174
ὡς ἐξουσίαν ἔχων θεραπεύειν, ἵνα μηκέτι θορυβῶνται ὁρῶντες αὐτὸν οὕτω διδάσκοντα, ὁπότε καὶ τὰ θαύματα οὕτως ἐποίει. Καταβάντι γὰρ αὐτῷ ἀπὸ τοῦ ὄρους, προσῆλθε λεπρὸς λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Πολλὴ ἡ σύνεσις καὶ ἡ πίστις τοῦ προσελθόντος. Οὐ γὰρ διέκοψε τὴν διδασκαλίαν, οὐδὲ ἔτεμε τὸ θέατρον, ἀλλ' ἀνέμεινε τὸν προσήκοντα καιρὸν, καὶ καταβάντι αὐτῷ προσέρχεται. Καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς θερμότητος, καὶ πρὸ τῶν γονάτων αὐτὸν παρακαλεῖ, ὡς ἕτερός φησιν εὐαγγελιστὴς, καὶ μετὰ γνησίας τῆς πίστεως, καὶ τῆς προσηκούσης περὶ αὐτοῦ δόξης. Οὐδὲ γὰρ εἶπεν, Ἐὰν ἀξιώσῃς τὸν Θεόν· οὐδὲ, Ἐὰν εὔξῃ· ἀλλ', Ἐὰν θέλῃς, δύνασαί μεκαθαρίσαι. Οὐδὲ εἶπε· Κύριε, καθάρισον· ἀλλ' αὐτῷ τὸ πᾶν ἐπιτρέπει, καὶ Κύριον ποιεῖ τῆς διορθώσεως, καὶ τὴν ἐξουσίαν αὐτῷ μαρτυρεῖ ἅπασαν. Τί οὖν, φησὶν, εἰ ἐσφαλμένη ἡ δόξα τοῦ λεπροῦ ἦν; Καταλῦσαι αὐτὴν ἐχρῆν, καὶ ἐπιτιμῆσαι, καὶ διορθῶσαι. Ἆρ' οὖν τοῦτο ἐποίησεν; Οὐδαμῶς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν, καὶ συνίστησι καὶ βεβαιοῖ τὸ εἰρημένον. ∆ιά τοι τοῦτο οὐδὲ εἶπε, Καθάρθητι· ἀλλὰ, Θέλω, καθαρίσθητι· ἵνα μηκέτι τῆς ὑπονοίας τῆς ἐκείνου, ἀλλὰ τῆς γνώμης τῆς αὐτοῦ τὸ δόγμα γένηται. Ἀλλ' οὐχ οἱ ἀπόστολοι οὕτως· ἀλλὰ πῶς; Ἐπειδὴ ὁ δῆμος ἐξεπλήττετο ἅπας, ἔλεγον· Τί προσέχετε ἡμῖν, ὡς ἰδίᾳ δυνάμει ἢ ἐξουσίᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ὁ δὲ ∆εσπότης, καίτοι πολλὰ μέτρια φθεγξάμενος πολλάκις, καὶ καταδεέστερα τῆς αὐτοῦ δόξης, ὥστε πῆξαι τὸ δόγμα ἐνταῦθα τῶν ἐκπληττομένων αὐτὸν ἐπὶ τῇ ἐξουσίᾳ τί φησι; Θέλω, καθαρίσθητι. Καίτοι τοσαῦτα καὶ τηλικαῦτα ποιήσας σημεῖα, οὐδαμοῦ φαίνεται τοῦτο εἰρηκὼς τὸ ῥῆμα. Ἐνταῦθα μέντοι ὥστε κυρῶσαι τὴν ὑπόνοιαν καὶ τοῦ δήμου παντὸς καὶ τοῦ λεπροῦ τὴν περὶ τῆς ἐξουσίας, διὰ τοῦτο προσέθηκε, Θέλω. Καὶ οὐκ εἶπε μὲν τοῦτο, 57.329 οὐκ ἐποίησε δέ· ἀλλὰ καὶ τὸ ἔργον εὐθέως ἠκολούθησεν. Εἰ δὲ μὴ καλῶς ἔλεγεν, ἀλλὰ βλασφημία ἦν τὸ εἰρημένον, ἔδει διακοπῆναι τὸ ἔργον. Νυνὶ δὲ καὶ εἶξεν ἡ φύσις ἐπιταττομένη, καὶ μετὰ τοῦ προσήκοντος τάχους, καὶ μείζονος ἣ ὁ εὐαγγελιστὴς εἶπε. Καὶ γὰρ τὸ, εὐθέως, πολὺ βραδύτερόν ἐστι τοῦ τάχους τοῦ κατὰ τὸ ἔργον γεγενημένου. Οὐχ ἁπλῶς δὲ εἶπε, Θέλω, καθαρίσθητι· ἀλλὰ καὶ τὴν χεῖρα ἐκτείνας ἥψατο· ὃ δὴ μάλιστα ἄξιον ζητήσεως. Τίνος γὰρ ἕνεκεν θελήματι καθαίρων αὐτὸν καὶ λόγῳ, τὴν τῆς χειρὸς προσέθηκεν ἁφήν; Ἐμοὶ δοκεῖ δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνα δείξῃ καὶ ἐντεῦθεν, ὅτι οὐχ ὑπόκειται τῷ νόμῳ, ἀλλ' ἐπίκειται· καὶ ὅτι τῷ καθαρῷ λοιπὸν οὐδὲν ἀκάθαρτον. ∆ιὰ δὴ τοῦτο Ἑλισσαῖος μὲν οὐδὲ ἑώρα τὸν Νεεμὰν, ἀλλὰ καὶ σκανδαλισθέντα ἰδὼν, ἐπειδὴ μὴ ἐξῆλθε καὶ ἥψατο, τηρῶν τοῦ νόμου τὴν ἀκρίβειαν, οἴκοι μένει, καὶ πέμπει πρὸς τὸν Ἰορδάνην αὐτὸν λουσόμενον. Ὁ δὲ ∆εσπότης, δεικνὺς ὅτι οὐχ ὡς δοῦλος, ἀλλ' ὡς κύριος θεραπεύει, καὶ ἅπτεται. Οὐ γὰρ ἡ χεὶρ ἀπὸ τῆς λέπρας ἐγένετο ἀκάθαρτος, ἀλλὰ τὸ σῶμα τὸ λεπρὸν ἀπὸ τῆς χειρὸς τῆς ἁγίας καθίστατο καθαρόν. Οὐ γὰρ δὴ μόνον σώματα παρεγένετο θεραπεύσων, ἀλλὰ καὶ ψυχὴν εἰς φιλοσοφίαν ἐνάξων. Ὥσπερ οὖν χερσὶν ἀνίπτοις ἐσθίειν οὐκέτι λοιπὸν ἐκώλυσε, τὸν ἄριστον ἐκεῖνον εἰσάγων νόμον, τὸν περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας· οὕτω δὴ καὶ ἐνταῦθα λοιπὸν παιδεύων, ὅτι τῆς ψυχῆς ἐπιμελεῖσθαι χρὴ, καὶ τῶν ἔξωθεν ἀπαλλαγέντας καθαρμῶν ἐκείνην ἀποσμήχειν, καὶ τὴν αὐτῆς λέπραν δεδοικέναι μόνην, ὅπερ ἐστὶν ἁμαρτία (τὸ γὰρ λεπρὸν εἶναι οὐδὲν κώλυμα εἰς ἀρετήν)· πρῶτος αὐτὸς ἅπτεται τοῦ λεπροῦ, καὶ οὐδεὶς ἐγκαλεῖ. Οὐδὲ γὰρ ἦν διεφθαρμένον τὸ δικαστήριον, οὐδὲ ὑπὸ φθόνου κατεχόμενοι οἱ θεαταί. ∆ιὰ τοῦτο οὐ μόνον οὐκ ἐπέσκηψαν, ἀλλὰ καὶ ἐξεπλάγησαν τὸ θαῦμα, καὶ παρεχώρησαν, ἀπό τε τῶν εἰρημένων, ἀπό τε τῶν γινομένων τὴν ἀμήχανον αὐτοῦ δύναμιν προσκυνήσαντες. Θεραπεύσας τοίνυν αὐτοῦ τὸ σῶμα, κελεύει μηδενὶ εἰπεῖν, ἀλλὰ δεῖξαι ἑαυτὸν τῷ ἱερεῖ, καὶ προσενεγκεῖν τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς. Τινὲς μὲν οὖν φασιν, ὅτι διὰ τοῦτο ἐκέλευσε μηδενὶ εἰπεῖν, ἵνα μὴ κακουργήσωσι περὶ τὴν διάκρισιν τοῦ καθαρμοῦ, σφόδρα ἀνοήτως τοῦτο