167
γελῶσι μόνον, ἀλλὰ καὶ κλαίουσιν· ἐπειδὴ καὶ συμπαθῆ αὐτῶν τὰ σπλάγχνα, καὶ πολλὴ ἐντεῦθεν ἡ βλάβη. Γενώμεθα τοίνυν ἄνδρες. Μέχρι τίνος χαμαὶ συρόμεθα, ἐπὶ λίθοις καὶ ξύλοις μέγα φρονοῦντες; μέχρι τίνος παίζομεν; Καὶ εἴθε μόνον ἐπαίζομεν· νυνὶ δὲ καὶ τὴν ἑαυτῶν προδίδομεν σωτηρίαν· καὶ καθάπερ τὰ παιδία, ὅταν τὴν ἐν τούτοις σχολὴν ἀγάγῃ τῶν γραμμάτων ἀμελήσαντα, ἐσχάτας ὑπομένουσι πληγάς· οὕτω καὶ ἡμεῖς ἐν τούτοις ἅπασαν τὴν σπουδὴν καταναλίσκοντες, καὶ τὰ πνευματικὰ ἀπαιτούμενοι μαθήματα τότε διὰ τῶν ἔργων, καὶ οὐκ ἔχοντες παρασχεῖν, τὴν ἐσχάτην δώσομεν τιμωρίαν. Καὶ οὐδεὶς ὁ ἐξαιρούμενος· κἂν πατὴρ ᾖ, κἂν ἀδελφὸς, κἂν ὁστισοῦν. Ἀλλὰ ταῦτα μὲν οἰχήσεται πάντα, ἡ δὲ ἐξ αὐτῶν γινομένη βάσανος ἀθάνατος μένει καὶ διηνεκής· ὅπερ οὖν καὶ ἐπὶ τῶν παίδων γίνεται, τὰ μὲν παιδικὰ ἀθύρματα τοῦ πατρὸς διὰ τὴν ῥᾳθυμίαν αὐτῶν τέλεον ἀφανίζοντος, αὐτοὺς δὲ εἰς τὸ κλαίειν διηνεκῶς καθιστῶντος. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα τοιαῦτά ἐστιν, ὃ μάλιστα πάντων εἶναι δοκεῖ περισπούδαστον, τὸν πλοῦτον εἰς μέσον ἀγάγωμεν, καὶ ἀντιθῶμεν αὐτῷ ψυχῆς ἀρετὴν ἣν ἂν θέλῃς, καὶ τότε αὐτοῦ μάλιστα ὄψει τὴν εὐτέλειαν. Θῶμεν τοίνυν ἀνθρώπους εἶναι δύο· καὶ οὔπω λέγω περὶ πλεονεξίας, ἀλλὰ περὶ δικαίου πλούτου τέως· καὶ τῶν δύο τούτων, ὁ μὲν συναγέτω χρήματα, καὶ πλείτω θάλατταν, καὶ γεωργείτω γῆν, καὶ πολλοὺς ἑτέρους ἐμπορίας εὑρισκέτω τρόπους· καίτοιγε οὐκ οἶδα εἰ ταῦτα ποιῶν δύναται δικαίως κερδαίνειν· πλὴν ἀλλ' ἔστω καὶ ὑποκείσθω δίκαια κέρδη κερδαίνειν αὐτὸν, καὶ ἀγροὺς ὠνεῖσθαι καὶ ἀνδράποδα καὶ ὅσα τοιαῦτα, καὶ μηδεμία προσέστω τούτοις ἀδικία· ὁ δὲ ἕτερός τις τοσαῦτα κεκτημένος, πωλείτω ἀγροὺς, πωλείτω οἰκίας, καὶ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ παρεχέτω τοῖς δεομένοις, ἐπαρκείτω τοῖς πενομένοις, θεραπευέτω νοσοῦντας, τοὺς ἐν ἀνάγκῃ λυέτω, τοὺς ἀπὸ δεσμῶν ἐκβαλλέτω, τοὺς ἐν μετάλλοις ἐλευθερούτω, τοὺς ἀπὸ βρόχων καταγέτω, τοὺς αἰχμαλώτους λυέτω τῆς τιμωρίας. Τίνος οὖν βούλεσθε μερίδος εἶναι; Καὶ οὐδέπω τὰ μέλλοντα, ἀλλὰ τέως τὰ ἐνταῦθα εἰρήκαμεν. Τίνος οὖν εἶναι βούλεσθε; τοῦ συνάγοντος χρυσίον, ἢ τοῦ λύοντος συμφοράς; τοῦ τοὺς ἀγροὺς ὠνουμένου, ἢ τοῦ λιμένα κατασκευάζοντος ἑαυτὸν τῇ τῶν ἀνθρώπων φύ 57.320 σει; τοῦ τὸ πολὺ περιβεβλημένου χρυσίον, ἢ τοῦ μυρίαις εὐφημίαις ἐστεφανωμένου; Οὐχ ὁ μὲν ἀγγέλῳ τινὶ προσέοικεν ἐξ οὐρανοῦ καταβάντι πρὸς τὴν τῶν λοιπῶν ἀνθρώπων διόρθωσιν, ὁ δὲ οὐδὲ ἀνθρώπῳ, ἀλλὰ παιδίῳ τινὶ μάτην καὶ ἁπλῶς πάντα συνάγοντι; Εἰ δὲ τὸ δικαίως χρηματίζεσθαι οὕτω καταγέλαστον, καὶ ἀνοίας ἐσχάτης· ὅταν μηδὲ τὸ δικαίως προσῇ, πῶς οὐ πάντων ἀθλιώτερος ὁ τοιοῦτος; Εἰ γὰρ ὁ γέλως τοσοῦτος, ὅταν καὶ γέεννα προσῇ καὶ βασιλείας ἔκπτωσις, πόσων ἂν εἴη θρήνων ἄξιος, καὶ ζῶν καὶ τετελευτηκώς; ιʹ. Ἀλλὰ καὶ ἕτερον βούλει τῆς ἀρετῆς μεταχειρισώμεθα μέρος; Οὐκοῦν ἀγάγωμεν πάλιν ἕτερον ἄνθρωπον ἐν δυναστείᾳ ὄντα, πᾶσιν ἐπιτάττοντα, ἀξίωμα περιβεβλημένον μέγα, κήρυκα ἔχοντα λαμπρὸν καὶ ζώνην καὶ ῥαβδούχους, καὶ πολὺν τὸν τῆς θεραπείας χορόν. Οὐχὶ δοκεῖ τοῦτο μέγα εἶναι καὶ μακαριστόν; Φέρε οὖν, καὶ τούτῳ πάλιν ἀντιθῶμεν ἕτερον, τὸν ἀνεξίκακον καὶ πρᾷον καὶ ταπεινὸν καὶ μακρόθυμον· καὶ οὗτος ὑβριζέσθω, τυπτέσθω, καὶ φερέτω εὐκόλως, καὶ τοὺς τὰ τοιαῦτα ποιοῦντας εὐλογείτω. Τίς οὖν ὁ θαυμαστὸς, εἰπέ μοι; ὁ πεφυσιωμένος καὶ φλεγμαίνων, ἢ ὁ κατεσταλμένος; Οὐχὶ ὁ μὲν ἔοικε πάλιν ταῖς ἄνω δυνάμεσι ταῖς πολλὴν ἐχούσαις τὴν ἀπάθειαν, ὁ δὲ φύσῃ σπωμένῃ, ἢ ὕδερον ἀνθρώπῳ ἔχοντι, καὶ πολλὴν τὴν φλεγμονήν; καὶ ὁ μὲν ἰατρῷ πνευματικῷ, ὁ δὲ τὰς γνάθους φυσῶντι παιδίῳ καταγελάστῳ; Τί γὰρ μέγα φρονεῖς, ἄνθρωπε; ὅτι ὑψηλὸς ἐπὶ ὀχήματος φέρῃ; ὅτι σε ζεῦγος ἡμιόνων ἕλκει; Καὶ τί τοῦτο; Τοῦτο γὰρ καὶ ἐπὶ ξύλων καὶ ἐπὶ λίθων γινόμενον ἴδοι τις ἄν. Ἀλλ' ὅτι καλὰ περιβέβλησαι ἱμάτια; Ἀλλ' ὅρα τὸν ἀρετὴν ἀντὶ ἱματίων ἐνδεδυμένον, καὶ ὄψει σαυτὸν μὲν χόρτῳ ἐοικότα σηπομένῳ, ἐκεῖνον δὲ δένδρῳ θαυμαστὸν φέροντι καρπὸν, καὶ πολλὴν τοῖς ὁρῶσι παρέχοντι τὴν