176
αὐτὴ ἡ κή 57.331 ρυξις, καὶ οὐκ ἂν ἔχοιεν μετὰ ταῦτα εἰπεῖν, ὅτι Οὐκ ἠκούσαμεν· πρὸς γὰρ τὰ πέρατα τῆς οἰκουμένης ὁ λόγος ἐξέβη τῆς εὐσεβείας. Ταῦτα οὖν ἐννοοῦντες καὶ ἡμεῖς, τὰ παρ' ἑαυτῶν ἅπαντα πληρῶμεν εἰς τοὺς πλησίον, καὶ τῷ Θεῷ διαπαντὸς εὐχαριστῶμεν. Καὶ γὰρ ἄτοπον, ἔργῳ τῆς εὐεργεσίας αὐτοῦ καθ' ἑκάστην ἀπολαύοντας τὴν ἡμέραν, μηδὲ λόγῳ χάριν ὁμολογεῖν, καὶ ταῦτα τῆς ὁμολογίας πάλιν ἡμῖν τὴν ὠφέλειαν φερούσης. Οὐδὲ γὰρ αὐτὸς δεῖται τῶν ἡμετέρων τινὸς, ἀλλ' ἡμεῖς δεόμεθα τῶν ἐκείνου ἁπάντων. Καὶ γὰρ ἡ εὐχαριστία ἐκείνῳ μὲν οὐδὲν προστίθησιν, ἡμᾶς δὲ οἰκειοτέρους αὐτῷ κατασκευάζει. Εἰ γὰρ ἀνθρώπων εἰς μνήμην λαβόντες εὐεργεσίας, θερμαινόμεθα μειζόνως τῷ φίλτρῳ· πολλῷ μᾶλλον τοῦ ∆εσπότου μεμνημένοι διηνεκῶς τῶν κατορθωμάτων τῶν εἰς ἡμᾶς, σπουδαιότεροι πρὸς τὰς ἐντολὰς τὰς ἐκείνου ἐσόμεθα. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Εὐχάριστοι γίνεσθε. Φυλακὴ γὰρ εὐεργεσίας ἀρίστη ἡ τῆς εὐεργεσίας μνήμη, καὶ διηνεκὴς εὐχαριστία. ∆ιὰ δὴ τοῦτο καὶ τὰ φρικώδη μυστήρια, καὶ πολλῆς γέμοντα τῆς σωτηρίας, τὰ καθ' ἑκάστην τελούμενα σύναξιν, Εὐχαριστία καλεῖται, ὅτι πολλῶν ἐστιν εὐεργετημάτων ἀνάμνησις, καὶ τὸ κεφάλαιον τῆς τοῦ Θεοῦ προνοίας ἐνδείκνυται, καὶ διὰ πάντων παρασκευάζει εὐχαριστεῖν. Εἰ γὰρ τὸ γεννηθῆναι ἐκ παρθένου θαῦμα μέγα, καὶ ἐκπληττόμενος ὁ εὐαγγελιστὴς ἔλεγε, Τοῦτο δὲ ὅλον γέγονε· τὸ καὶ σφαγῆναι ποῦ θήσομεν; εἰπέ μοι. Εἰ γὰρ τὸ γεννηθῆναι τοῦτο ὅλον καλεῖται, τὸ σταυρωθῆναι, καὶ τὸ αἷμα ἐκχεῖν, καὶ τὸ ἑαυτὸν δοῦναι ἡμῖν εἰς ἑστίασιν καὶ εὐωχίαν πνευματικὴν, τί ἂν κληθείη; Εὐχαριστῶμεν τοίνυν αὐτῷ διηνεκῶς, καὶ ῥημάτων καὶ ἔργων τῶν ἡμετέρων προηγείσθω τοῦτο. Εὐχαριστῶμεν δὲ μὴ ὑπὲρ τῶν οἰκείων μόνων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων ἀγαθῶν· οὕτω γὰρ καὶ τὴν βασκανίαν ἀνελεῖν δυνησόμεθα, καὶ τὴν ἀγάπην ἐπισφίγξαι καὶ γνησιωτέραν ποιῆσαι. Οὐδὲ γὰρ δυνήσῃ βασκῆναι λοιπὸν ἐκείνοις, ὑπὲρ ὧν εὐχαριστεῖς τῷ ∆εσπότῃ. ∆ιὸ δὴ καὶ ὁ ἱερεὺς ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ τῶν προτέρων, ὑπὲρ τῶν νῦν, ὑπὲρ τῶν γενηθέντων ἔμπροσθεν, ὑπὲρ τῶν μετὰ ταῦτα ἐσομένων εἰς ἡμᾶς εὐχαριστεῖν κελεύει, τῆς θυσίας προκειμένης ἐκείνης. Τοῦτο γὰρ ἡμᾶς καὶ τῆς γῆς ἀπαλλάττει, καὶ πρὸς τὸν οὐρανὸν μετατίθησι, καὶ ἀγγέλους ἐξ ἀνθρώπων ποιεῖ. Καὶ γὰρ καὶ ἐκεῖνοι, χορὸν στησάμενοι, ὑπὲρ τῶν εἰς ἡμᾶς ἀγαθῶν εὐχαριστοῦσι τῷ Θεῷ, λέγοντες· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Καὶ τί πρὸς ἡμᾶς τοὺς οὐκ ἐπὶ γῆς, οὐδὲ ἀνθρώπους; Μάλιστα μὲν οὖν πρὸς ἡμᾶς· οὕτω γὰρ ἐπαιδεύθημεν τοὺς συνδούλους φιλεῖν, ὡς καὶ τὰ ἐκείνων ἀγαθὰ ἡμέτερα εἶναι νομίζειν. δʹ. ∆ιὸ καὶ Παῦλος πανταχοῦ τῶν Ἐπιστολῶν ὑπὲρ τῶν τῆς οἰκουμένης εὐχαριστεῖ κατορθωμάτων. Καὶ ἡμεῖς τοίνυν ὑπὲρ τῶν οἰκείων καὶ ὑπὲρ τῶν ἀλλοτρίων, καὶ ὑπὲρ μικρῶν καὶ ὑπὲρ μεγάλων διηνεκῶς εὐχαριστῶμεν. Κἂν γὰρ μικρὸν ᾗ τὸ δοθὲν, μέγα γίνεται τῷ παρὰ τοῦ Θεοῦ δεδόσθαι· μᾶλλον δὲ οὐδὲν μικρὸν τῶν παρ' ἐκείνου, οὐ τῷ παρ' ἐκείνου μόνον παρέχεσθαι, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει. Καὶ ἵνα τὰ ἄλλα πάντα παρῶ, ἃ τὴν ἄμμον νικᾷ τῷ πλήθει· τί ἴσον τῆς ὑπὲρ ἡμῶν γενομέ 57.332 νης οἰκονομίας; Ὃ γὰρ ἦν αὐτῷ τιμιώτερον ἁπάντων, ὁ μονογενὴς Παῖς, τοῦτον ἔδωκεν ὑπὲρ ἡμῶν τῶν ἐχθρῶν· καὶ οὐκ ἔδωκε μόνον, ἀλλὰ καὶ μετὰ τὸ δοῦναι τράπεζαν ἡμῖν αὐτὸν παρέθηκε, πάντα αὐτὸς τὰ ὑπὲρ ἡμῶν ποιῶν, καὶ τὸ δοῦναι, καὶ τὸ εὐχαρίστους ὑπὲρ τούτων ποιῆσαι. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ ἀχάριστός ἐστιν ὁ ἄνθρωπος, πανταχοῦ αὐτὸς ἀναδέχεται καὶ κατασκευάζει τὰ ὑπὲρ ἡμῶν. Καὶ ὅπερ ἐπὶ τῶν Ἰουδαίων ἐποίησεν, ἀπὸ τόπων καὶ χρόνων καὶ ἑορτῶν ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν, τοῦτο καὶ ἐνταῦθα εἰργάσατο, ἀπὸ τοῦ τρόπου τῆς θυσίας εἰς διηνεκῆ τῆς ὑπὲρ τούτων εὐεργεσίας μνήμην ἡμᾶς ἐμβάλλων. Οὕτως οὐδεὶς ἐσπούδακε δοκίμους γενέσθαι καὶ μεγάλους καὶ διὰ πάντων εὐγνώμονας, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. ∆ιὰ τοῦτο καὶ ἄκοντας ἡμᾶς εὐεργετεῖ πολλάκις, καὶ ἀγνοοῦντας τὰ πλείονα. Εἰ δὲ θαυμάζεις τὸ εἰρημένον, οὐκ