164
προσδοκᾷν, οὐδὲ ἐκεῖ λυπηρόν τι λοιπὸν ἐκδέχεσθαι. Εἰπὼν δὲ, ὅτι Ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτὴν, πάλιν ἐνταῦθα καὶ τὴν τῶν πολλῶν ῥᾳθυμίαν ἐδήλωσε, καὶ τοὺς ἀκούοντας ἐπαίδευσε μὴ ταῖς τῶν πολλῶν εὐημερίαις προσέχειν, ἀλλὰ τοῖς τῶν ὀλίγων πόνοις. Οἱ γὰρ πλείους, φησὶν, οὐ μόνον αὐτὴν οὐ βαδίζουσιν, ἀλλ' οὐδὲ αἱροῦνται· ὅπερ ἐσχάτης κατηγορίας ἐστίν. Ἀλλ' οὐ τοῖς πολλοῖς δεῖ προσέχειν, οὐδὲ ἐντεῦθεν θορυβεῖσθαι, ἀλλὰ ζηλοῦν τοὺς ὀλίγους, καὶ πανταχόθεν ἑαυτοὺς συγκροτοῦντας οὕτως αὐτὴν βαδίζειν. Καὶ γὰρ πρὸς τῷ στενὴν εἶναι, πολλοὶ καὶ οἱ ὑποσκελίζοντες τὴν ἐκεῖσε φέρουσάν εἰσιν ὁδόν. ∆ιὸ καὶ ἐπήγαγε· Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν· ἐλεύσονται γὰρ πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἰδοὺ μετὰ τῶν κυνῶν καὶ χοίρων ἕτερον εἶδος ἐνέδρας καὶ ἐπιβουλῆς, πολὺ χαλεπώτερον ἐκείνου. Οἱ μὲν γὰρ ὡμολογημένοι καὶ φανεροὶ, οὗτοι δὲ συνεσκιασμένοι. ∆ιὸ καὶ ἐκείνων μὲν ἀπέχεσθαι ἐκέλευσε, τούτους δὲ καὶ διασκέπτεσθαι μετὰ ἀκριβείας, ὡς οὐκ ἐνὸν ἐκ πρώτης αὐτοὺς ἰδεῖν προσβολῆς. ∆ιὸ καὶ ἔλεγε, Προσέχετε, πρὸς τὴν διάγνωσιν αὐτῶν ἀκριβεστέρους ποιῶν. Εἶτα, ἵνα μὴ στενὴν ἀκούσαντες καὶ τεθλιμμένην, καὶ ὅτι ἐναντίαν τοῖς πολλοῖς δεῖ βαδίζειν, καὶ χοίρους φυλάττεσθαι καὶ κύνας, καὶ μετὰ τούτων ἕτερον πονηρότερον γένος τοῦτο τὸ τῶν λύκων· ἵνα μὴ τῷ πλήθει τῶν λυπηρῶν καταπέσωσι, μέλλοντες καὶ ἐναντίαν τοῖς πολλοῖς ἰέναι, καὶ μετὰ τούτων πάλιν καὶ τὴν ὑπὲρ τούτων ἔχειν φροντίδα, ἀνέμνησε τῶν ἐπὶ τῶν πατέρων αὐτῶν γενομένων, ψευδοπροφήτας καλέσας· καὶ γὰρ καὶ τότε τοιαῦτα συνέβαινε. Μὴ τοίνυν θορυβεῖσθε, φησίν· οὐδὲν γὰρ καινὸν οὐδὲ ξένον συμβήσεται. Τῇ γὰρ ἀληθείᾳ παρυφίστησιν ἀεὶ τὴν ἀπάτην ὁ διάβολος. Ψευδοπροφήτας δὲ ἐνταῦθα οὐ τοὺς αἱρετικοὺς αἰνίττεσθαί 57.316 μοι δοκεῖ, ἀλλὰ τοὺς βίου μὲν ὄντας διεφθαρμένου, προσωπεῖον δὲ ἀρετῆς περικειμένους, οὓς τῇ τῶν ἐπιθέτων προσηγορίᾳ καλεῖν εἰώθασιν οἱ πολλοί. ∆ιὸ καὶ ἐπήγαγε λέγων· Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Παρὰ γὰρ αἱρετικοῖς ἔστι πολλάκις καὶ βίον εὑρεῖν· παρὰ δὲ τούτοις, οἷς εἶπον, οὐδαμῶς. Τί οὖν, φησὶν, ἂν καὶ ἐν τούτοις ὑποκρίνωνται; Ἀλλὰ ἁλώσονται ῥᾳδίως. Τοιαύτη γὰρ ἡ τῆς ὁδοῦ ταύτης φύσις, ἣν ἐκέλευσα βαδίζειν, ἐπίπονος καὶ μοχθηρά· ὁ δὲ ὑποκριτὴς πονεῖν οὐκ ἂν ἕλοιτο, ἀλλ' ἐπιδείκνυσθαι μόνον· διὸ καὶ ἐλέγχεται ῥᾳδίως. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτὴν, ἐκκαθαίρει πάλιν αὐτοὺς ἀπὸ τῶν οὐχ εὑρισκόντων μὲν, ὑποκρινομένων δὲ, κελεύων μὴ τοὺς τὰ προσωπεῖα περικειμένους μόνον ὁρᾷν, ἀλλὰ τοὺς μετὰ ἀληθείας μετιόντας αὐτήν. Καὶ τίνος ἕνεκεν οὐ καταδήλους αὐτοὺς ἐποίησε, φησὶν, ἀλλ' ἡμᾶς εἰς τὴν ἔρευναν ἐνέβαλεν; Ἵνα γρηγορῶμεν, καὶ ἐναγώνιοι διαπαντὸς ὦμεν, μὴ τοὺς φανεροὺς μόνον, ἀλλὰ καὶ τοὺς κρυπτομένους ἐχθροὺς φυλαττόμενοι· οὕσπερ οὖν καὶ ὁ Παῦλος αἰνιττόμενος ἔλεγεν, ὅτι Τῇ χρηστολογίᾳ ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Μὴ τοίνυν θορυβώμεθα, ἐπειδὰν πολλοὺς ἴδωμεν τοιούτους καὶ νῦν ὄντας Καὶ γὰρ καὶ τοῦτο προεῖπεν ἄνωθεν ὁ Χριστός. ζʹ. Καὶ ὅρα τὴν ἡμερότητα. Οὐδὲ γὰρ εἶπε, Κολάσατε αὐτοὺς, ἀλλὰ, Μὴ βλαβῆτε παρ' αὐτῶν, μὴ ἀφύλακτοι αὐτοῖς περιπέσητε. Εἶτα, ἵνα μὴ λέγῃς, ὅτι ἀδύνατον ἐπιγνῶναι τοὺς τοιούτους, πάλιν λογισμὸν ἀπὸ παραδείγματος ἀνθρωπίνου τίθησιν, οὕτω λέγων· Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν στραφυλὰς, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲν ἔχουσιν ἥμερον, οὐδὲ γλυκύ· μέχρι τῆς δορᾶς τὸ πρόβατον· διὸ καὶ εὔκολος ἡ διάγνωσις. Καὶ ἵνα μηδὲ τὸ τυχὸν ἐνδοιάζῃς, φυσικαῖς ἀνάγκαις παραβάλλει τὰ οὐκ ἐγχωροῦντα ἄλλως γενέσθαι. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγε· Τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Εἰ δὲ δεύτερον τὸ αὐτὸ τίθησιν, οὐκ ἔστι ταυτολογία. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι τὸ πονηρὸν