172
κακίαν, ἀκριβέστερον εἰσόμεθα τὸ διάφορον. Ὁ μὲν γὰρ ἐπὶ τῆς πέτρας ᾠκοδόμησεν, ὁ δὲ ἐπὶ τῆς ψάμμου· διὸ καὶ βασιλεὺς ὢν ἐδεδοίκει καὶ ἔτρεμε τὸν προφήτην, τὸν τὴν μηλωτὴν ἔχοντα μόνον. Τοιοῦτοι οἱ Ἰουδαῖοι, ἀλλ' οὐχ οἱ ἀπόστολοι· διὸ καὶ ὀλίγοι ὄντες καὶ δεδεμένοι, τῆς πέτρας ἐνεδείκνυντο τὸ στεῤῥόν· ἐκεῖνοι δὲ καὶ πολλοὶ καὶ ὡπλισμένοι, τῆς ψάμμου τὸ ἀσθενές. Καὶ γὰρ ἔλεγον· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὁρᾷς ἐν ἀπορίᾳ ὄντας, οὐ τοὺς ὑποχειρίους καὶ δεδεμένους, 57.326 ἀλλὰ τοὺς κατέχοντας καὶ δεσμεύοντας; οὗ τί γένοιτ' ἂν καινότερον; Σὺ κατέχεις καὶ διαπορεῖς; Καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ἐπὶ τῆς ψάμμου πάντα ᾠκοδόμησαν, διὰ τοῦτο καὶ ἀσθενέστεροι πάντων ἦσαν. ∆ιὰ τοῦτο καὶ πάλιν ἔλεγον· Τί ποιεῖτε βουλόμενοι ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Τί φησι; Σὺ μαστίζεις, καὶ σὺ φοβῇ; σὺ ἐπηρεάζεις, καὶ σὺ δέδοικας; σὺ κρίνεις, καὶ σὺ τρέμεις; Οὕτως ἀσθενὴς ἡ κακία. Ἀλλ' οὐχ οἱ ἀπόστολοι οὕτως· ἀλλὰ πῶς; Οὐ δυνάμεθα ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. Εἶδες φρόνημα ὑψηλόν; εἶδες πέτραν κυμάτων καταγελῶσαν; εἶδες οἰκίαν ἄσειστον; Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὐ μόνον οὐδὲ ἐγίνοντο αὐτοὶ δειλοὶ δι' ὧν ἐπεβουλεύοντο, ἀλλ' ὅτι καὶ πλεῖον ἐλάμβανον θάρσος, κἀκείνους εἰς μείζονα ἐνέβαλον ἀγωνίαν. Καὶ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτός ἐστιν ὁ πληττόμενος· καὶ ὁ τὰ κέντρα λακτίζων, αὐτός ἐστιν ὁ κεντούμενος, καὶ τὰ χαλεπὰ δεχόμενος τραύματα· καὶ ὁ τοῖς ἐναρέτοις ἐπιβουλεύων, αὐτός ἐστιν ὁ κινδυνεύων. Ἡ γὰρ κακία τοσούτῳ μᾶλλον ἀσθενεστέρα γίνεται, ὅσῳπερ ἂν πρὸς τὴν ἀρετὴν παρατάττηται. Καὶ καθάπερ ὁ πῦρ ἐν ἱματίῳ δεσμῶν, τὴν μὲν φλόγα οὐκ ἔσβεσε, τὸ δὲ ἱμάτιον ἐδαπάνησεν· οὕτως ὁ τοῖς ἐναρέτοις ἐπηρεάζων, καὶ κατέχων, καὶ δεσμεύων, ἐκείνους μὲν λαμπροτέρους εἰργάσατο, ἑαυτὸν δὲ ἠφάνισε. Καὶ γὰρ ὅσα ἂν δεινὰ πάθῃς ἐπιεικῶς ζῶν, τοσούτῳ γέγονας ἰσχυρότερος· ὅσῳ γὰρ τιμῶμεν φιλοσοφίαν, τοσούτῳ μᾶλλον οὐδενὸς δεησόμεθα· καὶ ὅσῳ ἂν μηδενὸς δεηθῶμεν, τοσούτῳ μᾶλλον ἰσχυροὶ γινόμεθα καὶ πάντων ἀνώτεροι. Τοιοῦτος ἦν ὁ Ἰωάννης· διὸ ἐκεῖνον μὲν οὐδεὶς ἐλύπει, αὐτὸς δὲ ἐλύπει τὸν Ἡρώδην· καὶ ὁ μὲν μηδὲν ἔχων, κατεξανέστη τοῦ κρατοῦντος· ὁ δὲ διάδημα καὶ ἁλουργίδα καὶ μυρίαν φαντασίαν περιβεβλημένος, τρέμει καὶ δέδοικε τὸν πάντων γεγυμνωμένον, καὶ οὐδὲ ἀποτετμημένον τὴν κεφαλὴν ἀδεῶς ἰδεῖν ἐδύνατο. Ὅτι γὰρ καὶ μετὰ τελευτὴν ἀκμάζοντα εἶχε τὸν φόβον, ἄκουσον τί φησιν· Οὗτός ἐστιν ὁ Ἰωάννης, ὃν ἀνεῖλον ἐγώ. Τὸ δὲ, Ἀνεῖλον, οὐκ ἐπαιρομένου ἦν, ἀλλὰ τὸν φόβον παραμυθουμένου, καὶ πείθοντος τὴν ψυχὴν τὴν ταραττομένην ἀναμνησθῆναι, ὅτι αὐτὸς αὐτὸν ἔσφαξε. Τοσαύτη τῆς ἀρετῆς ἡ ἰσχὺς, ὅτι καὶ μετὰ τελευτὴν τῶν ζώντων ἐστὶ δυνατωτέρα. ∆ιὰ δὴ τοῦτο καὶ ἡνίκα ἔζη, οἱ τὰ πολλὰ κεκτημένοι χρήματα πρὸς αὐτὸν ἐρχόμενοι ἔλεγον· Τί ποιήσομεν; Τοσαῦτα ἔχετε, καὶ παρὰ τοῦ μηδὲν ἔχοντος βούλεσθε μαθεῖν τῆς ὑμετέρας εὐημερίας τὴν ὁδόν; παρὰ τοῦ πένητος οἱ πλουτοῦντες; παρὰ τοῦ μηδὲ οἰκίαν ἔχοντος οἱ στρατευόμενοι; Τοιοῦτος καὶ ὁ Ἠλίας ἦν· διὸ καὶ μετὰ τῆς αὐτῆς παῤῥησίας τῷ δήμῳ διελέγετο. Ὁ μὲν γὰρ ἔλεγε, Γεννήματα ἐχιδνῶν· οὗτος δὲ, Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Καὶ ὁ μὲν ἔλεγεν, Ἐφόνευσας καὶ ἐκληρονόμησας· ὁ δὲ ἔλεγεν, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Εἶδες τὴν πέτραν; εἶδες τὴν ψάμμον; πῶς εὐκόλως καταπίπτει; πῶς εἴκει ταῖς συμφοραῖς; πῶς περιτρέπεται, κἂν μετὰ βασιλέως, κἂν μετὰ πλήθους ᾖ, κἂν μετὰ δυναστείας; Ἁπάντων γὰρ τοὺς μετιόντας αὐτὴν ἀναισθητοτέρους ποιεῖ. Καὶ οὐδὲ ἁπλῶς καταπίπτει, ἀλλὰ μετὰ πολλῆς τῆς συμφορᾶς. Καὶ γὰρ ἦν, φησὶν, ἡ πτῶσις αὐτῆς μεγάλη. Οὐδὲ γὰρ ὑπὲρ τῶν τυχόντων ὁ κίνδυνος. ἀλλ' 57.327 ὑπὲρ ψυχῆς, ὑπὲρ ἐκπτώσεως οὐρανῶν καὶ τῶν ἀθανάτων ἐκείνων ἀγαθῶν. Μᾶλλον δὲ καὶ πρὸ ἐκείνων, πάντων ἀθλιώτερον ὁ ταύτην διώκων βιώσεται βίον, ἀθυμίαις διηνεκέσι, δειλίαις, φροντίσιν, ἀγωνίαις συζῶν· ὅπερ οὖν καί τις σοφὸς αἰνιττόμενος ἔλεγε· Φεύγει ἀσεβὴς, οὐδενὸς