162
αἰτήσω καὶ μὴ λάβω; ἐπετείχισέ σοι τὴν παραβολὴν, λογισμοὺς πάλιν τιθεὶς, καὶ ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων εἰς τὸ περὶ τούτων θαῤῥεῖν ἐνάγων· δεικνὺς διὰ τούτων, ὅτι οὐκ αἰτεῖν χρὴ μόνον, ἀλλὰ καὶ ἃ χρὴ αἰτεῖν. Τίς γάρ ἐστιν ἐξ ὑμῶν πατὴρ, ὃν ὁ υἱὸς αὐτοῦ αἰτήσει ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ὥστε ἂν μὴ λάβῃς, ἐπειδὴ λίθον αἰτεῖς, οὐ λαμβάνεις. Εἰ γὰρ καὶ υἱὸς εἶ, οὐκ ἀρκεῖ τοῦτο εἰς 57.313 τὸ λαβεῖν· ἀλλὰ καὶ αὐτὸ μὲν οὖν τοῦτο κωλύει τὸ λαβεῖν, τὸ υἱὸν ὄντα, ἃ μὴ συμφέρει, αἰτεῖν. Καὶ σὺ τοίνυν μηδὲν αἰτήσῃς κοσμικὸν, ἀλλὰ πνευματικὰ πάντα, καὶ λήψῃ πάντως. Καὶ γὰρ ὁ Σολομῶν, ἐπειδήπερ ᾔτησεν ἅπερ αἰτῆσαι ἐχρῆν, ὅρα πῶς ταχέως ἔλαβε. ∆ύο τοίνυν εἶναι χρὴ τῷ εὐχομένῳ, καὶ τὸ αἰτεῖν σφοδρῶς, καὶ τὸ ἃ χρὴ αἰτεῖν· ἐπεὶ καὶ ὑμεῖς, φησὶ, κἂν πατέρες ἦτε, μένετε αἰτῆσαι τοὺς υἱούς· κἂν ἀσύμφορόν τι παρ' ὑμῶν αἰτήσωσι, κωλύετε τὴν δόσιν· ὥσπερ οὖν ἐὰν συμφέρον, ἐπινεύετε καὶ παρέχετε. Καὶ σὺ ταῦτα ἐννοῶν, μὴ ἀποστῇς, ἕως ἂν λάβῃς· ἕως ἂν εὕρῃς, μὴ ἀναχωρήσῃς· μὴ καταλύσῃς τὴν σπουδὴν, ἕως ἂν ἀνοιχθῇ ἡ θύρα. Ἐὰν γὰρ μετὰ ταύτης προσέλθῃς τῆς διανοίας, καὶ εἴπῃς, Ἐὰν μὴ λάβω, οὐκ ἀπέρχομαι, λήψῃ πάντως, ἐὰν τοιαῦτα αἰτῇς, οἷα καὶ τῷ αἰτουμένῳ δοῦναι πρέπει, καί σοι τῷ αἰτοῦντι συμφέρει. Τίνα δέ ἐστι ταῦτα; Τὸ τὰ πνευματικὰ ζητεῖν ἅπαντα· τὸ ἀφέντα τοῖς πεπλημμεληκόσιν, οὕτω προσιέναι τὴν ἄφεσιν αἰτοῦντα· τὸ χωρὶς ὀργῆς καὶ διαλογισμῶν χεῖρας ἐπαίρειν ὁσίους. Ἂν οὕτως αἰτῶμεν, ληψόμεθα. Ὡς νῦν γε γέλως ἐστὶν ἡ αἴτησις ἡμῶν, καὶ μεθυόντων ἀνθρώπων, ἢ νηφόντων. Τί οὖν, φησὶν, ὅταν καὶ πνευματικὰ αἰτήσω, καὶ μὴ λάβω; Οὐ μετὰ σπουδῆς ἔκρουσας πάντως, ἢ σαυτὸν ἀνάξιον παρεσκεύασας τοῦ λαβεῖν, ἢ ταχέως ἀπέστης. Καὶ τίνος ἕνεκεν, φησὶ, μὴ εἶπεν ἃ χρὴ αἰτεῖν; Καὶ μὴν εἶπεν ἅπαντα ἐν τοῖς ἔμπροσθεν, καὶ ἔδειξεν ὑπὲρ τίνων χρὴ προσιέναι. Μὴ τοίνυν λέγε, ὅτι Προσῆλθον, καὶ οὐκ ἔλαβον. Οὐδαμοῦ γὰρ παρὰ τὸν Θεὸν τὸ μὴ λαβεῖν, τὸν οὕτω φιλοῦντα, ὡς καὶ πατέρας νικῆσαι, καὶ τοσοῦτον νικῆσαι, ὅσον τὴν πονηρίαν ταύτην ἡ ἀγαθότης. Εἰ γὰρ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ταῦτα δὲ ἔλεγεν, οὐ διαβάλλων τὴν ἀνθρωπίνην φύσιν, οὐδὲ κακίζων τὸ γένος· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς ἀγαθότητος τῆς αὐτοῦ, τὴν φιλοστοργίαν τὴν πατρικὴν πονηρίαν καλῶν· τοσαύτη αὐτοῦ τῆς φιλανθρωπίας ἡ ὑπερβολή. εʹ. Εἶδες λογισμὸν ἀπόῤῥητον, ἱκανὸν καὶ τὸν σφόδρα ἀπεγνωκότα πρὸς χρηστὰς διαναστῆσαι ἐλπίδας; Ἐνταῦθα μὲν οὖν ἀπὸ τῶν πατέρων τὴν ἀγαθότητα δείκνυσιν· ἐν δὲ τοῖς ἔμπροσθεν ἀπὸ τῶν μειζόνων ὧν ἔδωκεν, ἀπὸ τῆς ψυχῆς, ἀπὸ τοῦ σώματος· καὶ οὐδαμοῦ τὸ κεφάλαιον τῶν ἀγαθῶν τίθησιν, οὐδὲ εἰς μέσον παράγει τὴν ἑαυτοῦ παρουσίαν· ὁ γὰρ οὕτω τὸν Υἱὸν πρὸς σφαγὴν ἐκδοῦναι σπεύσας, πῶς οὐ πάντα ἡμῖν χαριεῖται; Οὐδέπω γὰρ ἦν ἐκβεβηκός. Ἀλλ' ὁ μὲν Παῦλος τοῦτο τίθησιν, οὕτω λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Αὐτὸς δὲ ἀπὸ τῶν ἀνθρωπίνων αὐτοῖς ἔτι διαλέγεται. Εἶτα δεικνὺς ὅτι οὔτε εὐχῇ δεῖ θαῤῥεῖν, ἀμελοῦντας τῶν καθ' ἑαυτοὺς, οὔτε σπουδάζοντας τῇ οἰκείᾳ μόνον πιστεύειν σπουδῇ, ἀλλὰ καὶ τὴν ἄνωθεν ἐπιζητεῖν βοήθειαν, καὶ τὰ παρ' ἑαυτῶν συνεισφέρειν, συνεχῶς τοῦτο κἀκεῖνο τίθησι. Καὶ γὰρ παραινέσας πολλὰ, καὶ εὔχεσθαι ἐδίδαξε, καὶ διδάξας εὔχεσθαι, πάλιν ἐπὶ τὴν παραίνεσιν τῶν πρακτέων ἦλθεν· εἶτα ἀπ' ἐκείνου πάλιν ἐπὶ τὸ δεῖν εὔχεσθαι συνεχῶς, εἰπών· Αἰτεῖτε, καὶ ζητεῖτε, καὶ κρούετε· καὶ ἐντεῦθεν πάλιν ἐπὶ τὸ δεῖν καὶ αὐτοὺς σπουδαίους 57.314 εἶναι· Πάντα γὰρ, φησὶν, ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· ἐν βραχεῖ πάντα ἀνακεφαλαιούμενος, καὶ δεικνὺς ὅτι σύντομος ἡ ἀρετὴ, καὶ ῥᾳδία, καὶ πᾶσι γνώριμος. Καὶ οὐδὲ ἁπλῶς εἶπε, Πάντα ὅσα ἂν θέλητε· ἀλλὰ, Πάντα οὖν ὅσα ἂν θέλητε. Τὸ γὰρ οὖν τοῦτο, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλ' αἰνιττόμενος· Εἰ βούλεσθε, φησὶν, ἀκούεσθαι, μετ' ἐκείνων ὧν εἶπον καὶ ταῦτα ποιεῖτε. Ποῖα δὴ ταῦτα; Ὅσα ἂν