168
εὐφροσύνην. Σὺ μὲν γὰρ τροφὴν σκωλήκων περιφέρεις καὶ σητῶν, οἳ, ἂν ἐπιθῶνταί σοι, ταχέως σε γυμνὸν ποιήσουσι τοῦ κόσμου τούτου· (καὶ γὰρ καὶ ἱμάτια καὶ χρυσὸς καὶ ἄργυρος, τὰ μὲν σκωλήκων νήματα, τὰ δὲ γῆ καὶ κόνις, καὶ πάλιν γῆ, καὶ πλέον οὐδέν·) ὁ δὲ ἀρετὴν περιβεβλημένος τοιαύτην ἔχει στολὴν, ἣν οὐ μόνον σῆτες, ἀλλ' οὐδὲ αὐτὸς ὁ θάνατος λυμήνασθαι δύναται· καὶ μάλα εἰκότως. Οὐ γὰρ ἀπὸ γῆς ἔχουσι τὴν ἀρχὴν αὗται τῆς ψυχῆς αἱ ἀρεταὶ, ἀλλὰ πνεύματός εἰσι καρπός· διὸ οὐδὲ σκωλήκων ὑπόκεινται στόμασι. Καὶ γὰρ ἐν οὐρανῷ τὰ ἱμάτια ταῦτα ὑφαίνεται, ὅπου οὐ σὴς, οὐ σκώληξ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τί τοίνυν βέλτιον, εἰπέ μοι; πλουτεῖν, ἢ πένεσθαι; ἐν δυναστείᾳ εἶναι, ἢ ἐν ἀτιμίᾳ; ἐν τρυφῇ, ἢ ἐν λιμῷ; Εὔδηλον, ὅτι ἐν τιμῇ, καὶ τρυφῇ, καὶ πλούτῳ. Οὐκοῦν εἰ τὰ πράγματα βούλει, καὶ μὴ τὰ ὀνόματα, τὴν γῆν ἀφεὶς καὶ τὰ ἐν αὐτῇ, μεθορμίζου πρὸς τὸν οὐρανόν· τὰ μὲν γὰρ ἐνταῦθα σκιὰ, τὰ δὲ ἐκεῖ πράγματα ἀκίνητα, καὶ πεπηγότα καὶ πᾶσιν ἀχείρωτα. Ἑλώμεθα τοίνυν αὐτὰ μετὰ ἀκριβείας ἁπάσης, ἵνα καὶ τοῦ θορύβου τῶν ἐνταῦθα ἀπαλλαγῶμεν, καὶ πρὸς τὸν γαληνὸν ἐκεῖνον καταπλεύσαντες λιμένα, μετὰ πολλῶν τῶν φορτίων φανῶμεν, καὶ ἀφάτου τοῦ τῆς ἐλεημοσύνης πλούτου· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.321 ΟΜΙΛΙΑ Κ∆ʹ. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέ λημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
αʹ. ∆ιὰ τί μὴ εἶπεν, Ἀλλ' ὁ ποιῶν τὸ θέλημα τὸ ἐμόν; Ὅτι τέως ἀγαπητὸν ἦν
καὶ τοῦτο πρότερον δέξασθαι· καὶ γὰρ πολὺ μέγα ἦν πρὸς τὴν ἀσθένειαν τὴν ἐκείνων. Ἄλλως δὲ καὶ τοῦτο δι' ἐκείνου ᾐνίξατο. Μετὰ δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐδέ ἐστιν ἕτερον θέλημα τοῦ Υἱοῦ παρὰ τὸ τοῦ Πατρός. Ἐνταῦθα δέ μοι τῶν Ἰουδαίωνμάλιστα καθάπτεσθαι δοκεῖ, ἐν τοῖς δόγμασι τιθεμένων τὸ πᾶν, καὶ τοῦ βίου πρόνοιαν οὐδεμίαν ποιουμένων. ∆ιὸ καὶ ὁ Παῦλος αὐτοῖς ἐγκαλεῖ λέγων· Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλημα· ἀλλ' οὐδέν σοι πλέον ἐντεῦθεν, ὅταν ἡ τοῦ βίου καὶ τῶν ἔργων ἐπίδειξις μὴ παρῇ. Αὐτὸς δὲ οὐ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ τὸ πολλῷ πλέον εἶπε. Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Οὐ γὰρ δὴ μόνον, φησὶν, ὁ πίστιν ἔχων, τοῦ βίου ἠμελημένου, τῶν οὐρανῶν ἐκβάλλεται, ἀλλὰ κἂν μετὰ τῆς πίστεως σημεῖα πολλὰ πεποιηκὼς ᾖ, καὶ οὐδὲν ἀγαθὸν ἐργασάμενος, καὶ οὗτος ὁμοίως τῶν ἱερῶν εἴργεται προθύρων ἐκείνων. Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Ὁρᾷς πῶς λανθανόντως ἑαυτὸν συνεισάγει λοιπὸν, ἐπειδὴ τὴν πᾶσαν ἀπήρτισε δημηγορίαν, καὶ δείκνυσιν ἑαυτὸν ὄντα κριτήν; Ὅτι μὲν γὰρ κόλασις ἐκδέξεται τοὺς ἁμαρτάνοντας, ἐν τοῖς ἔμπροσθεν ἔδειξε· τίς δὲ καὶ ὁ κολάζων, ἐνταῦθα λοιπὸν ἐκκαλύπτει. Καὶ οὐκ εἶπε φανερῶς, ὅτι Ἐγώ εἰμι· ἀλλὰ Πολλοὶ ἐροῦσί μοι, τὸ αὐτὸ τοῦτο πάλιν κατασκευάζων. Εἰ γὰρ μὴ αὐτὸς ἦν ὁ κριτὴς, πῶς ἂν πρὸς αὐτοὺς εἶπε· Καὶ τότε ὁμολογήσω αὐτοῖς· Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οὐδέποτε ἔγνων ὑμᾶς; Οὐχὶ μόνον ἐν τῷ καιρῷ τῆς κρίσεως, ἀλλ' οὐδὲ τότε, ἡνίκα ἐθαυματουργεῖτε, φησί. ∆ιὰ τοῦτο καὶ τοῖς μαθηταῖς ἔλεγε· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ πανταχοῦ πολλὴν κελεύει τοῦ βίου σπουδὴν ποιεῖσθαι. Οὐ γὰρ ἔστιν ἄνθρωπον ὀρθῶς βιοῦντα, καὶ πάντων ἀπηλλαγμένον τῶν παθῶν, περιοφθῆναί ποτε· ἀλλὰ κἂν πλανώμενος τύχῃ, ταχέως αὐτὸν ὁ Θεὸς πρὸς τὴν ἀλήθειαν ἐπισπάσεται. Ἀλλ' εἰσί τινες οἵ φασιν, ὅτι ψευδόμενοι οὗτοι ταῦτα ἔλεγον· διόπερ οὐδὲ ἐσώθησαν, φησίν.