἰ δὲ κακὸν τὸ μὴ ὁρᾷν τὰ ἑαυτοῦ ἁμαρτήματα, διπλοῦν καὶ τριπλοῦν κακὸν τὸ καὶ ἑτέροις δικάζειν, αὐτοὺς ἀναλγήτως ἐπὶ τῶν ὀφθαλμῶν περιφέροντας τὰς δοκούς. Καὶ γὰρ δοκοῦ βαρύτερον ἁμαρτία. γʹ. Ὃ τοίνυν ἐκέλευσε διὰ τῶν εἰρημένων, τοῦτό ἐστι, τὸν ὑπεύθυνον ὄντα μυρίοις κακοῖς μὴ πικρὸν εἶναι δικαστὴν τῶν ἑτέροις πλημμελουμένων, καὶ μάλιστα ὅταν μικρὰ ταῦτα ᾖ· οὐ τὸ ἐλέγχειν, οὐδὲ τὸ διορθοῦν ἀνατρέπων, ἀλλὰ τὸ τῶν οἰκείων ἀμελεῖν κωλύων, καὶ τὸ τοῖς ἀλλοτρίοις ἐνάλλεσθαι. Καὶ γὰρ εἰς μεγάλην ἐπιδιδόναι κακίαν ἐποίει τοῦτο, διπλῆν πονηρίαν εἰσάγον. Ὁ γὰρ μελετήσας ἀμελεῖν μὲν τῶν ἑαυτοῦ μεγάλων ὄντων, ἐξετάζειν δὲ τὰ ἑτέρων πικρῶς μικρὰ ὄντα καὶ εὐτελῆ, διπλῇ διεφθείρετο· τῷ τε τῶν οἰκείων καταφρονεῖν, τῷ τε ἔχθρας καὶ ἀπεχθείας πρὸς ἅπαντας ἀναδέχεσθαι, καὶ εἰς ἐσχάτην ὠμότητα καὶ τὸ ἀσυμπαθὲς καθ' ἑκάστην ἀλείφεσθαι τὴν ἡμέραν. Ταῦτ' οὖν ἅπαντα ἀνελὼν διὰ τῆς καλῆς ταύτης νομοθεσίας, ἐπήγαγε πάλιν ἕτερον παράγγελμα, λέγων· Μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Καίτοιγε προϊὼν, φησὶν, ἐκέλευσεν· Ὃ ἠκού 57.311 σατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων. Ἀλλ' οὐδὲ τοῦτο ἐναντίον ἐστὶ τῷ προτέρῳ. Οὐδὲ γὰρ ἐκεῖ πᾶσιν ἁπλῶς ἐπέταξεν εἰπεῖν, ἀλλ' οἷς δεῖ εἰπεῖν, μετὰ παῤῥησίας εἰπεῖν. Κύνας δὲ ἐνταῦθα τοὺς ἐν ἀσεβείᾳ ζῶντας ἀνιάτῳ, καὶ μεταβολῆς τῆς ἐπὶ τὸ κρεῖττον οὐκ ἔχοντας ἐλπίδα ᾐνίξατο, καὶ χοίρους τοὺς ἐν ἀκολάστῳ βίῳ διατρίβοντας διαπαντὸς, οὕσπερ ἅπαντας ἀναξίους ἔφησεν εἶναι τῆς τοιαύτης ἀκροάσεως. Τοῦτο γοῦν καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι. Καὶ πολλαχοῦ δὲ ἑτέρωθι βίου διαφθορὰν αἰτίαν φησὶν εἶναι τοῦ μὴ δέχεσθαι τὰ τελειότερα δόγματα. ∆ιὸ κελεύει μὴ ἀναπετάσαι τὰς θύρας αὐτοῖς· καὶ γὰρ θρασύτεροι γίνονται μετὰ τὸ μαθεῖν. Τοῖς μὲν γὰρ εὐγνώμοσι καὶ νοῦν ἔχουσιν ἐκκαλυπτόμενα σεμνὰ φαίνεται· τοῖς δὲ ἀναισθήτοις, ὅταν ἀγνοῆται μᾶλλον. Ἐπεὶ οὖν ἀπὸ τῆς φύσεως οὐ δύνανται αὐτὰ καταμαθεῖν, [καλυπτέσθωσαν, φησὶν, ἵνα] κἂν ἀπὸ τῆς ἀγνοίας αἰδεσθῶσιν. Οὐδὲ γὰρ ὁ χοῖρος οἶδε, τί ποτέ ἐστι μαργαρίτης. Οὐκοῦν ἐπειδὴ οὐκ οἶδε, μηδὲ ὁράτω, ἵνα μὴ καταπατήσῃ ἃ οὐκ οἶδεν. Οὐδὲν γὰρ γίνεται πλέον, ἢ βλάβη μείζων τοῖς οὕτω διακειμένοις καὶ ἀκούουσι. Καὶ γὰρ τὰ ἅγια ἐμπαροινεῖται παρ' ἐκείνων, οὐκ εἰδότων τίνα ἐστὶ ταῦτα· καὶ ἐκεῖνοι μᾶλλον ἐπαίρονται καὶ ὁπλίζονται καθ' ἡμῶν. Τοῦτο γάρ ἐστι· Μὴ καταπατήσωσι, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. Καὶ μὴν οὕτως ἰσχυρὰ ἔδει εἶναι, φησὶν, ὡς καὶ μετὰ τὸ μαθεῖν ἀνάλωτα μένειν, καὶ μὴ παρέχειν ἑτέροις λαβὰς καθ' ἡμῶν. Ἀλλ' οὐκ ἐκεῖνα παρέχει, ἀλλὰ τὸ χοίρους εἶναι τούτους· ὥσπερ οὖν καὶ ὁ μαργαρίτης καταπατούμενος, οὐκ ἐπειδὴ εὐκαταφρόνητός ἐστι, καταπατεῖται, ἀλλ' ἐπειδὴ εἰς χοίρους ἐνέπεσε. Καὶ καλῶς εἶπε· Στραφέντες