180
κολακείαν τὴν Ἰουδαϊκὴν αἰνίττεσθαι ἡμῖν ὁ Λουκᾶς, καὶ ὅτι οἱ ἐν συμφορᾷ ἀκατάστατοι 57.336 ὄντες πολλὰ μεταβουλεύονται. Εἰκὸς γὰρ τὸν ἑκατόνταρχον βουλόμενον ἀπελθεῖν κωλυθῆναι ὑπὸ τῶν Ἰουδαίων, κολακευόντων αὐτὸν καὶ λεγόντων, ὅτι Ἡμεῖς ἀπελθόντες ἄξομεν αὐτόν. Ὅρα γοῦν αὐτῶν καὶ τὴν παράκλησιν κολακείας οὖσαν μεστήν. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, φησὶ, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν· οὐδὲ ἴσασιν ὅθεν ἐπαινοῦσι τὸν ἄνδρα. ∆έον γὰρ εἰπεῖν, ὅτι Ἐβουλήθη μὲν αὐτὸς ἐλθεῖν καὶ παρακαλέσαι, ἡμεῖς δὲ ἐκωλύσαμεν, τὴν συμφορὰν ἰδόντες, καὶ τὸ πτῶμα τὸ ἐπὶ τῆς οἰκίας κείμενον, καὶ οὕτω παραστῆσαι τῆς πίστεως αὐτοῦ τὸ μέγεθος· τοῦτο μὲν οὐ λέγουσιν· οὐδὲ γὰρ ἤθελον διὰ τὸ βασκαίνειν ἐκκαλύψαι τοῦ ἀνδρὸς τὴν πίστιν· ἀλλ' ᾑροῦντο μᾶλλον συσκιάσαι τὴν ἀρετὴν, ὑπὲρ οὗ τὴν ἱκεσίαν ἦλθον ποιησόμενοι, ἵνα μὴ δόξῃ μέγας τις εἶναι ὁ παρακαλούμενος, ἢ τὴν πίστιν ἀνακηρύξαντες τὴν ἐκείνου, ἀνύσαι τοῦτο, δι' ὅπερ ἦσαν ἀφιγμένοι. Ἱκανὸν γὰρ ἡ βασκανία πηρῶσαι διάνοιαν. Ἀλλ' ὁ τὰ ἀπόῤῥητα εἰδὼς, καὶ ἀκόντων αὐτῶν ἐκεῖνον ἀνεκήρυξε. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον αὐτοῦ τοῦ Λουκᾶ πάλιν αὐτὸ ἑρμηνεύοντος. Αὐτὸς γὰρ οὕτω φησὶν, ὅτι Οὐ μακρὰν ἀπέχοντος αὐτοῦ ἔπεμψε λέγων· Ὦ Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅτε γὰρ ἀπηλλάγη τῆς ἐπαχθείας αὐτῶν, τότε πέμπει λέγων· Μὴ νομίσῃς ὅτι δι' ὄκνον οὐ παρεγενόμην, ἀλλ' ἐμαυτὸν ἀνάξιον εἶναι ἐνόμισα τοῦ δέξασθαί σε ἐν τῇ οἰκίᾳ. γʹ. Εἰ δὲ ὁ μὲν Ματθαῖός φησι μὴ διὰ τῶν φίλων, ἀλλὰ δι' ἑαυτοῦ τοῦτο αὐτὸν εἰρηκέναι, οὐδὲν τοῦτο ποιεῖ· τὸ γὰρ ζητούμενον, εἰ τὴν προθυμίαν ἑκάτερος παρέστησε τοῦ ἀνδρὸς, καὶ ὅτι τὴν προσήκουσαν περὶ τοῦ Χριστοῦ δόξαν εἶχεν. Εἰκὸς δὲ καὶ αὐτὸν μετὰ τὸ πέμψαι τοὺς φίλους παραγενόμενον ταῦτα εἰπεῖν. Εἰ δὲ μὴ εἶπε τοῦτο ὁ Λουκᾶς, ἀλλ' οὐδὲ ἐκεῖνο ὁ Ματθαῖος· ὅπερ οὐ μαχομένων ἑαυτοῖς ἦν, ἀλλὰ τὰ ὑπ' ἀλλήλων παραλιμπανόμενα ἀναπληρούντων μᾶλλον. Ὅρα δὲ αὐτοῦ πῶς καὶ ἑτέρωθεν τὴν πίστιν ὁ Λουκᾶς ἀνεκήρυξεν εἰπὼν, ὅτι ἔμελλε τελευτᾷν ὁ παῖς. Ἀλλ' ὅμως οὐδὲ τοῦτο εἰς ἀπόγνωσιν αὐτὸν ἐνέβαλεν, οὐδὲ ἀπελπίσαι παρεσκεύασεν· ἀλλὰ καὶ οὕτως ἤλπισε περιέσεσθαι. Εἰ δὲ ὁ μὲν Ματθαῖός φησι τὸν Χριστὸν εἰρηκέναι, Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον, καὶ ταύτῃ δηλοῦν οὐκ ὄντα αὐτὸν Ἰσραηλίτην, ὁ δὲ Λουκᾶς, ὅτι ᾠκοδόμησε τὴν συναγωγήν· οὐδὲ τοῦτο ἐναντίον. ∆υνατὸν γὰρ καὶ Ἰουδαῖον οὐκ ὄντα, καὶ τὴν συναγωγὴν οἰκοδομῆσαι, καὶ τὸ ἔθνος ἀγαπᾷν. Σὺ δέ μοι μὴ ἁπλῶς ἐξέταζε τὰ εἰρημένα παρ' αὐτοῦ, ἀλλὰ καὶ τὴν ἀρχὴν αὐτοῦ προστίθει, καὶ τότε ὄψει τὴν ἀρετὴν τοῦ ἀνδρός. Καὶ γὰρ πολὺς ὁ τύφος τῶν ἐν ἀρχαῖς ὄντων, καὶ οὐδὲ ἐν συμφοραῖς καταβαίνουσιν. Ὁ γοῦν παρὰ τῷ Ἰωάννῃ κείμενος ἕλκει αὐτὸν πρὸς τὴν οἰκίαν, καί φησι· Κατάβηθι· μέλλει γάρ μου τὸ παιδίον τελευτᾷν. Ἀλλ' οὐχ οὕτως οὗτος· ἀλλὰ καὶ ἐκείνου καὶ τῶν διὰ τοῦ στέγους καθέντων τὴν κλίνην πολὺ βελτίων. Οὐ γὰρ σωματικὴν παρουσίαν ἐπιζητεῖ, οὐδὲ ἐγγὺς τοῦ ἰατροῦ τὸν κάμνοντα ἤνεγκεν· ὅπερ οὐ μικρὰ φανταζομένου ἦν περὶ αὐτοῦ, ἀλλὰ θεοπρεπῆ τὴν ὑπόνοιαν ἔχοντος· καί φησιν· Εἰπὲ λόγῳ μόνον. Καὶ οὐδὲ ἐν 57.337 ἀρχῇ λέγει, Εἰπὲ λόγῳ, ἀλλὰ μόνον τὸ πάθος διηγεῖται· οὐδὲ γὰρ προσεδόκησεν ἀπὸ πολλῆς ταπεινοφροσύνης εὐθέως ἐπινεύσειν τὸν Χριστὸν, καὶ τὴν οἰκίαν ἐπιζητήσειν. ∆ιὰ τοῦτο, ὅτε ἤκουσεν αὐτοῦ λέγοντος, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν, τότε φησὶν, Εἰπὲ λόγῳ. Καὶ οὐδὲ τὸ πάθος αὐτὸν συνέχεεν, ἀλλὰ καὶ ἐν συμφορᾷ φιλοσοφεῖ, οὐ πρὸς τὴν ὑγίειαν τοσοῦτον ὁρῶν τοῦ παιδὸς, ὅσον πρὸς τὸ μὴ δόξαι μηδὲν ἀνευλαβὲς ποιεῖν. Καίτοιγε οὐκ αὐτὸς ἠνάγκασεν, ἀλλ' ὁ Χριστὸς ἐπηγγείλατο· ἀλλὰ καὶ οὕτω δέδοικε μή ποτε δόξῃ τὴν ἀξίαν ὑπερβαίνειν τὴν ἑαυτοῦ, καὶ βαρὺ πρᾶγμα ἐφέλκεσθαι. Εἶδες αὐτοῦ τὴν σύνεσιν; Σκόπει τῶν Ἰουδαίων τὴν ἄνοιαν λεγόντων· Ἄξιός ἐστιν ᾧ παρέξει τὴν χάριν. ∆έον γὰρ ἐπὶ τὴν φιλανθρωπίαν καταφυγεῖν τοῦ Ἰησοῦ, οἱ δὲ τὴν ἀξίαν τούτου προβάλλονται, καὶ