175
ὑποπτεύοντες. Οὐ γὰρ οὕτως ἐκάθηρεν, ὡς καὶ ἀμφισβητήσιμον εἶναι τὸν καθαρμόν· ἀλλὰ μηδενὶ εἰπεῖν κελεύει, διδάσκων τὸ ἀκόμπαστον καὶ ἀφιλότιμον. Καίτοιγε ᾔδει, ὅτι οὐ πεισθήσεται ἐκεῖνος, ἀλλ' ἀνακηρύξει τὸν εὐεργέτην· ἀλλ' ὅμως τὸ αὐτοῦ ποιεῖ. Πῶς οὖν ἀλλαχοῦ κελεύει εἰπεῖν; φησίν. Οὐχὶ ἑαυτῷ περιπίπτων, οὐδὲ ἐναντιούμενος, ἀλλὰ παιδεύων εὐγνώμονας εἶναι. Οὐδὲ γὰρ ἐκεῖ ἀνακηρύττειν ἑαυτὸν ἐκέλευσεν, ἀλλὰ δοῦναι δόξαν τῷ Θεῷ· διὰ μὲν τοῦ λεπροῦ τούτου ἀτύφους ἡμᾶς παρασκευάζων καὶ ἀκενοδόξους, διὰ δὲ ἐκείνου, εὐχαρίστους καὶ εὐγνώμονας εἶναι, καὶ παιδεύων πανταχοῦ τῶν γινομένων τὴν εὐφημίαν ἀναφέρειν τῷ ∆εσπότῃ. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ οἱ ἄνθρωποι νοσοῦντες μὲν μέμνηνται τοῦ Θεοῦ, τῆς δὲ ἀῤῥωστίας ἀπαλλαγέντες ῥᾳθυμότεροι γίνονται, κελεύων διηνεκῶς καὶ νοσοῦντας καὶ ὑγιαίνοντας προσέχειν τῷ ∆εσπότῃ, φησί· ∆ὸς δόξαν τῷ Θεῷ. 57.330 Τίνος δὲ ἕνεκεν καὶ δεῖξαι ἑαυτὸν ἐκέλευσε τῷ ἱερεῖ, καὶ δῶρον προσενεγκεῖν; Πάλιν τὸν νόμον ἐνταῦθα ἀναπληρῶν. Οὐδὲ γὰρ πανταχοῦ αὐτὸν παρέλυεν, οὐδὲ πανταχοῦ ἐφύλαττεν· ἀλλὰ ποτὲ μὲν τοῦτο ἐποίει, ποτὲ δὲ ἐκεῖνο· τούτῳ μὲν τῇ μελλούσῃ φιλοσοφίᾳ προοδοποιῶν, ἐκείνῳ δὲ τὴν ἀναίσχυντον τῶν Ἰουδαίων τέως κατέχων γλῶτταν, καὶ συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ. Καὶ τί θαυμάζεις, εἴγε ἐν προοιμίοις αὐτὸς τοῦτο ἐποίησεν, ὅπου γε καὶ οἱ ἀπόστολοι μετὰ τὸ κελευσθῆναι εἰς τὰ ἔθνη ἀπελθεῖν, καὶ τὰς θύρας ἀνοιγῆναι τῆς κατὰ τὴν οἰκουμένην διδασκαλίας, καὶ τὸν νόμον ἐγκλεισθῆναι, καὶ ἀνανεωθῆναι τὰ πράγματα, καὶ τὰ παλαιὰ ἀναπαύσασθαι ἅπαντα, φαίνονται ποτὲ μὲν τηροῦντες τὸν νόμον, ποτὲ δὲ αὐτὸν παρατρέχοντες; Καὶ τί τοῦτο, φησὶ, πρὸς τὴν τοῦ νόμου συντελεῖ φυλακὴν, τὸ εἰπεῖν, ∆εῖξον σεαυτὸν τῷ ἱερεῖ; Οὐ τὸ τυχόν. Καὶ γὰρ νόμος ἦν παλαιὸς, τὸν λεπρὸν καθαρθέντα μὴ ἑαυτῷ τὴν δοκιμασίαν ἐπιτρέπειν τοῦ καθαρισμοῦ, ἀλλὰ φαίνεσθαι τῷ ἱερεῖ, καὶ τοῖς ὀφθαλμοῖς τοῖς ἐκείνου παρέχειν τὴν ἀπόδειξιν, καὶ ἀπὸ τῆς ψήφου ταύτης ἐγκρίνεσθαι τοῖς καθαροῖς. Εἰ γὰρ μὴ εἶπεν ὁ ἱερεὺς, ὅτι κεκάθαρται ὁ λεπρὸς, ἔτι μετὰ τῶν ἀκαθάρτων ἔμενεν ἔξω τῆς παρεμβολῆς. ∆ιό φησι, ∆εῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς. Οὐκ εἶπεν, Ὃ προστάσσω ἐγώ· ἀλλὰ τέως παραπέμπει τῷ νόμῳ, πανταχόθεν ἀποῤῥάπτων αὐτῶν τὰ στόματα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι τῶν ἱερέων τὴν δόξαν ἥρπασε, τὸ μὲν ἔργον αὐτὸς ἐπλήρωσε, τὴν δὲ δοκιμασίαν ἐκείνοις ἐπέτρεψε, καὶ κριτὰς αὐτοὺς ἐκάθισε τῶν οἰκείων θαυμάτων. Τοσοῦτον γὰρ ἀπέχω μάχεσθαι, φησὶν, ἢ Μωϋσῇ, ἢ τοῖς ἱερεῦσιν, ὅτι καὶ τοὺς παρ' ἐμοῦ εὐεργετηθέντας εἰς τὸ πείθεσθαι ἐκείνοις ἐνάγω. Τί δέ ἐστιν, εἰς μαρτύριον αὐτοῖς; Εἰς ἔλεγχον, εἰς ἀπόδειξιν, εἰς κατηγορίαν, ἐὰν ἀγνωμονῶσιν. Ἐπειδὴ γὰρ ἔλεγον, Ὡς πλάνον καὶ ἀπατεῶνα διώκομεν, ὡς ἀντίθεον καὶ παράνομον· σύ μοι μαρτυρήσεις, φησὶ, κατ' ἐκεῖνον τὸν καιρὸν, ὅτι οὐ παράνομος ἐγώ. Καὶ γὰρ θεραπεύσας σε παραπέμπω τῷ νόμῳ καὶ τῇ τῶν ἱερέων δοκιμασίᾳ· ὅπερ τιμῶντος ἦν τὸν νόμον, καὶ θαυμάζοντος τὸν Μωϋσέα, καὶ οὐκ ἐναντιουμένου τοῖς παλαιοῖς δόγμασιν. Εἰ δὲ μηδὲν ἔμελλον κερδαίνειν, κἀντεῦθεν μάλιστα τὴν πρὸς τὸν νόμον αὐτοῦ καταμαθεῖν ἔστι τιμὴν, ὅτι καὶ προειδὼς οὐδὲν καρπωσομένους, τὰ αὐτοῦ πάντα ἐπλήρου. Καὶ γὰρ προῄδει τοῦτο αὐτὸ, καὶ προεῖπεν. Οὐδὲ γὰρ εἶπεν, εἰς διόρθωσιν αὐτῶν, οὐδὲ, εἰς διδασκαλίαν· ἀλλ', εἰς μαρτύριον αὐτοῖς, τουτέστιν, εἰς κατηγορίαν, καὶ εἰς ἔλεγχον, καὶ εἰς μαρτυρίαν, ὅτι τὰ παρ' ἐμοῦ πάντα γέγονε· καὶ προειδὼς ἀδιορθώτους μένοντας, οὐδὲ οὕτως ἐνέλιπον ἅπερ ποιῆσαι ἐχρῆν· ἐκεῖνοι δὲ τὴν οἰκείαν ἔμενον διατηροῦντες κακίαν. Τοῦτο γοῦν καὶ ἀλλαχοῦ φησι· Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος· τοῖς ἔθνεσι, τοῖς οὐχ ὑπακούουσι, τοῖς οὐ πειθομένοις. Ἵνα γὰρ μή τις λέγῃ, Καὶ τίνος ἕνεκεν πᾶσι κηρύττεις, εἰ μὴ πάντες μέλλουσι πείθεσθαι; ἵνα τὰ ἐμαυτοῦ πάντα φανῶ πεποιηκὼς, καὶ μηδεὶς ἔχῃ μετὰ ταῦτα ἐγκαλεῖν, ὡς οὐκ ἀκηκοώς. Καταμαρτυρήσει γὰρ αὐτῶν